Humanitext Reader

保萨尼亚斯 · 希腊志 §4.27.1-4.27.11

伊帕米农达重建美塞内城

第 170 段,共 465 段 · 希腊语

内容简介

叙述了美塞尼亚人与双子神产生敌意的起因,伊帕米农达根据巴基斯的预言和吉兆着手建立美塞内。在流亡287年后他们重返家园,文中将美塞尼亚人与其他流亡民族的历史进行对比,赞扬了他们在近三百年的流浪中依然完好保存了多里斯方言和故土习俗。

§4.27.1τὸ δὲ τῶν Τυνδάρεω παίδων μήνιμα ἐς τοὺς Μεσσηνίους ἤρξατο μὲν πρὸ τῆς ἐν Στενυκλήρῳ μάχης, γενέσθαι δὲ αὐτὸ διʼ αἰτίαν τοιάνδε εἰκάζω.
双子神对美塞尼亚人的愤怒,实际上在斯泰纽克勒罗斯战役之前便已开始。
μειράκια ὡραῖα ἐξ Ἀνδανίας, Πάνορμος καὶ Γώνιππος, τά τε ἄλλα οἰκείως εἶχον ἀλλήλοις καὶ κοινὰς ἐπὶ τὰς μάχας ἐξόδους καὶ καταδρομὰς ἐποιοῦντο ἐς τὴν Λακωνικήν.
我推测其起因如下:两位来自安达尼亚的俊美青年,帕诺莫斯与戈尼普斯,在其他方面彼此非常亲密,并且他们经常共同出击战斗,联合对拉科尼亚进行劫掠。
§4.27.2Λακεδαιμονίων δὲ ἐπὶ στρατοπέδου Διοσκούροις ἑορτὴν ἀγόντων καὶ ἤδη πρὸς πότον καὶ παιδιὰς τετραμμένων μετὰ τὸ ἄριστον, ὁ Γώνιππος καὶ ὁ Πάνορμος χιτῶνας λευκοὺς καὶ χλαμύδας πορφυρᾶς ἐνδύντες ἐπί τε ἵππων τῶν καλλίστων ὀχούμενοι καὶ ἐπὶ ταῖς κεφαλαῖς πίλους, ἐν δὲ ταῖς χερσὶ δόρατα ἔχοντες ἐπιφαίνονται Λακεδαιμονίοις.
一次,当拉刻代蒙人在军营中为双子神举办节日庆典,且在午餐后已经开始饮酒和娱乐时,戈尼普斯与帕诺莫斯身着白色长衫和紫色斗篷,骑着最美丽的战马,头戴帽子,手持长枪,显现在拉刻代蒙人面前。
οἱ δὲ ὡς εἶδον, προσεκύνουν τε καὶ εὔχοντο, ἀφῖχθαι δοκοῦντές σφισιν αὐτοὺς ἐς τὴν θυσίαν τοὺς Διοσκούρους.
拉刻代蒙人一见他们,便俯伏膜拜并祈祷,以为是双子神亲自降临参加他们的祭祀。
§4.27.3οἱ νεανίσκοι δὲ ὡς ἅπαξ ἀνεμίχθησαν, διεξήλαυνον διὰ πάντων παίοντες τοῖς δόρασι, καὶ ἤδη κειμένων πολλῶν ἀποχωροῦσιν ἐς Ἀνδανίαν, καθυβρίσαντες τῶν Διοσκούρων τῇ θυσίᾳ.
青年们一旦混入人群,便骑马穿梭在所有人中间,用长枪刺杀他们。 在许多人倒地死亡之后,他们退回了安达尼亚,以此侮辱了双子神的祭祀。
τοῦτο ἐμοὶ δοκεῖν προήγαγε τοὺς Διοσκούρους ἐς τὸ ἔχθος τὸ Μεσσηνίων·
在我看来,正是这件事促使双子神对美塞尼亚人产生憎恨。
τότε δέ, ὡς ἐδήλου τῷ Ἐπαμινώνδᾳ τὸ ὄνειρον, οὐκ ἦν ἔτι τοῖς Διοσκούροις ἀκούσιος τῶν Μεσσηνίων ἡ κάθοδος.
然而在当时,正如梦境向伊帕米农达所预示的那样,美塞尼亚人的回归对双子神而言已不再是一件违背其意愿的事。
