Humanitext Reader

保萨尼亚斯 · 希腊志 §4.23.1-4.23.10

美塞尼亚人移居西西里与赞克勒更名

第 166 段,共 465 段 · 希腊语

内容简介

第二次美塞尼亚战争随着埃拉的陷落而结束,流亡的美塞尼亚人应莱吉翁僭主阿纳克西拉斯的邀请迁往西西里,在赞克勒共同定居并将其改名为美塞内。

§4.23.1τῶν δὲ Μεσσηνίων ὁπόσοι περὶ τὴν Εἶραν ἢ καὶ ἑτέρωθί που τῆς Μεσσηνίας ἐγκατελήφθησαν, τούτους μὲν οἱ Λακεδαιμόνιοι προσένειμαν ἐς τὸ εἱλωτικόν· Πύλιοι δὲ καὶ Μοθωναῖοι καὶ ὅσοι τὰ παραθαλάσσια ᾤκουν, ναυσὶν ὑπὸ τὴν ἅλωσιν τῆς Εἴρας ἀπαίρουσιν ἐς Κυλλήνην τὸ ἐπίνειον τὸ Ἠλείων.
在美塞尼亚人中,凡是在埃拉周围或美塞尼亚其他地方被捕的,拉刻代蒙人都将他们编入黑劳士阶层;而庇洛斯人、莫托奈人以及所有居住在沿海地区的人,在埃拉陷落前夕便乘船启航,前往伊利斯人的港口库勒涅。
ἐκεῖθεν δὲ παρὰ τοὺς ἐν Ἀρκαδίᾳ Μεσσηνίους ἀπέστελλον, ἐθέλοντες κοινῷ στόλῳ χώραν ἔνθα οἰκήσουσιν ἀναζητεῖν, καὶ Ἀριστομένην ἐκέλευον ἡγεῖσθαί σφισιν ἐς ἀποικίαν.
他们从那里派遣使者前往阿卡迪亚的美塞尼亚人处,希望通过共同的船队寻找一处他们将要居住的土地,并请求阿里斯托梅内斯率领他们建立殖民地。
§4.23.2ὁ δὲ αὐτὸς μὲν ἕως ἂν περιῇ, πολεμήσειν Λακεδαιμονίοις ἔφασκεν, ἐπίστασθαι δὲ ἀκριβῶς ὡς ἀεί τι ἀναφύσεται τῇ Σπάρτῃ διʼ αὐτοῦ κακόν· ἐκείνοις δὲ Γόργον καὶ Μάντικλον ἔδωκεν ἡγεμόνας.
但他表示,只要自己还活着,就将与拉刻代蒙人交战,并且他深知,斯巴达必将因他而不断遭受灾祸;但他给他们派了戈尔戈斯和曼蒂克洛斯作为向导。
ὁ δὲ Εὐεργετίδας ἐς μὲν τὸ Λύκαιον σὺν τοῖς ἄλλοις Μεσσηνίοις καὶ αὐτὸς ἀπεχώρησεν· ἐκεῖθεν δέ, ὡς ἑώρα τὸ βούλευμα διαπεπτωκὸς τῷ Ἀριστομένει τὸ ἐς τὴν κατάληψιν τῆς Σπάρτης, ἀναπείσας τῶν Μεσσηνίων ὡς πεντήκοντα ἐπάνεισιν ἐπὶ τοὺς Λακεδαιμονίους ἐς τὴν Εἶραν, καὶ ἐντυχὼν διαρπάζουσιν ἔτι τὰ ἐπινίκια §4.23.3πένθος σφίσιν ἐποίησε.
而埃威尔盖蒂达斯也和其他美塞尼亚人一同退往吕凯翁山;但从那里,当他看到阿里斯托梅内斯夺取斯巴达的计划已经落空时,便说服了大约五十名美塞尼亚人,返回埃拉袭击拉刻代蒙人,并遇到了那些仍在进行战胜庆祝的人,给他们带来了悲哀。
καὶ τὸν μὲν ἐνταῦθα ἐπιλαμβάνει τὸ χρεών, Ἀριστομένης δὲ ὡς τοὺς ἡγεμόνας τοῖς Μεσσηνίοις ἐπέταξεν ἰέναι ἐς Κυλλήνην, ὅστις ἐθέλοι μετέχειν τῆς ἀποικίας.
而他自己也在那里被命运夺去了生命。 至于阿里斯托梅内斯,在为美塞尼亚人指定了向导之后,命令凡是愿意参与殖民的人都前往库勒涅。
καὶ μετέσχον ἅπαντες, πλὴν εἰ γῆράς τινα ἀπεῖργεν ἢ μηδὲ εὐπορῶν ἔτυχεν ἐς τὴν ἀποδημίαν· οὗτοι δὲ αὐτοῦ κατέμειναν παρὰ τοῖς Ἀρκάσιν.
除了那些因年迈受阻或没有旅费的人之外,所有人都参与了;而这些人则留在了当地,寄居在阿卡迪亚人那里。
