Humanitext Reader

保萨尼亚斯 · 希腊志 §4.25.1-4.25.10

美塞尼亚人占领奥伊尼亚代与突围

第 168 段,共 465 段 · 希腊语

内容简介

美塞尼亚人在占领纳夫帕克托斯后,远征并占领了阿卡纳尼亚的奥伊尼亚代,但随后遭到阿卡纳尼亚联军的围困。在经历激战且粮食耗尽后,他们于夜间突围,安全返回纳夫帕克托斯。

§4.25.1ἐπεὶ δὲ ἔσχον τὴν Ναύπακτον, οὐκ ἀπέχρη πόλιν τε αὐτοῖς καὶ χώραν εἰληφέναι παρὰ Ἀθηναίων, ἀλλὰ σφᾶς πόθος εἶχεν ἰσχυρὸς χερσὶ ταῖς αὑτῶν φανῆναι λόγου τι κεκτημένους ἄξιον.
当他们占领纳夫帕克托斯后,仅从雅典人那里获得城市和土地并不能满足他们,而是有一种强烈的渴望支配着他们,想要靠自己的双手展现出他们获得了值得称道的名声。
καὶ ἠπίσταντο γὰρ Οἰνιάδας Ἀκαρνάνων γῆν τε ἔχοντας ἀγαθὴν καὶ Ἀθηναίοις διαφόρους τὸν πάντα ὄντας χρόνον, στρατεύουσιν ἐπʼ αὐτούς.
由于他们得知阿卡纳尼亚人的奥伊尼亚代不仅拥有一片肥沃的土地,而且一直以来都与雅典人敌对,便对他们发动了远征。
ὄντες δὲ ἀριθμῷ μὲν οὐ πλείους, ἀρετῇ δὲ καὶ πολὺ ἀμείνονες τῇ σφετέρᾳ νικῶσι, καὶ ἐπολιόρκουν κατακεκλειμένους ἐς τὸ τεῖχος.
虽然他们在人数上并不占优势,但凭借自身卓越的勇武,他们大获全胜,并将敌军围困在城墙之内。
§4.25.2τὸ δὲ ἐντεῦθεν, οὐ γάρ τι τῶν τοῖς ἀνθρώποις εὑρημένων ἐς πολιορκίαν οἱ Μεσσήνιοι παρίεσαν, ἀλλὰ καὶ κλίμακας προστιθέντες ἐπειρῶντο ὑπερβαίνειν ἐς τὴν πόλιν καὶ ὑπώρυσσον κάτωθεν τὸ τεῖχος, μηχανήματά τε, ὁποῖα ἐνῆν διʼ ὀλίγου παρασκευάσασθαι, προσαγαγόντες ἀεί τι ἤρειπον· δείσαντες δὲ οἱ ἔνδον μὴ ἁλούσης τῆς πόλεως αὐτοί τε ἀπόλωνται καὶ αἱ γυναῖκές σφισι καὶ οἱ παῖδες ἐξανδραποδισθῶσιν, εἵλοντο ἀπελθεῖν ὑπόσπονδοι.
此后,美塞尼亚人没有放过人类为围城战所发明的一切手段,他们不仅架设梯子试图翻越入城,还从下方挖掘城墙,并运来那些能在短时间内准备好的器械,不断地摧毁部分墙体;城内的人害怕城市一旦陷落,他们自己会被消灭,而他们的妻子和孩子会被卖为奴隶,于是选择在条约保护下撤离。
§4.25.3καὶ ἐνιαυτὸν μὲν μάλιστα οἱ Μεσσήνιοι κατέσχον τὴν πόλιν καὶ ἐνέμοντο τὴν χώραν· τῷ δὲ ἔτει τῷ ὑστέρῳ δύναμιν οἱ Ἀκαρνᾶνες ἀπὸ πασῶν συλλέξαντες τῶν πόλεων ἐβουλεύοντο ἐπὶ τὴν Ναύπακτον στρατεύειν.
美塞尼亚人占领该城并耕作其土地大约有一年之久;但在次年,阿卡纳尼亚人从所有城市中集结了军队,商议要远征纳夫帕克托斯。
καὶ τοῦτο μὲν ἀπέδοξεν αὐτοῖς τήν τε πορείαν ὁρῶσιν, ὅτι ἔσεσθαι διʼ Αἰτωλῶν ἔμελλε πολεμίων ἀεί ποτε ὄντων, καὶ ἅμα τοὺς Ναυπακτίους κεκτῆσθαί τι ναυτικὸν ὑπώπτευον, ὥσπερ γε καὶ εἶχον, ἐπικρατούντων δὲ ἐκείνων τῆς θαλάσσης οὐδὲν εἶναι κατεργάσασθαι μέγα οὐδὲ στρατῷ πεζῷ· §4.25.4μετεβουλεύετό τε δή σφισι καὶ αὐτίκα ἐπὶ Μεσσηνίους τρέπονται τοὺς ἐν Οἰνιάδαις.