§4.27.4μάλιστα δὲ τὸν Ἐπαμινώνδαν ἐς τὸν οἰκισμὸν οἱ Βάκιδος ἐνῆγον χρησμοί.
促使伊帕米农达建城的主要力量是巴基斯的预言。
Βάκιδι γὰρ μανέντι ἐκ Νυμφῶν ἐς ἄλλους τέ ἐστιν Ἑλλήνων καὶ ἐς τὴν Μεσσηνίων κάθοδον προειρημένα " καὶ τότε δὴ Σπάρτης μὲν ἀπʼ ἀγλαὸν ἄνθος ὀλεῖται, Μεσσήνη δʼ αὖτις οἰκήσεται ἤματα πάντα.
因为在被宁芙神女们启示而发狂的巴基斯的预言中,既有关于其他希腊人的内容,也有关于美塞尼亚人回归的内容: “届时,斯巴达的灿烂之花将会凋零,而美塞内将再次有人居住,直到永远。
" ἐγὼ δὲ καὶ περὶ τῆς Εἴρας, ὅντινα ἁλώσοιτο τρόπον, Βάκιν ἐφώρασα εἰρηκότα· καί οἱ καὶ τόδε ἐστὶ τῶν χρησμῶν, " οἵ τʼ ἀπὸ Μεσσήνης πατάγῳ κρουνοῖς τε δαμείσης. "
” 我还发现,关于艾拉将以何种方式被攻陷,巴基斯也曾预言过;他的预言中也有这样的一句: “那些来自美塞内的人,在轰鸣与泉水中被征服。
§4.27.5ὡς δὲ ἡ τελετή σφισιν ἀνεύρητο, ταύτην μέν, ὅσοι τοῦ γένους τῶν ἱερέων ἦσαν, κατετίθεντο ἐς βίβλους·
” 当秘仪被他们重新发现后,凡是属于神官家族的人都将其记录在书卷中。
Ἐπαμινώνδας δέ, ὥς οἱ τὸ χωρίον, ἔνθα νῦν ἔχουσιν οἱ Μεσσήνιοι τὴν πόλιν, μάλιστα ἐς οἰκισμὸν ἐφαίνετο ἐπιτήδειον, ἐκέλευεν ἀνασκοπεῖσθαι τοῖς μάντεσιν, εἴ οἱ βουλήσεται ταύτῃ καὶ τὰ τῶν θεῶν ἐπιχωρῆσαι.
而伊帕米农达由于认为美塞尼亚人如今拥有城市的那个地方最适合建城,便命令占卜者们去考察,神明是否也愿意在这一处给予他们同意。
φαμένων δὲ καὶ τούτων εἶναι τὰ ἱερὰ αἴσια, οὕτω παρεσκευάζετο ἐς τὸν οἰκισμόν, λίθους τε ἄγεσθαι κελεύων καὶ ἄνδρας μεταπεμπόμενος, οἷς τέχνη στενωποὺς κατατέμνεσθαι καὶ οἰκίας καὶ ἱερὰ οἰκοδομεῖσθαι καὶ τείχη περιβάλλεσθαι.
由于占卜者们也宣布祭祀的前兆是吉兆,于是他开始为建城做准备,下令运送石料,并召集那些以规划街道、建造房屋与神庙、以及修筑城壁为业的工匠。
§4.27.6ὡς δὲ ἐγεγόνει τὰ πάντα ἐν ἑτοίμῳ, τὸ ἐντεῦθεν—ἱερεῖα γὰρ παρεῖχον οἱ Ἀρκάδες—αὐτὸς μὲν Ἐπαμινώνδας καὶ οἱ Θηβαῖοι Διονύσῳ καὶ Ἀπόλλωνι ἔθυον Ἰσμηνίῳ τὸν νομιζόμενον τρόπον, Ἀργεῖοι δὲ τῇ τε Ἥρᾳ τῇ Ἀργείᾳ καὶ Νεμείῳ Διί, Μεσσήνιοι δὲ Διί τε Ἰθωμάτᾳ καὶ Διοσκούροις, οἱ δέ σφισιν ἱερεῖς θεαῖς ταῖς Μεγάλαις καὶ Καύκωνι.
当一切准备就绪后,接下来——因为阿卡迪亚人提供了祭祀用的牲畜——伊帕米农达本人和底比斯人按照传统仪式向迪奥尼索斯和阿波罗·伊斯梅尼奥斯献祭,阿哥斯人向阿哥斯的赫拉和内梅亚的宙斯献祭,美塞尼亚人向宙斯·伊托马塔斯和双子神献祭,而他们的神官则向伟大女神们和考孔献祭。
