§4.24.1Ἀριστομένης δὲ ὡς τὴν ἡγεμονίαν ἀπείπατο τῶν ἐς τὴν ἀποικίαν στελλομένων, τὰς θυγατέρας τὴν πρεσβυτάτην καὶ τὴν ἐπὶ ταύτῃ καὶ Ἁγναγόραν τὴν ἀδελφὴν τὴν μὲν Θάρυκι ἐς Φιγαλίαν, Δαμοθοΐδᾳ δὲ Λεπρεάτῃ καὶ Ἡραιεῖ Θεοπόμπῳ τὰς θυγατέρας συνῴκισεν·
阿里斯托梅内斯在辞去前往殖民地者的领袖职务后,便将他的长女、次女以及妹妹阿格纳戈拉嫁了出去:他将妹妹嫁给菲加利亚的塔律克斯,将女儿们分别嫁给勒普雷翁的达莫托伊达斯和赫赖亚的帖奥蓬波斯。
αὐτὸς δὲ ἀφικόμενος ἐς Δελφοὺς ἐχρῆτο τῷ θεῷ.
他自己则前往德尔斐,向神明求取神谕。
καὶ τὸ μὲν τῷ Ἀριστομένει γενόμενον μάντευμα οὐ λέγεται·
而给予阿里斯托梅内斯的神谕内容并未被载录。
§4.24.2Δαμαγήτῳ δὲ Ῥοδίῳ βασιλεύοντι ἐν Ἰαλυσῷ, τότε δὲ ἥκοντι παρὰ τὸν Ἀπόλλωνα καὶ ἐρωτῶντι ὁπόθεν ἀγαγέσθαι χρὴ γυναῖκα, ἔχρησεν ἡ Πυθία θυγατέρα ἀνδρὸς τῶν Ἑλλήνων τοῦ ἀρίστου λαβεῖν.
当时,正在伊阿律索斯统治的罗得斯人达马盖托斯来到阿波罗神庙,询问应当从何处迎娶妻子。 皮提亚给他的神谕是,要迎娶希腊人中最优秀之人的女儿。
ὁ δὲ—ἦν γὰρ καὶ τρίτη τῷ Ἀριστομένει θυγάτηρ— γαμεῖ ταύτην, Ἑλλήνων τῶν τότε ἐκεῖνον μακρῷ δή τινι ἄριστον νομίζων.
而他——因为阿里斯托梅内斯还有第三个女儿——娶了她,因为他认为此人在当时的希腊人中无疑是最优秀的。
Ἀριστομένης δὲ ἐς μὲν τὴν Ῥόδον ἀφίκετο σὺν τῇ θυγατρί, ἐκεῖθεν δὲ ἔς τε Σάρδεις ἐνενόει παρὰ Ἄρδυν τὸν Γύγου καὶ ἐς Ἐκβάτανα τὰ Μηδικὰ ἀναβῆναι παρὰ τὸν βασιλέα Φραόρτην·
阿里斯托梅内斯带着女儿来到罗得斯,并从那里计划前往萨尔德拜访吉格斯之子阿尔迪斯,以及前往米底的埃克巴坦那拜访国王弗拉奥尔特斯。
§4.24.3ἀλλὰ γὰρ πρότερον τούτων συνέπεσεν ἀποθανεῖν αὐτῷ νοσήσαντι, οὐ γὰρ ἔδει συμφορὰν οὐδεμίαν Λακεδαιμονίοις ἔτι ἐξ Ἀριστομένους γενέσθαι.
然而,在这些计划实现之前,他便因病去世了,因为命运注定拉刻代蒙人不会再因阿里斯托梅内斯而遭受任何灾祸。
τελευτήσαντι δὲ αὐτῷ Δαμάγητος καὶ οἱ Ῥόδιοι μνῆμά τε ἐπιφανὲς ἐποίησαν καὶ ἔνεμον ἀπὸ ἐκείνου τιμάς.
在他去世后,达马盖托斯和罗得斯人为他建造了显赫的陵墓,并自那时起向他奉献祭礼和荣誉。
τὰ μὲν δὴ λεγόμενα ἐς τοὺς Διαγορίδας καλουμένους ἐν Ῥόδῳ, γεγονότας δὲ ἀπὸ Διαγόρου τοῦ Δαμαγήτου τοῦ Δωριέως τοῦ Δαμαγήτου τε καὶ τῆς Ἀριστομένους θυγατρός, παρῆκα, μὴ οὐ κατὰ καιρὸν δοκοίην γράφειν·
至于在罗得斯被称为迪亚戈拉斯家族的那些人,即从达马盖托斯与阿里斯托梅内斯之女、多里埃乌斯、达马盖托斯之子迪亚戈拉斯所传下来的后代,关于他们的传说,我在此便不予赘述,以免显得是不合时宜的赘笔。
§4.24.4Λακεδαιμόνιοι δὲ τότε, ὡς ἐπεκράτησαν τῆς Μεσσηνίας, τὴν μὲν ἄλλην πλὴν τῆς Ἀσιναίων αὐτοὶ διελάγχανον, Μοθώνην δὲ Ναυπλιεῦσιν ἐδίδοσαν ἐκπεπτωκόσιν ἐκ Ναυπλίας ἔναγχος ὑπὸ Ἀργείων.