然而,他们放弃了这一计划,因为他们看到行军将不得不经过一直以来都是敌人的埃托利亚人的土地,同时他们怀疑纳夫帕克托斯人拥有一支海军(事实也确实如此),而在对方控制海洋的情况下,即使动用陆军也无法取得重大成果;于是他们改变了计划,立刻转向进攻在奥伊尼亚代的美塞尼亚人。
καὶ οἱ μὲν ὡς πολιορκήσοντες παρεσκευάζοντο· οὐ γάρ ποτε ὑπελάμβανον ἄνδρας οὕτως ὀλίγους ἐς τοσοῦτον ἀπονοίας ἥξειν ὡς μαχέσασθαι πρὸς τὴν Ἀκαρνάνων ἁπάντων στρατιάν.
他们做好了围城的准备;因为他们绝没有料到,如此少数的人会陷入这般疯狂的境地,竟敢与全体阿卡纳尼亚人的军队交战。
οἱ δὲ Μεσσήνιοι προητοιμασμένοι μὲν καὶ σῖτον καὶ τὰ ἄλλα ἦσαν ὁπόσα εἰκὸς ἦν, πολιορκίας πειράσεσθαι μακροτέρας ἐλπίζοντες· §4.25.5παρίστατο δέ σφισι πρὸ τῆς μελλούσης πολιορκίας ἀγῶνα ἐκ τοῦ φανεροῦ ποιήσασθαι, μηδὲ ὄντας Μεσσηνίους, οἳ μηδὲ Λακεδαιμονίων ἀνδρίᾳ, τύχῃ δὲ ἠλαττώθησαν, καταπεπλῆχθαι τὸν ἥκοντα ὄχλον ἐξ Ἀκαρνανίας· τό τε Ἀθηναίων ἐν Μαραθῶνι ἔργον ἀνεμιμνήσκοντο, ὡς μυριάδες τριάκοντα ἐφθάρησαν τῶν Μήδων ὑπὸ ἀνδρῶν οὐδὲ ἐς μυρίους ἀριθμόν.
而美塞尼亚人则预先准备好了粮食和一切合理所需的物资,因为他们预期会经历一场较长的围城战;但在即将到来的围城战之前,他们决定公开进行决战,他们认为,作为美塞尼亚人——他们并非在勇武上,而是在运气上败给了拉刻代蒙人——绝不应该被来自阿卡纳尼亚的这群乌合之众所吓倒;他们还想起了雅典人在马拉松的壮举,即不到一万人的队伍是如何歼灭了三十万米底大军的。
§4.25.6καθίσταντό τε δὴ τοῖς Ἀκαρνᾶσιν ἐς ἀγῶνα καὶ ὁ τρόπος λέγεται τῆς μάχης γενέσθαι τοιόσδε.
于是他们与阿卡纳尼亚人展开了决战,据传战斗的过程如下。
οἳ μέν, ἅτε πλήθει προέχοντες πολύ, οὐ χαλεπῶς περιέβαλον τοὺς Μεσσηνίους, πλὴν ὅσον αἱ πύλαι τε ἀπεῖργον κατὰ νώτου τοῖς Μεσσηνίοις γινόμεναι καὶ οἱ ἀπὸ τοῦ τείχους τοῖς σφετέροις προθύμως ἀμύνοντες· ταύτῃ μὲν δὴ μὴ περισχεθῆναι σφᾶς ἐκώλυε, τὰ δὲ πλευρὰ ἀμφότερα ἐκυκλώσαντο αὐτῶν οἱ Ἀκαρνᾶνες καὶ ἐσηκόντιζον πανταχόθεν.
阿卡纳尼亚人由于在人数上占据绝对优势,轻而易举地包围了美塞尼亚人,唯独城门保护着美塞尼亚人的后方,且城墙上的人也在极力掩护自己的同胞;这确实阻止了他们在那一方位被包围,但阿卡纳尼亚人包围了他们的两侧,并从四面八方投掷标枪。
