Humanitext Reader

保萨尼亚斯 · 希腊志 §4.26.1-4.26.8

美塞尼亚人的回归与秘仪的重新发掘

第 169 段,共 465 段 · 希腊语

内容简介

在底比斯人于留克特拉战胜后,散居各地的美塞尼亚人被召回伯罗奔尼撒,伊帕米农达和埃皮特莱斯在神梦启示下掘出藏有伟大神明秘仪的锡卷,为重建梅塞内做好准备。

§4.26.1τὸ δὲ ἀπὸ τούτου τόν τε ἄλλον χρόνον ἐνέκειτό σφισι τὸ ἐς Λακεδαιμονίους μῖσος καὶ τὴν ἔχθραν ἐς αὐτοὺς μάλιστα ἐπεδείξαντο ἐπὶ τοῦ γενομένου Πελοποννησίοις πρὸς Ἀθηναίους πολέμου· τήν τε γὰρ Ναύπακτον ὁρμητήριον ἐπὶ τῇ Πελοποννήσῳ παρείχοντο καὶ τοὺς ἐν τῇ Σφακτηρίᾳ Σπαρτιατῶν ἀποληφθέντας Μεσσηνίων σφενδονῆται τῶν ἐκ Ναυπάκτου συνεξεῖλον.
此后,在其余的时间里,他们对拉刻代蒙人的仇恨一直萦绕在心,并在伯罗奔尼撒人与雅典人之间爆发的战争中,最强烈地展现了对他们的敌意;因为他们将纳夫帕克托斯作为进攻伯罗奔尼撒的基地,并且来自纳夫帕克托斯的美塞尼亚投石兵协助俘获了在斯法克特里亚被困的斯巴达人。
§4.26.2ἐπεὶ δὲ τὸ πταῖσμα ἐγένετο τὸ Ἀθηναίων ἐν Αἰγὸς ποταμοῖς, οὕτω καὶ ἐκ Ναυπάκτου τοὺς Μεσσηνίους ἐκβάλλουσιν οἱ Λακεδαιμόνιοι ναυσὶν ἐπικρατοῦντες, οἳ ἐς Σικελίαν τε παρὰ τοὺς συγγενεῖς καὶ ἐς Ῥήγιον ἐστάλησαν, τὸ πλεῖστον δὲ αὐτῶν ἔς τε Λιβύην ἀφίκετο καὶ Λιβύης ἐς Εὐεσπερίτας· οἱ γὰρ Εὐεσπερῖται πολέμῳ κακωθέντες ὑπὸ βαρβάρων προσοίκων πάντα τινὰ Ἕλληνα ἐπεκαλοῦντο σύνοικον.
然而,当雅典人在羊河战败后,在海上占优势的拉刻代蒙人便将美塞尼亚人也从纳夫帕克托斯驱逐出去。 他们有的投奔西西里的同族,有的前往雷吉翁,但他们中的大多数人去了利比亚,并到达了利比亚的尤埃斯佩里戴;因为尤埃斯佩里戴人在与邻近蛮族的战争中备受摧残,正呼吁所有希腊人前来共同定居。
ἐς τούτους τῶν Μεσσηνίων τὸ πολὺ ἀπεχώρησεν· ἡγεμὼν δέ σφισιν ἦν Κόμων, ὃς καὶ περὶ τὴν Σφακτηρίαν ἐστρατήγησεν αὐτοῖς.
美塞尼亚人的大部分人便迁移到了他们那里;他们的领袖是科蒙,他曾在斯法克特里亚战役中指挥过他们。
§4.26.3ἐνιαυτῷ δὲ πρότερον ἢ κατορθῶσαι Θηβαίους τὰ ἐν Λεύκτροις, προεσήμαινεν ὁ δαίμων Μεσσηνίοις τὴν ἐς Πελοπόννησον κάθοδον.
¦0 在底比斯人在留克特拉取得胜利的前一年,神灵就向美塞尼亚人预示了他们重返伯罗奔尼撒的归期。
τοῦτο μὲν γὰρ ἐν Μεσσήνῃ τῇ πρὸς τῷ πορθμῷ τὸν ἱερέα τοῦ Ἡρακλέους λέγουσιν ὀνείρατος ἰδεῖν ὄψιν—τὸν Ἡρακλέα ἔδοξε κληθῆναι τὸν Μάντικλον ἐπὶ ξενίᾳ ἐς Ἰθώμην ὑπὸ τοῦ Διός—, τοῦτο δὲ ἐν Εὐεσπερίταις Κόμων συγγενέσθαι νεκρᾷ τῇ μητρὶ ἐδόκει, συγγενομένου δὲ αὖθίς οἱ τὴν μητέρα ἀναβιῶναι.