当时,拉刻代蒙人在征服美塞尼亚后,除了阿西奈人的土地外,将其他大部分土地都在自己人当中进行了分配,并将莫托内赠予了不久前被阿耳戈斯人从纳夫普利亚驱逐出来的纳夫普利亚人。
§4.24.5Μεσσηνίων δὲ τοὺς ἐγκαταληφθέντας ἐν τῇ γῇ, συντελοῦντας κατὰ ἀνάγκην ἐς τοὺς εἵλωτας, ἐπέλαβεν ἀπὸ Λακεδαιμονίων ὕστερον ἀποστῆναι κατὰ τὴν ἐνάτην Ὀλυμπιάδα καὶ ἑβδομηκοστήν, ἣν Κορίνθιος ἐνίκα Ξενοφῶν, Ἀρχιμήδους Ἀθήνῃσιν ἄρχοντος·
而留在土地上、被迫沦为黑劳士的美塞尼亚人,后来在第七十九届奥林匹亚期(该届冠军为科林斯人色诺芬,当时雅典的执政官是阿基米德)期间,起兵反抗拉刻代蒙人。
ἀπέστησαν δὲ καιρὸν τοιόνδε εὑρόντες.
他们是乘着如下的机会而起义的。
Λακεδαιμονίων ἄνδρες ἀποθανεῖν ἐπὶ ἐγκλήματι ὅτῳ δὴ καταγνωσθέντες ἱκέται καταφεύγουσιν ἐς Ταίναρον· ἐντεῦθεν δὲ ἡ ἀρχὴ τῶν ἐφόρων ἀπὸ τοῦ βωμοῦ σφᾶς ἀποσπάσασα ἀπέκτεινε.
有一些拉刻代蒙人因某种罪名被判处死刑,他们作为求庇者逃往泰纳隆;但那里的监察官政厅将他们从祭坛上强行拖走并处死了。
§4.24.6Σπαρτιάταις δὲ ἐν οὐδενὶ λόγῳ θεμένοις τοὺς ἱκέτας ἀπήντησεν ἐκ Ποσειδῶνος μήνιμα, καί σφισιν ἐς ἔδαφος τὴν πόλιν πᾶσαν κατέβαλεν ὁ θεός.
斯巴达人对这些求庇者不屑一顾,结果遭到了来自波塞冬的震怒,神明将他们的整座城市彻底震毁(夷为平地)。
ἐπὶ δὲ τῇ συμφορᾷ ταύτῃ καὶ τῶν εἱλώτων ὅσοι Μεσσήνιοι τὸ ἀρχαῖον ἦσαν, ἐς τὸ ὄρος τὴν Ἰθώμην ἀπέστησαν.
在这一灾难之际,黑劳士中那些自古以来就是美塞尼亚人的人,退守到伊托梅山并举行了起义。
Λακεδαιμόνιοι δὲ ἄλλα τε μετεπέμποντο συμμαχικὰ ἐπʼ αὐτοὺς καὶ Κίμωνα τὸν Μιλτιάδου πρόξενόν σφισιν ὄντα καὶ Ἀθηναίων δύναμιν·
拉刻代蒙人召集了其他盟友来对付他们,还召集了担任他们国宾代理人的米尔蒂亚德斯之子金蒙,以及雅典的军队。
ἀφικομένους δὲ τοὺς Ἀθηναίους ὑποπτεῦσαι δοκοῦσιν ὡς τάχα νεωτερίσοντας καὶ ὑπὸ τῆς ὑποψίας ἀποπέμψασθαι μετʼ οὐ πολὺ ἐξ Ἰθώμης.
然而,在雅典人到达后,他们似乎怀疑雅典人会伺机谋反,由于这种猜疑,不久后他们就将雅典人从伊托梅遣送了回去。
§4.24.7Ἀθηναῖοι δὲ τὴν ἐς αὐτοὺς τῶν Λακεδαιμονίων ὑπόνοιαν συνέντες Ἀργείοις τε φίλοι διʼ αὐτὸ ἐγένοντο καὶ Μεσσηνίων τοῖς ἐν Ἰθώμῃ πολιορκουμένοις ἐκπεσοῦσιν ὑποσπόνδοις ἔδοσαν Ναύπακτον, ἀφελόμενοι Λοκροὺς τοὺς πρὸς Αἰτωλίᾳ καλουμένους Ὀζόλας.
雅典人察觉到了拉刻代蒙人对他们的猜疑,因此与阿耳戈斯人结为盟友,并将纳夫帕克托斯赠予了那些在伊托梅被围困、后根据条约撤出的美塞尼亚人,这是他们从埃托利亚邻近的、被称为奥佐拉的洛克里斯人手中夺取过来的。
τοῖς δὲ Μεσσηνίοις παρέσχεν ἀπελθεῖν ἐξ Ἰθώμης τοῦ τε χωρίου τὸ ἐχυρὸν καὶ ἅμα Λακεδαιμονίοις προεῖπεν ἡ Πυθία ἦ μὴν εἶναί σφισι δίκην ἁμαρτοῦσιν ἐς τοῦ Διὸς τοῦ Ἰθωμάτα τὸν ἱκέτην.
而使美塞尼亚人得以从伊托梅撤离的,一方面是由于该地势的险要,另一方面也是由于皮提亚曾警告拉刻代蒙人,如果他们对伊托梅的宙斯的求庇者犯下罪行,必将遭受惩罚。
ὑπόσπονδοι μὲν ἐκ Πελοποννήσου τούτων ἕνεκα ἀφείθησαν·
由于这些原因,他们得以根据条约离开伯罗奔尼撒。