ἐπεκαλοῦντο δὲ ἐν κοινῷ καὶ ἥρωάς σφισιν ἐπανήκειν συνοίκους, Μεσσήνην μὲν τὴν Τριόπα μάλιστα, ἐπὶ ταύτῃ δὲ Εὔρυτον καὶ Ἀφαρέα τε καὶ τοὺς παῖδας, παρὰ δὲ Ἡρακλειδῶν Κρεσφόντην τε καὶ Αἴπυτον· πλείστη δὲ καὶ παρὰ πάντων ἀνάκλησις ἐγίνετο Ἀριστομένους.
他们还共同呼吁他们的英雄们重返家园作为共同定居者,尤其是特里奥帕斯之女美塞尼,其次是埃乌里托斯、阿法雷乌斯及其子嗣,以及提督后裔中的克雷斯fontes与艾皮图斯;而所有人中,对阿里斯托梅内斯的呼唤最为强烈。
§4.27.7καὶ τὴν μὲν τότε ἡμέραν πρὸς θυσίαις τε καὶ εὐχαῖς ἦσαν, ταῖς δὲ ἐφεξῆς τοῦ τείχους τὸν περίβολον ἤγειρον καὶ ἐντὸς οἰκίας καὶ τὰ ἱερὰ ἐποιοῦντο.
那一天他们都在献祭与祈祷中度过,而接下来的几天里,他们筑起了城墙的周界,并在城内建造房屋与神庙。
εἰργάζοντο δὲ καὶ ὑπὸ μουσικῆς ἄλλης μὲν οὐδεμιᾶς, αὐλῶν δὲ Βοιωτίων καὶ Ἀργείων· τά τε Σακάδα καὶ Προνόμου μέλη τότε δὴ προήχθη μάλιστα ἐς ἅμιλλαν.
他们伴随着音乐工作,且没有使用别的乐器,只有波奥蒂亚和阿哥斯的笛子;萨卡达斯与普罗诺莫斯的乐曲在当时展开了最激烈的竞争。
αὐτῇ μὲν δὴ τῇ πόλει Μεσσήνην ἔθεντο ὄνομα, ἀνῴκιζον δὲ καὶ ἄλλα πολίσματα.
他们将这座城市命名为美塞内,并且也重建了其他小城镇。
§4.27.8Ναυπλιεῖς δὲ ἐκ Μοθώνης οὐκ ἀνέστησαν·
他们没有把纳夫普利亚人从莫托内赶走;也允许阿西内人留在原处,因为他们铭记着对阿西内人的恩德——这群人曾拒绝与拉刻代蒙人一起对抗他们。
κατὰ χώραν δὲ καὶ Ἀσιναίους μένειν εἴων, τούτοις μὲν καὶ εὐεργεσίαν ἀπομνημονεύοντες πολεμῆσαι μετὰ Λακεδαιμονίων πρὸς σφᾶς οὐ θελήσασι, Ναυπλιεῖς δὲ κατιοῦσιν ἐς Πελοπόννησον Μεσσηνίοις τε δῶρα ἤγαγον ὁποῖα εἶχον καὶ ἅμα μὲν ὑπὲρ καθόδου τῆς ἐκείνων συνεχέσιν ἐς τὸ θεῖον ταῖς εὐχαῖς, ἅμα δὲ ὑπὲρ σωτηρίας τῆς σφετέρας δεήσεσιν ἐς ἐκείνους ἐχρῶντο.
而纳夫普利亚人在美塞尼亚人重返伯罗奔尼撒时,带去了他们所拥有的各种礼物,并且一方面为了他们的回归而不断向神明祈祷,另一方面为了自身的安全而向美塞尼亚人恳求。
§4.27.9κατῆλθον δὲ ἐς Πελοπόννησον οἱ Μεσσήνιοι καὶ ἀνεσώσαντο τὴν αὑτῶν ἑπτὰ καὶ ὀγδοήκοντα καὶ διακοσίοις ἔτεσιν ὕστερον μετὰ Εἴρας ἅλωσιν, Δυσκινήτου μὲν Ἀθήνῃσιν ἄρχοντος, τρίτῳ δὲ ἔτει τῆς δευτέρας καὶ ἑκατοστῆς Ὀλυμπιάδος, ἣν Δάμων Θούριος τὸ δεύτερον ἐνίκα.
