§4.28.1κατελθοῦσι δὲ αὐτοῖς κατʼ ἀρχὰς μὲν ἀπὸ Λακεδαιμονίων δεινὸν ἦν οὐδέν· κατεχόμενοι γὰρ οἱ Λακεδαιμόνιοι φόβῳ τῷ Θηβαίων Μεσσήνης τε ἠνείχοντο ἐποικιζομένης καὶ Ἀρκάδων ἐς μίαν ἠθροισμένων πόλιν.
当他们重返家园时,起初并无来自拉刻代蒙人的威胁;因为拉刻代蒙人受制于对底比斯人的恐惧,容忍了美塞内的重新建城,也容忍了阿卡迪亚人聚集到一个城市。
ὡς δὲ ὁ πόλεμος ὁ Φωκικός, καλούμενος δὲ ὁ αὐτὸς οὗτος καὶ ἱερός, ἀπήγαγεν ἐκ Πελοποννήσου Θηβαίους, ἀνεθάρρησάν τε οἱ Λακεδαιμόνιοι καὶ τῶν Μεσσηνίων οὐκέτι ἐδύναντο ἀπέχεσθαι.
然而,当福基斯战争(这一战争也被称为神圣战争)将底比斯人从伯罗奔尼撒引开时,拉刻代蒙人重拾勇气,再也无法克制自己不对美塞尼亚人动手。
§4.28.2Μεσσήνιοι δὲ αὐτοί τε μετὰ Ἀργείων καὶ Ἀρκάδων ἀντεῖχον τῷ πολέμῳ καὶ Ἀθηναίων ἀμῦναί σφισιν ἐδεήθησαν· οἱ δὲ ἐς μὲν τὴν Λακωνικὴν οὔποτε μετὰ ἐκείνων ἐσβαλεῖν ἔφασαν, ἀρχόντων δὲ Λακεδαιμονίων πολέμου καὶ ἐπιστρατευόντων τῇ Μεσσηνίᾳ παρέσεσθαι καὶ αὐτοί σφισιν ἐπηγγέλλοντο.
美塞尼亚人自己与阿哥斯人和阿卡迪亚人一同在战争中坚守,并请求雅典人援助他们;雅典人表示绝不会与他们一同侵入拉科尼亚,但也许诺,如果拉刻代蒙人挑起战争并出兵美塞尼亚,他们自己也会前来援助。
τέλος δὲ οἱ Μεσσήνιοι Φιλίππῳ σύμμαχοι τῷ Ἀμύντου καὶ Μακεδόσιν ἐγένοντο, καὶ τοῦτο σφᾶς λέγουσιν ἀποκωλῦσαι τοῦ συμβάντος τοῖς Ἕλλησιν ἀγῶνος ἐν Χαιρωνείᾳ μὴ μετασχεῖν· οὐ μὴν οὐδὲ τοῖς Ἕλλησιν ἐναντία θέσθαι τὰ ὅπλα ἠθέλησαν.
最终,美塞尼亚人成为了阿敏塔斯之子腓力和马其顿人的盟友,据说正是这一点阻止了他们参加希腊人在喀罗尼亚所遭遇的战斗;然而,他们也绝不愿拿起武器对抗希腊人。
§4.28.3Ἀλεξάνδρου δὲ ἀποθανόντος καὶ τῶν Ἑλλήνων πόλεμον δεύτερον τότε ἀνῃρημένων πρὸς Μακεδόνας, μετέσχον καὶ οἱ Μεσσήνιοι τοῦ πολέμου, καθὰ καὶ πρότερον ἐδήλωσα ἐν τῇ Ἀτθίδι συγγραφῇ.
当亚历山大去世,希腊人当时对马其顿人发起第二场战争时,美塞尼亚人也参加了这场战争,正如我此前在《阿提卡记》中所明示的那样。
Γαλάταις δὲ μεθʼ Ἑλλήνων οὐκ ἐμαχέσαντο, Κλεωνύμου καὶ Λακεδαιμονίων σπείσασθαι σπονδάς σφισιν οὐ θελησάντων.
然而,他们并没有与希腊人一同对抗加拉太人,因为克雷奥纽莫斯和拉刻代蒙人不愿意与他们结盟。
§4.28.4οὐ πολλῷ δὲ ὕστερον ἔσχον Ἦλιν Μεσσήνιοι, σοφίᾳ τε ὁμοῦ χρησάμενοι καὶ τολμήματι.
此后不久,美塞尼亚人兼施智谋与胆量,占领了埃利斯。
Ἠλεῖοι γὰρ τὰ μὲν παλαιότατα εὐνομώτατοι Πελοποννησίων ἦσαν· Φιλίππου δὲ τοῦ Ἀμύντου τά τε ἄλλα ὁπόσα εἴρηται κακουργήσαντος τὴν Ἑλλάδα καὶ Ἠλείων τοὺς δυνατοὺς διαφθείραντος χρήμασι, στασιάζουσι πρῶτον τότε Ἠλεῖοι καὶ ἐς ὅπλα, ὡς λέγουσι, χωροῦσι.
