§4.17.1ἔστι δὲ Αἴγιλα τῆς Λακωνικῆς, ἔνθα ἱερὸν ἵδρυται ἅγιον Δήμητρος.
拉科尼亚有一个名叫埃吉拉的地方,那里建有得墨忒耳的神圣圣所。
ἐνταῦθα ἐπιστάμενος ὁ Ἀριστομένης καὶ οἱ σὺν αὐτῷ τὰς γυναῖκας ἀγούσας ἑορτὴν ἀμύνεσθαι τῶν γυναικῶν οὐκ ἄνευ τῆς θεοῦ προαχθεισῶν λαμβάνουσιν οἱ πολλοὶ τῶν Μεσσηνίων τραύματα μαχαίραις τε, αἷς τὰ ἱερεῖα αἱ γυναῖκες ἔθυον, καὶ ὀβελοῖς, οἷς τὰ κρέα ἔπειρον ὀπτῶσαι· τὸν δὲ Ἀριστομένην τύπτουσαι ταῖς δᾳσὶ ζῶντα αἱροῦσιν.
在那里,阿里斯托梅内斯和他的部下得知妇女们正在过节,[企图抓捕她们],但由于妇女们在女神的庇佑下奋起自卫,大多数美塞尼亚人被妇女们用来宰杀牺牲的刀以及用来串肉烧烤的签子刺伤;她们用火把殴打阿里斯托梅内斯,并将他活捉。
ἀπεσώθη δὲ ὅμως τῆς αὐτῆς ἐκείνης νυκτὸς ἐς τὴν Μεσσηνίαν.
然而,他仍在同一个夜晚安全逃回了美塞尼亚。
ἀφεῖναι δὲ αὐτὸν ἱέρεια τῆς Δήμητρος αἰτίαν ἔσχεν Ἀρχιδάμεια· ἀφῆκε δὲ οὐκ ἐπὶ χρήμασιν, ἀλλὰ ἐρῶσα ἔτυχεν αὐτοῦ πρότερον ἔτι, προὐφασίζετο δὲ ὡς Ἀριστομένης διακούσας τὰ δεσμὰ ἀποδρὰς οἴχοιτο.
得墨忒耳的女祭司阿尔基达梅亚被指控释放了他;但她释放他并非为了金钱,而是因为她在此前就爱慕他,她借口说阿里斯托梅内斯烧断了绳索逃之夭夭。
§4.17.2τρίτῳ δὲ ἔτει τοῦ πολέμου μελλούσης γίνεσθαι συμβολῆς ἐπὶ τῇ καλουμένῃ Μεγάλῃ τάφρῳ καὶ Μεσσηνίοις Ἀρκάδων βεβοηθηκότων ἀπὸ πασῶν τῶν πόλεων, Ἀριστοκράτην τὸν Ἱκέτα Τραπεζούντιον, βασιλέα τῶν Ἀρκάδων καὶ στρατηγὸν ὄντα ἐν τῷ τότε, διαφθείρουσιν οἱ Λακεδαιμόνιοι χρήμασι.
在战争的第三年,当冲突即将在所谓的‘大壕沟’发生,且阿卡迪亚人已从所有城市赶来援助美塞尼亚人时,拉刻代蒙人用金钱收买了我克塔斯之子、特拉佩祖斯人阿里斯托克拉特斯,他当时是阿卡迪亚人的国王兼将军。
πρῶτοι γὰρ ὧν ἴσμεν Λακεδαιμόνιοι πολεμίῳ ἀνδρὶ δῶρα ἔδοσαν, καὶ ὤνιον πρῶτοι κατεστήσαντο εἶναι τὸ κράτος τὸ ἐν τοῖς ὅπλοις·
因为在我们的见闻中,拉刻代蒙人是第一批向敌方人员赠送礼物的人,也是第一批让武器统治下的胜利成为可买卖商品的人。
§4.17.3πρὶν δὲ ἢ παρανομῆσαι Λακεδαιμονίους ἐς τὸν Μεσσηνίων πόλεμον καὶ Ἀριστοκράτους τοῦ Ἀρκάδος τὴν προδοσίαν, ἀρετῇ τε οἱ μαχόμενοι καὶ τύχαις ἐκ τοῦ θεοῦ διεκρίνοντο.
在拉刻代蒙人于美塞尼亚战争中违背法度以及阿卡迪亚人阿里斯托克拉特斯进行叛国之前,战斗者们是凭借自身的勇武和神明所赐的命运来决定胜负的。
φαίνονται δὲ οἱ Λακεδαιμόνιοι καὶ ὕστερον, ἡνίκα ἐπὶ Αἰγὸς ποταμοῖς ταῖς Ἀθηναίων ναυσὶν ἀνθώρμουν, ἄλλους τε τῶν στρατηγούντων Ἀθηναίοις καὶ Ἀδείμαντον ἐξωνησάμενοι.