美塞尼亚人重返伯罗奔尼撒并在艾拉陷落287年后收复了他们的领土,当时戴斯基内托斯在雅典任执政官,处于第102届奥林匹亚德的第三年,该届运动会由图里奥伊的达蒙第二次夺冠。
οὐκ ὀλίγος μὲν οὖν ὁ χρόνος καὶ Πλαταιεῦσιν ἐγένετο, ἐφʼ ὅσον καὶ ἐκεῖνοι τὴν αὑτῶν ἔφευγον, καὶ Δηλίοις, ἡνίκα ᾤκησαν Ἀδραμύττιον ἐκβληθέντες ἐκ τῆς σφετέρας ὑπὸ Ἀθηναίων·
事实上,普拉泰亚人流亡国外的时期也绝非短暂,而提洛人在被雅典人驱逐出自己的土地后居住在阿德拉米蒂翁的时期同样如此。
§4.27.10οἱ δὲ Μινύαι, μετὰ τὴν μάχην τὴν ἐν Λεύκτροις ἐκπεσόντες ὑπὸ Θηβαίων ἐξ Ὀρχομενοῦ, κατήχθησαν ἐς Βοιωτίαν ὑπὸ Φιλίππου τοῦ Ἀμύντου, καὶ οὗτοι καὶ οἱ Πλαταιεῖς.
至于敏亚人,在留克特拉战役后被底比斯人驱逐出奥尔科梅诺斯,后由阿敏塔斯之子腓力带回波奥蒂亚,他们以及普拉泰亚人都是如此。
Θηβαίων δὲ αὐτῶν ἐρημώσαντος Ἀλεξάνδρου τὴν πόλιν, αὖθις ἔτεσιν οὐ πολλοῖς ὕστερον Κάσσανδρος Ἀντιπάτρου τὰς Θήβας ἔκτισεν.
当底比斯人自己的城市被亚历山大摧毁后,没过多少年,安提帕特之子卡山德再次重建了底比斯。
φαίνεται μὲν δὴ τῶν κατειλεγμένων ἐπὶ μακρότατον ἡ Πλαταϊκὴ φυγὴ συμβᾶσα, οὐ μέντοι περαιτέρω γε ἢ ἐπὶ δύο ἐγένετο οὐδʼ αὐτὴ γενεάς.
在所列举的人当中,普拉泰亚人的流亡似乎持续了最久,但即便是它,也没有超过两代人。
§4.27.11Μεσσήνιοι δὲ ἐκτὸς Πελοποννήσου τριακόσια ἔτη μάλιστα ἠλῶντο, ἐν οἷς οὔτε ἐθῶν εἰσι δῆλοι παραλύσαντές τι τῶν οἴκοθεν οὔτε τὴν διάλεκτον τὴν Δωρίδα μετεδιδάχθησαν, ἀλλὰ καὶ ἐς ἡμᾶς ἔτι τὸ ἀκριβὲς αὐτῆς Πελοποννησίων μάλιστα ἐφύλασσον.
然而美塞尼亚人在伯罗奔尼撒之外漂泊了大约三百年,在此期间,他们显然没有废除任何家乡的习俗,也没有忘却他们的多里斯方言,反而直到我们的时代,他们仍是伯罗奔尼撒人中将该方言保存得最精准的人。

词汇与语法注释

  1. 4.27.3ἐμοὶ δοκεῖν — 限制性绝对不定式,用作插入语以修饰整个句子,意为“在我看来”或“依我之见”。
  2. 4.27.4μανέντι ἐκ Νυμφῶν — μανέντι 是动词 μαίνομαι 的不定过去时被动分词与格,与 Βάκιδι 一致。介词短语 ἐκ Νυμφῶν 表示被动动作的施事者(“被宁芙仙女们”),这是后期希腊语中用 ἐκ 代替 ὑπό 的常见用法。
  3. 4.27.8τούτοις μὲν καὶ εὐεργεσίαν ἀπομνημονεύοντες — 现在分词 ἀπομνημονεύοντες(铭记)修饰主句动词 εἴων(允许),表示原因或伴随状况。与格 τούτοις 用作该分词的间接宾语,意为“感念他们(对美塞尼亚人)的恩惠”。

引用这一段

保萨尼亚斯, 希腊志 §4.27.1-4.27.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:4.27.1-4.27.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。