§4.23.4ἑάλω δὲ ἡ Εἶρα καὶ ὁ πόλεμος ὁ δεύτερος Λακεδαιμονίων καὶ Μεσσηνίων τέλος ἔσχεν Ἀθηναίοις ἄρχοντος Αὐτοσθένους, ἔτει πρώτῳ τῆς ὀγδόης τε καὶ εἰκοστῆς Ὀλυμπιάδος, ἣν ἐνίκα Χίονις Λάκων.
埃拉陷落,拉刻代蒙人与美塞尼亚人的第二次战争宣告结束,当时雅典的执政官是奥托斯泰内斯,时值第二十八届奥林匹亚期的第一年,该届冠军是拉科尼亚人奇奥尼斯。
§4.23.5ὡς δὲ ἐς τὴν Κυλλήνην οἱ Μεσσήνιοι συνελέχθησαν, τὸν μὲν παρόντα χειμῶνα ἔδοξεν αὐτοῦ χειμάζειν, καὶ τὴν ἀγοράν σφισι καὶ χρήματα οἱ Ἠλεῖοι παρεῖχον· ἅμα δὲ τῷ ἦρι ἐβουλεύοντο ποῖ χρὴ σταλῆναι.
当美塞尼亚人在库勒涅集结后,决定在当地度过即将来临的冬天,伊利斯人也为他们提供了市场和资金;春季来临时,他们便商议应当前往何处。
γνῶμαι δὲ ἦσαν Γόργου μὲν Ζάκυνθον τὴν ὑπὲρ Κεφαλληνίας καταλαβόντας καὶ νησιώτας ἀντὶ ἠπειρωτῶν γενομένους ναυσὶν ἐς τὰ παραθαλάσσια τῆς Λακωνικῆς ἐπιπλέοντας κακοῦν τὴν γῆν· Μάντικλος δὲ ἐκέλευε Μεσσήνης μὲν καὶ τοῦ Λακεδαιμονίων ἔχθους λαβεῖν λήθην, πλεύσαντας δὲ ἐς Σαρδὼ κτήσασθαι μεγίστην τε νῆσον καὶ εὐδαιμονίᾳ πρώτην.
戈尔戈斯的意见是:占领凯法利尼亚彼方的扎金索斯,从大陆居民变为岛民,乘船袭击拉科尼亚的沿海地区并蹂躏其土地;而曼蒂克洛斯则劝大家忘记美塞内以及对拉刻代蒙人的仇恨,乘船前往萨尔多,夺取这块最大且最繁荣的岛屿。
§4.23.6ἐν τοσούτῳ δὲ Ἀναξίλας παρὰ τοὺς Μεσσηνίους ἀπέστελλεν ἐς Ἰταλίαν καλῶν.
与此同时,阿纳克西拉斯派使者前往美塞尼亚人处,邀请他们去意大利。
ὁ δὲ Ἀναξίλας ἐτυράννει μὲν Ῥηγίου, τέταρτος δὲ ἀπόγονος ἦν Ἀλκιδαμίδου· μετῴκησε δὲ Ἀλκιδαμίδας ἐκ Μεσσήνης ἐς Ῥήγιον μετὰ τὴν Ἀριστοδήμου τοῦ βασιλέως τελευτὴν καὶ Ἰθώμης τὴν ἅλωσιν.
阿纳克西拉斯统治着莱吉翁,他是阿尔基达米达斯的第四代后裔;阿尔基达米达斯是在国王阿里斯托德摩斯去世及伊托梅陷落之后,从美塞内迁居到莱吉翁的。
οὗτος οὖν ὁ Ἀναξίλας τοὺς Μεσσηνίους μετεπέμπετο· ἐλθοῦσί τε ἔλεγεν ὡς Ζαγκλαῖοι διάφοροι μέν εἰσιν αὐτῷ, χώραν δὲ εὐδαίμονα καὶ πόλιν ἐν καλῷ τῆς Σικελίας ἔχουσιν, ἃ δὴ σφίσιν ἐθέλειν ἔφη συγκατεργασάμενος δοῦναι.
因此,这位阿纳克西拉斯召见美塞尼亚人,在他们到来后告诉他们,赞克勒人与他不和,但他们拥有一片肥沃的土地和一座位于西西里优越地理位置的城市,他表示愿意与他们共同征服此地并赠予他们。
προσεμένων δὲ τὸν λόγον, οὕτως Ἀναξίλας διεβίβασεν ἐς Σικελίαν αὐτούς.
在他们接受了这一建议后,阿纳克西拉斯便这样将他们渡送到了西西里。
§4.23.7Ζάγκλην δὲ τὸ μὲν ἐξ ἀρχῆς κατέλαβον λῃσταί, καὶ ἐν ἐρήμῳ τῇ γῇ τειχίσαντες ὅσον περὶ τὸν λιμένα ὁρμητηρίῳ πρὸς τὰς καταδρομὰς καὶ ἐς τοὺς ἐπίπλους ἐχρῶντο· ἡγεμόνες δὲ ἦσαν αὐτῶν Κραταιμένης Σάμιος καὶ Περιήρης ἐκ Χαλκίδος.