显然,拉刻代蒙人在后来也同样这样做过,当时他们在羊河(Aegospotami)与阿太乃人的船只对峙,收买了阿德曼托斯以及其他阿太乃人的将领。
§4.17.4περιῆλθε μέντοι καὶ αὐτοὺς Λακεδαιμονίους ἀνὰ χρόνον ἡ Νεοπτολέμειος καλουμένη τίσις.
然而,随着时间的推移,所谓的‘尼奥普托勒摩斯式报复’也降临到了拉刻代蒙人自己身上。
Νεοπτολέμῳ γὰρ τῷ Ἀχιλλέως, ἀποκτείναντι Πρίαμον ἐπὶ τῇ ἐσχάρᾳ τοῦ Ἑρκείου, συνέπεσε καὶ αὐτὸν ἐν Δελφοῖς πρὸς τῷ βωμῷ τοῦ Ἀπόλλωνος ἀποσφαγῆναι· καὶ ἀπὸ τούτου τὸ παθεῖν ὁποῖόν τις καὶ ἔδρασε Νεοπτολέμειον τίσιν ὀνομάζουσι.
因为阿喀琉斯之子尼奥普托勒摩斯在庭院守护神宙斯的祭坛旁杀死了普里阿摩斯,他自己也同样在德尔斐的阿波罗祭坛旁被屠杀;由此,人们将遭受与自己所施加的相同的待遇称为‘尼奥普托勒摩斯式报复’。
§4.17.5τοῖς οὖν Λακεδαιμονίοις, ὅτε δὴ μάλιστα ἤνθησαν καὶ Ἀθηναίων τε τὸ ναυτικὸν καθῃρήκεσαν καὶ Ἀγησίλαος κεχείρωτο τὰ πολλὰ ἤδη τῆς Ἀσίας, τότε σφίσι τὴν ἀρχὴν πᾶσαν οὐκ ἐξεγένετο ἀφελέσθαι τὸν Μῆδον, ἀλλὰ σφᾶς ὁ βάρβαρος περιῆλθε τῷ ἐκείνων εὑρήματι, ἐς Κόρινθον καὶ Ἄργος καὶ ἐς Ἀθήνας τε καὶ Θήβας χρήματα ἀποστείλας·
因此,对于拉刻代蒙人而言,正是当他们最繁荣、摧毁了阿太乃人的海军,且阿格西劳斯已经征服了亚洲的大部分地区时,他们却没能从波斯人(美底亚人)手中夺走整个帝国;相反,蛮族利用他们自己的发明击败了他们,将资金送往科林斯、阿耳戈斯、阿太乃和底比斯。
ὅ τε ὀνομαζόμενος Κορινθιακὸς πόλεμος ἀπὸ τούτων ἐξήφθη τῶν χρημάτων, ὡς ἀπολείπειν Ἀγησίλαον ἀναγκασθῆναι τὰ ἐν τῇ Ἀσίᾳ.
而所谓的科林斯战争就是由这些资金点燃的,以至于阿格西劳斯被迫放弃在亚洲的事业。
§4.17.6Λακεδαιμονίοις μὲν τὸ ἐς Μεσσηνίους σόφισμα ὁ δαίμων ἔμελλεν αὐτοῖς ἀποφανεῖν συμφοράν· Ἀριστοκράτης δὲ ὡς τὰ χρήματα ἐδέξατο ἐκ Λακεδαίμονος, τὸ μὲν παραυτίκα ἔκρυπτεν ἐς τοὺς Ἀρκάδας οἷα ἐπεβούλευε, μελλόντων δὲ ἐς χεῖρας ἤδη συνέρχεσθαι, τηνικαῦτα ἐξεφόβησεν αὐτοὺς ὡς ἐν δυσχωρίᾳ τέ εἰσιν ἀπειλημμένοι καὶ ἀναχώρησις οὐκ ἔσται αὐτοῖς, ἢν κρατηθῶσιν, τά τε ἱερά σφισιν οὐκ ἔφη γεγονέναι κατὰ γνώμην.
神灵注定要向拉刻代蒙人表明,他们针对美塞尼亚人的诡计将成为他们自己的灾难;而阿里斯托克拉特斯在收到来自拉刻代蒙的金钱时,起初向阿卡迪亚人隐瞒了自己的企图,但当双方即将交手时,他便恐吓他们,称他们被困于险要之地,一旦战败将无路可退,并声称祭祀的征兆不合心意。
ἐκέλευεν οὖν πάντα τινά, ἐπειδὰν αὐτὸς σημήνῃ, φυγῇ χρῆσθαι.
因此,他命令每一个人,一旦他自己发出信号,就立刻逃跑。