一方面,人们说在海峡旁的梅塞内,赫拉克勒斯的神官看见了梦中的幻象——似乎赫拉克勒斯受到宙斯的邀请,前往伊托梅款待曼提克洛斯——另一方面,在尤埃斯佩里戴,科蒙梦见与自己已故的母亲交合,而在交合之后,他的母亲似乎又活了过来。
καὶ ὁ μὲν ἐπήλπιζεν Ἀθηναίων δυνηθέντων ναυτικῷ κάθοδον ἔσεσθαί σφισιν ἐς Ναύπακτον· τὸ δὲ ἄρα ἐδήλου τὸ ὄνειρον ἀνασώσεσθαι Μεσσήνην.
科蒙因此抱有期望,认为如果雅典人凭借海军强大起来,他们就能重返纳夫帕克托斯;然而,这个梦实际上预示着梅塞内的光复。
§4.26.4ἐγένετό τε οὐ μετὰ πολὺ ἐν Λεύκτροις Λακεδαιμονίων τὸ ἀτύχημα ὀφειλόμενον ἐκ παλαιοῦ· Ἀριστοδήμῳ γὰρ τῷ βασιλεύσαντι Μεσσηνίων ἐπὶ τελευτῇ τοῦ χρησμοῦ τοῦ δοθέντος ἐστὶν " ἕρδʼ ὅππῃ τὸ χρεών· ἄτη δʼ ἄλλοισι πρὸ ἄλλων· " ὡς ἐν μὲν τῷ παρόντι ἐκεῖνον δέον καὶ Μεσσηνίους κακῶς πρᾶξαι, χρόνῳ δὲ ὕστερον καὶ Λακεδαίμονα ἐπιληψομένης τῆς ἄτης.
此后不久,拉刻代蒙人在留克特拉遭遇了宿命的惨败;因为在曾统治美塞尼亚人的阿里斯托德莫斯所得到的预言结尾写道:“顺应天命而行;毁灭将轮番降临在众人身上”;这意味着,在当时,他与美塞尼亚人注定要遭受苦难,但迟些时候,毁灭也将席卷拉刻代蒙。
§4.26.5τότε δὲ ἐν Λεύκτροις οἱ Θηβαῖοι νενικηκότες ἀγγέλους ἐς Ἰταλίαν τε καὶ Σικελίαν καὶ παρὰ τοὺς Εὐεσπερίτας ἀπέστελλον, ἔκ τε τῆς ἄλλης, εἴ πού τις Μεσσηνίων εἴη, πανταχόθεν ἀνεκάλουν ἐς Πελοπόννησον.
当时,在留克特拉获胜的底比斯人向意大利、西西里以及尤埃斯佩里戴派出了使者,并从其他所有地方——只要哪里还有美塞尼亚人——将他们召回伯罗奔尼撒。
οἱ δὲ θᾶσσον ἢ ὡς ἄν τις ἤλπισε συνελέχθησαν γῆς τε τῆς πατρίδος πόθῳ καὶ διὰ τὸ ἐς Λακεδαιμονίους μῖσος παραμεῖναν ἀεί σφισιν.
而由于对祖国的渴望,以及始终深藏在心底对拉刻代蒙人的仇恨,他们集结的速度超乎了所有人的预料。
§4.26.6Ἐπαμινώνδᾳ δὲ οὔτε ἄλλως ἐφαίνετο ῥᾴδια ἀξιόμαχον πόλιν ἐποικίσαι Λακεδαιμονίοις οὔτε ὅπου χρὴ κτίσαι τῆς χώρας ἐξευρίσκει· τὴν γὰρ Ἀνδανίαν οἱ Μεσσήνιοι καὶ Οἰχαλίαν οὐκ ἔφασαν ἀνοικιεῖν, ὅτι αἱ συμφοραί σφισιν ἐγεγόνεσαν ἐνταῦθα οἰκοῦσιν.
但对于伊帕米农达而言,重建一座足以与拉刻代蒙人抗衡的城市绝非易事,他亦无法在境内寻得合适的建城之处;因为美塞尼亚人拒绝重建安达尼亚和奥伊哈里亚,理由是当他们居住于彼处时曾遭遇深重的灾难。