§4.25.7οἱ δὲ Μεσσήνιοι συνεστραμμένοι μετʼ ἀλλήλων, ὁπότε ἀθρόοι τοῖς Ἀκαρνᾶσιν ἐμπέσοιεν, ἐτάρασσον μὲν τοὺς κατὰ ταὐτὸ ἑστηκότας καὶ ἐφόνευόν τε αὐτῶν καὶ ἐτίτρωσκον πολλούς, τελέαν δὲ οὐκ ἐδύναντο ἐργάσασθαι φυγήν· ὅπου γὰρ τῆς τάξεως αἴσθοιντό τι οἱ Ἀκαρνᾶνες τῆς αὑτῶν ὑπὸ τῶν Μεσσηνίων διασπώμενον, κατὰ τοῦτο ἀμύνοντες τοῖς βιαζομένοις αὑτῶν ἀνεῖργον τοὺς Μεσσηνίους ἐπικρατοῦντες τῷ πλήθει.
而美塞尼亚人则紧密地团结在一起,每当他们集成合力冲向阿卡纳尼亚人时,就会打乱迎面之敌的阵脚,并杀伤了他们中的许多人,但他们无法使其完全溃败;因为每当阿卡纳尼亚人察觉到自己的防线有某个部分正被美塞尼亚人突破时,就会在那个地方增援受压迫的己方士兵,凭借人数优势阻挡住美塞尼亚人。
§4.25.8οἱ δὲ ὁπότε ἀνακοπεῖεν, κατʼ ἄλλο αὖθις πειρώμενοι διακόψαι τὴν Ἀκαρνάνων φάλαγγα τὸ αὐτὸ ἂν ἔπασχον· ὅτῳ μὲν προσβάλλοιεν, διέσειόν τε καὶ τροπὴν ἐπὶ βραχὺ ἐποίουν, ἐπιρρεόντων δὲ αὖθις κατὰ τοῦτο σπουδῇ τῶν Ἀκαρνάνων ἀπετρέποντο ἄκοντες.
每当他们被击退,并在另一个地方再次试图突破阿卡纳尼亚人的方阵时,他们都会遭遇同样的情况;不论他们进攻何处,他们都会动摇敌人并使其发生短暂的退却,但当阿卡纳尼亚人再次迅速涌向该点时,他们便被迫违心地撤回。
γενομένου δὲ ἰσορρόπου τοῦ ἀγῶνος ἄχρι ἑσπέρας καὶ Ἀκαρνᾶσιν ὑπὸ τὴν ἐπιοῦσαν νύκτα ἐπελθούσης δυνάμεως ἀπὸ τῶν πόλεων, οὕτω τοῖς Μεσσηνίοις περιειστήκει πολιορκία.
战斗势均力敌地持续到黄昏,随着夜幕降临,来自各城市的援军到达了阿卡纳尼亚人那里,于是美塞尼亚人就这样陷入了包围。
§4.25.9καὶ ἁλῶναι μὲν κατὰ κράτος τὸ τεῖχος ἢ ὑπερβάντων τῶν Ἀκαρνάνων ἢ καὶ ἀπολιπεῖν βιασθεῖσιν αὐτοῖς τὴν φρουρὰν δέος ἦν οὐδέν· τὰ δὲ ἐπιτήδειά σφισι πάντα ὁμοίως ὀγδόῳ μηνὶ ἐξανήλωτο.
阿卡纳尼亚人无论是通过翻越城墙强攻夺取该城,还是迫使他们自己放弃防守,这两种危险都完全不存在;但到了第八个月,他们的所有物资同样耗尽了。
ἐς μὲν δὴ τοὺς Ἀκαρνᾶνας ἐχρῶντο ἀπὸ τοῦ τείχους χλευασίᾳ, μὴ σφᾶς τὰ σιτία προδοῦναί ποτε ἂν μηδὲ ἐς ἔτος δέκατον πολιορκουμένους· §4.25.10αὐτοὶ δὲ περὶ ὕπνον πρῶτον ἐξελθόντες ἐκ τῶν Οἰνιαδῶν, καὶ γενομένης τοῦ δρασμοῦ σφῶν τοῖς Ἀκαρνᾶσιν αἰσθήσεως ἐς μάχην ἀναγκασθέντες ἀφικέσθαι, περὶ τριακοσίους μὲν ἀποβάλλουσι καὶ πλείονας ἔτι αὐτοὶ τῶν ἐναντίων κατεργάζονται, τὸ δὲ πολὺ αὐτῶν διεκπίπτουσι διὰ τῶν Ἀκαρνάνων καὶ ἐπιλαμβανόμενοι τῆς Αἰτωλῶν ἐχόντων σφίσιν ἐπιτηδείως ἐς τὴν Ναύπακτον ἀνασώζονται.
他们确实在城墙上对阿卡纳尼亚人进行嘲讽,声称即便被围困到第十个年,他们的粮食也绝不会告罄;但他们自己在初更时分撤出了奥伊尼亚代,而当他们的逃跑被阿卡纳尼亚人察觉并被迫交战时,他们损失了大约三百人,却消灭了更多的敌军,他们的大多数人冲破了阿卡纳尼亚人的重围,并到达了对他们友好的埃托利亚人的领土,从而安全返回了纳夫帕克托斯。