因为在极古老的时代,埃利斯人曾是伯罗奔尼撒人中法制最完备的;但当阿敏塔斯之子腓力以已述的所有其他方式危害希腊,并用金钱收买埃利斯人的权贵时,埃利斯人当时首次陷入内讧,而且如人们所说,诉诸了武力。
§4.28.5τὸ δὲ ἀπὸ τούτου ῥᾷον ἔτι ἔμελλον ἀπεχθήσεσθαι πρὸς ἀλλήλους, οἷς γε καὶ Λακεδαιμονίων ἕνεκα διέστη τὰ βουλεύματα, καὶ ἐς ἔμφυλον προῆλθον πόλεμον.
自此以后,他们注定会更容易彼此憎恨,因为在对待拉刻代蒙人的问题上他们的立场发生了分裂,并走向了内战。
πυνθανόμενοι δὲ ταῦτα οἱ Λακεδαιμόνιοι παρεσκευάζοντο ὡς Ἠλείων τοῖς φρονοῦσι τὰ σφέτερα ἀμυνοῦντες.
拉刻代蒙人得知这些情况后,便准备援助埃利斯人中支持自己的一方。
καὶ οἱ μὲν κατὰ τέλη τε ἐτάσσοντο καὶ διενέμοντο ἐς τοὺς λόχους· τῶν δὲ Μεσσηνίων λογάδες χίλιοι φθάνουσιν ἀφικόμενοι πρὸς τὴν Ἦλιν, σημεῖα ἐπὶ ταῖς ἀσπίσι Λακωνικὰ ἔχοντες.
当他们按部整队并分配到各连队时,一千名美塞尼亚精兵在盾牌上画着拉科尼亚的标记,抢先抵达了埃利斯。
§4.28.6ὡς δὲ τὰς ἀσπίδας ἐθεάσαντο ὅσοι τοῖς Σπαρτιάταις εὖνοι τῶν Ἠλείων ἦσαν, συμμαχίαν τε ἀφῖχθαί σφισιν ἤλπισαν καὶ τοὺς ἄνδρας ἐδέχοντο ἐς τὸ τεῖχος· ἐσελθόντες δὲ τρόπον οἱ Μεσσήνιοι τὸν εἰρημένον τοὺς τὰ Λακεδαιμονίων φρονοῦντας ἐδίωξαν, καὶ ἐπιτρέπουσι τοῖς στασιώταις τοῖς αὑτῶν τὴν πόλιν.
当埃利斯人中友好于斯巴达的人看到这些盾牌时,以为是盟军抵达,便将这些人迎入城墙内;但以所述方式进入的美塞尼亚人驱逐了支持拉刻代蒙人的人,并将城市交托给了他们自己的党派。
§4.28.7ἔστι μὲν δὴ τὸ σόφισμα Ὁμήρου, φαίνονται δὲ αὐτὸ ἐν δέοντι μιμησάμενοι καὶ οἱ Μεσσήνιοι, ἐπεὶ Πάτροκλόν γε ἐποίησεν ἐν Ἰλιάδι Ὅμηρος Ἀχιλλέως τὰ ὅπλα ἐνδύντα, καὶ ἐγγενέσθαι τε ἔφη τοῖς βαρβάροις δόξαν ὡς Ἀχιλλεὺς ἐπίοι καὶ τοὺς προτεταγμένους αὐτῶν ταραχθῆναι.
这一策略实际上出自荷马,而美塞尼亚人似乎也在需要的时候模仿了它。 因为荷马在《伊利亚特》中描写帕特罗克洛斯穿上了阿喀琉斯的盔甲,并称在蛮族中产生了一种阿喀琉斯正在进攻的错觉,使他们的前锋陷入混乱。
εὕρηται δὲ καὶ ἄλλα Ὁμήρῳ στρατηγήματα, δύο τε παρὰ τῶν Ἑλλήνων κατασκόπους ἐν τῇ νυκτὶ ἀνθʼ ἑνὸς ἐς τοὺς Τρῶας ἀφικέσθαι καὶ ἄνδρα ὕστερον λόγῳ μὲν αὐτόμολον, ἔργῳ δὲ τὰ ἀπόρρητα πολυπραγμονήσοντα ἐς τὸ Ἴλιον ἐσελθεῖν.
荷马还设计了其他策略:希腊人一方由两人而非一人在夜间去往特洛伊人处侦察,以及后来一个名义上是逃兵、实际上去窥探机密的人进入了伊利翁。
§4.28.8ἔτι δὲ τοὺς διὰ νεότητα ἐν τοῖς Τρωσὶν ἢ γῆρας οὐχ ὡραίους μάχεσθαι, τούτους μὲν τὸ τεῖχος φρουρεῖν ἔταξε, τῶν ἐν ἡλικίᾳ τοῖς Ἕλλησιν ἐπηυλισμένων· Ἑλλήνων δὲ οἱ τὰ τραύματα ἔχοντες ὁπλίζουσιν αὐτῷ τὸ μάχιμον, ἵνα μηδὲ αὐτοὶ παντάπασιν ἀργοῖεν.
此外,他还安排特洛伊人中因年幼或年迈而不适合战斗的人留守城墙(此时正值壮年男子在希腊人面前扎营);而在希腊人一方,受伤的人在他的描写中为战斗人员准备武装,使他们自己也不至于完全无所事事。
τὰ Ὁμήρου μὲν οὖν ὠφέλιμα ἐγένετο ἐς ἅπαντα ἀνθρώποις·
因此,荷马的著作在所有事情上对人类都是有益的。