赞克勒起初是被海盗占领的,他们在这片荒凉的土地上,仅在港口周围修筑了堡垒,用作袭击和海上出征的基地;他们的领袖是萨摩斯人克拉泰梅内斯和来自哈尔基斯的佩里埃雷斯。
Περιήρει δὲ ὕστερον καὶ Κραταιμένει καὶ ἄλλους ἐπαγαγέσθαι τῶν Ἑλλήνων ἔδοξεν οἰκήτορας.
后来,佩里埃雷斯和克拉泰梅内斯决定引进其他希腊人作为居民。
§4.23.8τότε δὲ τοὺς Ζαγκλαίους ὅ τε Ἀναξίλας ναυσὶν ἀνταναγομένους ἐνίκησε καὶ οἱ Μεσσήνιοι μάχῃ πεζῇ· Ζαγκλαῖοι δὲ κατὰ γῆν τε ὑπὸ Μεσσηνίων καὶ ναυσὶν ἅμα ἐκ θαλάσσης ὑπὸ Ῥηγίνων πολιορκούμενοι, καὶ ἁλισκομένου σφίσιν ἤδη τοῦ τείχους, ἐπί τε βωμοὺς θεῶν καὶ πρὸς τὰ ἱερὰ καταφεύγουσιν.
当时,阿纳克西拉斯在海上击败了乘船迎战的赞克勒人,美塞尼亚人则在陆战中击败了他们;赞克勒人在陆上被美塞尼亚人包围,在海上同时被莱吉翁人的船只围困,在城墙即将被攻陷之际,他们逃往神明的祭坛和圣所求庇。
Ἀναξίλας μὲν οὖν τοῖς Μεσσηνίοις παρεκελεύετο τούς τε ἱκετεύοντας Ζαγκλαίων ἀποκτείνειν καὶ τοὺς λοιποὺς γυναιξὶν ὁμοῦ καὶ παισὶν ἀνδραποδίσασθαι· §4.23.9Γόργος δὲ καὶ Μάντικλος παρῃτοῦντο Ἀναξίλαν μὴ σφᾶς, ὑπὸ συγγενῶν ἀνδρῶν πεπονθότας ἀνόσια, ὅμοια αὐτοὺς ἐς ἀνθρώπους Ἕλληνας ἀναγκάσαι δρᾶσαι.
于是,阿纳克西拉斯怂恿美塞尼亚人杀死那些在求庇的赞克勒人,并将剩下的人连同妇女和儿童一起贬为奴隶;但戈尔戈斯和曼蒂克洛斯恳求阿纳克西拉斯,不要强迫他们这些曾遭受同族之人不义对待的人,对希腊同胞做出同样不义的事情。
μετὰ δὲ τοῦτο ἤδη τοὺς Ζαγκλαίους ἀνίστασαν ἀπὸ τῶν βωμῶν καὶ ὅρκους δόντες καὶ αὐτοὶ παρʼ ἐκείνων λαβόντες ᾤκησαν ἀμφότεροι κοινῇ· ὄνομα δὲ τῇ πόλει μετέθεσαν Μεσσήνην ἀντὶ Ζάγκλης καλεῖσθαι.
在此之后,他们将赞克勒人从祭坛前扶起,双方互相宣誓,共同居住在一起;并且他们将城市的名字更改为美塞内,以取代赞克勒。
§4.23.10ταῦτα δὲ ἐπὶ τῆς Ὀλυμπιάδος ἐπράχθη τῆς ἐνάτης καὶ εἰκοστῆς, ἣν Χίονις Λάκων τὸ δεύτερον ἐνίκα, Μιλτιάδου παρʼ Ἀθηναίοις ἄρχοντος.
这些事情发生在第二十九届奥林匹亚期,拉科尼亚人奇奥尼斯第二次获得冠军,当时米尔蒂亚德斯在雅典担任执政官。
Μάντικλος δὲ καὶ τὸ ἱερὸν Μεσσηνίοις τοῦ Ἡρακλέους ἐποίησε, καὶ ἔστιν ἐκτὸς τείχους ὁ θεὸς ἱδρυμένος, Ἡρακλῆς καλούμενος Μάντικλος, καθάπερ γε καὶ Ἄμμων ἐν Λιβύῃ καὶ ὁ ἐν Βαβυλῶνι Βῆλος ὁ μὲν ἀπὸ ἀνδρὸς Αἰγυπτίου Βήλου τοῦ Λιβύης ὄνομα ἔσχεν, Ἄμμων δὲ ἀπὸ τοῦ ἱδρυσαμένου ποιμένος.
曼蒂克洛斯还为美塞尼亚人建造了赫拉克勒斯的圣所,神像立在城墙之外,被称为“曼蒂克洛斯·赫拉克勒斯”,正如利比亚的阿门和巴比伦的贝洛斯一样——后者得名于埃及人贝洛斯(利比亚之子),阿门则得名于建立它的牧羊人。
Μεσσηνίοις μὲν οὖν τοῖς φεύγουσιν ἐγεγόνει πέρας τῆς ἄλης·
因此,对于流亡的美塞尼亚人而言,他们的流浪生涯终于画上了句号。