ἀποροῦντι οὖν αὐτῷ πρεσβύτην ἄνδρα, ἱεροφάντῃ μάλιστα εἰκασμένον, νύκτωρ φασὶν ἐπιστάντα εἰπεῖν· “σοὶ μὲν δῶρά ἐστι παρʼ ἐμοῦ κρατεῖν ὅτῳ ἂν μεθʼ ὅπλων ἐπέρχῃ· καὶ ἢν ἐξ ἀνθρώπων γένῃ, ἔγωγε ὦ Θηβαῖε ποιήσω μή ποτε ἀνώνυμον μηδὲ ἄδοξόν σε γενέσθαι.
就在他一筹莫展之际,据说夜里有一位酷似秘仪传授者的老人站在他面前说道:“我给你的恩赐是,无论你用武器进攻谁,你都将获得胜利;底比斯人啊,即便你离开人世,我也绝不让你变得默默无闻或毫无荣耀。
σὺ δὲ Μεσσηνίοις γῆν τε πατρίδα καὶ πόλεις ἀπόδος, ἐπειδὴ καὶ τὸ μήνιμα ἤδη σφίσι πέπαυται τὸ Διοσκούρων”.
而你应当将祖国和城市归还给美塞尼亚人,因为迪奥斯库里对他们的愤怒如今已经平息。
§4.26.7Ἐπαμινώνδᾳ μὲν ταῦτα ἔλεγεν, Ἐπιτέλει δὲ τῷ Αἰσχίνου τάδε ἐμήνυε—στρατηγεῖν δὲ αὐτὸν οἱ Ἀργεῖοι τὸν Ἐπιτέλην καὶ Μεσσήνην ἀνοικίζειν ᾕρηντο— τοῦτον οὖν τὸν ἄνδρα ἐκέλευεν ὁ ὄνειρος, ἔνθα ἂν τῆς Ἰθώμης εὕρῃ πεφυκυῖαν σμίλακα καὶ μυρσίνην, τὸ μέσον ὀρύξαντα αὐτῶν ἀνασῶσαι τὴν γραῦν· κάμνειν γὰρ ἐν τῷ χαλκῷ καθειργμένην θαλάμῳ καὶ ἤδη λιποψυχεῖν αὐτήν.
” 老人对伊帕米农达说了这些话,而对埃斯基内斯之子埃皮特莱斯则启示了以下内容——阿哥斯人曾选举这位埃皮特莱斯担任将军并重建梅塞内——因此梦境命令此人,只要在伊托梅发现长有菝葜和香金娘的地方,就在它们中间掘地,救出那位老妇人;因为她正被关锁在青铜密室中受苦,且已奄奄一息。
ὁ δὲ Ἐπιτέλης, ὡς ἐπελάμβανεν ἡμέρα, παραγενόμενος ἐς τὸ εἰρημένον χωρίον ἐπέτυχεν ὀρύσσων ὑδρίᾳ χαλκῇ, καὶ αὐτίκα παρὰ τὸν Ἐπαμινώνδαν §4.26.8κομίσας τό τε ἐνύπνιον ἐξηγεῖτο καὶ αὐτὸν ἐκεῖνον τὸ πῶμα ἀφελόντα ἐκέλευεν ὅ τι ἐνείη σκοπεῖσθαι.
埃皮特莱斯在拂晓时分来到了指定的地点,通过挖掘,果真发现了一个青铜水瓶,便立刻将其带往伊帕米农达那里,向他陈述了梦境,并请他亲自揭开盖子,查看里面装的是什么。
ὁ δὲ θύσας καὶ εὐξάμενος τῷ πεφηνότι ὀνείρατι ἤνοιγε τὴν ὑδρίαν, ἀνοίξας δὲ εὗρε κασσίτερον ἐληλασμένον ἐς τὸ λεπτότατον· ἐπείλικτο δὲ ὥσπερ τὰ βιβλία.
伊帕米农达在献祭并向显现的梦境祈祷后,打开了水瓶,发现里面有一张被捶打得极薄的锡片;它像书卷一样卷着。
ἐνταῦθα τῶν Μεγάλων θεῶν ἐγέγραπτο ἡ τελετή, καὶ τοῦτο ἦν παρακαταθήκη τοῦ Ἀριστομένους.
上面写着伟大神明们的秘仪,而这正是阿里斯托梅内斯当年留下的寄存物。
τοῦτον τὸν ἐπελθόντα τῷ Ἐπιτέλει καὶ Ἐπαμινώνδᾳ καθεύδουσι Καύκωνα εἶναι λέγουσιν, ὃς ἀφίκετο ἐξ Ἀθηνῶν ἐς Ἀνδανίαν παρὰ Μεσσήνην τὴν Τριόπα.
据说,在埃皮特莱斯和伊帕米农达熟睡时拜访他们的这个人,就是考孔,他曾从雅典来到安达尼亚,拜访特里奥帕斯之女美塞尼。