词汇与语法注释

  1. §4.25.1λόγου τι κεκτημένους ἄξιον — λόγου 是由形容词 ἄξιον(值得)支配的属格。τι 修饰 ἄξιον(某种值得的东西),共同构成短语 τι λόγου ἄξιον(值得称道的事物)。κεκτημένους 是完成时分词(宾格复数阳性),与不定式 φανῆναι(表现出)的主语 σφᾶς 一致。
  2. §4.25.5μηδὲ ὄντας Μεσσηνίους ... καταπεπλῆχθαι — 这是一个依赖于主动词 παρίστατο(“他们心中产生想法,决定”)的“宾格加不定式”结构。不定式的主语是 ὄντας Μεσσηνίους(“作为美塞尼亚人”),不定式是 καταπεπλῆχθαι(“感到恐惧”)。否定词 μηδέ(“也不”)修饰不定式,构成“作为美塞尼亚人,他们不应当感到恐惧的想法在他们心中产生”的结构。
  3. §4.25.8ὅτῳ μὲν προσβάλλοιεν ... τὸ αὐτὸ ἂν ἔπασχον — ὅτῳ μὲν προσβάλλοιεν, 是带有希求语气的关系从句,表示过去的一般条件(反复发生的动作)。这与主句中的 ἂν ἔπασχον(ἄν 加上直说式未完成过去时)相呼应,后者同样表示过去反复发生的动作(“总是遭受同样的遭遇”),共同构成描述过去习惯性或重复性事件的句式:“每当他们进攻……他们就会遭受同样的情况。”

引用这一段

保萨尼亚斯, 希腊志 §4.25.1-4.25.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:4.25.1-4.25.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。