词汇与语法注释

  1. §4.23.1ὑπὸ τὴν ἅλωσιν — 介词 `ὑπό` 接宾格表示时间时,既可以指“在……之前不久”,也可以指“在……之后不久”。在此处,它指的是在埃拉陷落(`ἅλωσις`)发生或即将发生的那一刻,他们乘船逃离。
  2. §4.23.2διαπεπτωκὸς — 动词 `διαπίπτω`(失败、破灭)的完成时分词,用作知觉动词 `ἑώρα`(`ὁράω` 的未完成过去时)的宾语补足语(间接陈述分词句法),表示“他看到计划处于已经落空的状态”。
  3. §4.23.3τὸ χρεών — 源自无人称动词 `χρή`(必须)的中性名词(本为中性分词),意为“命运”或“死亡”。在此作为主语,以宾格的 `τὸν μὲν`(指埃威尔盖蒂达斯)为直接宾语,意为“死神夺去了他”,即他在战斗中阵亡。
  4. §4.23.6ἃ δὴ σφίσιν ἐθέλειν ἔφη συγκατεργασάμενος δοῦναι — 关系代词 `ἃ`(中性复数,形式上修饰并指代前文的 `χώραν ... καὶ πόλιν`)是不定式 `δοῦναι` 的直接宾语。`ἐθέλειν` 的逻辑主语因与 `ἔφη` 的主语(阿纳克西拉斯)一致而省略,因此与之呼应的分词 `συγκατεργασάμενος` 使用主格。而 `σφίσιν`(间接宾语)指代美塞尼亚人。
  5. §4.23.9μὴ σφᾶς ... ἀναγκάσαι — 附属于表示恳求的动词 `παραιτέομαι` (`παρῃτοῦντο`) 的不定式从句。否定词 `μή` 的使用表达了禁止或避免某事的意愿(“恳求他不要强迫他们”)。`σφᾶς`(第三人称复数反身代词宾格,指美塞尼亚人自己)是不定式 `ἀναγκάσαι` 的逻辑主语(对格主语)。

引用这一段

保萨尼亚斯, 希腊志 §4.23.1-4.23.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:4.23.1-4.23.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。