词汇与语法注释

  1. §4.26.3τὸν Ἡρακλέα ἔδοξε κληθῆναι τὸν Μάντικλον ἐπὶ ξενίᾳ ἐς Ἰθώμην ὑπὸ τοῦ Διός — 由 ἔδοξε 引导的大致为“宾格加不定式”结构,其中 τὸν Ἡρακλέα 作被动不定式 κληθῆναι 的主语(意为“似乎赫拉克勒斯被邀请”)。ὑπὸ τοῦ Διός 与被动不定式连用,表示“被宙斯”。τὸν Μάντικλον 是另一个宾格,与 ἐπὶ ξενίᾳ(“款待、作客”)相关联,表示“为了招待曼提克洛斯”或“与曼提克洛斯一同作为宾客”。
  2. §4.26.3συγγενέσθαι νεκρᾷ τῇ μητρὶ ἐδόκει, συγγενομένου δὲ αὖθίς οἱ τὴν μητέρα ἀναβιῶναι — συγγενομένου 是属格绝对结构,省略了逻辑主语(即科蒙,αὐτοῦ)。与格代词 οἱ 指代科蒙,或修饰整个句子或修饰不定式 ἀναβιῶναι(“母亲为了他而复活”)。在古希腊罗马世界中,“梦见与亡母交合”是一个著名的吉兆,象征着回归或光复祖国(母亲大地),这解释了该梦境为何预示着整个梅塞内的重建,而非仅仅重返纳夫帕克托斯。
  3. §4.26.7τὸ μέσον ὀρύξαντα αὐτῶν ἀνασῶσαι τὴν γραῦν — τὸ μέσον 是分词 ὀρύξαντα(“挖掘”)的直接宾语,与属格 αὐτῶν(“它们”,指菝葜和香金娘)连用,意为“它们之间的中间地带”。“老妇人”(τὴν γραῦν)在此是比喻性用法,指代埋藏于地下的古代宗教秘仪(或美塞尼亚本身的象征),即后来挖出的锡卷。

引用这一段

保萨尼亚斯, 希腊志 §4.26.1-4.26.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:4.26.1-4.26.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。