§4.1.1Μεσσηνίοις δὲ πρὸς τὴν σφετέραν τὴν ἀπονεμηθεῖσαν ὑπὸ τοῦ βασιλέως ἐς τὸ Λακωνικὸν ὅροι κατὰ τὴν Γερηνίαν εἰσὶν ἐφʼ ἡμῶν ἡ ὀνομαζομένη Χοίριος νάπη.
对于美塞尼亚人而言,关于皇帝分派给他们作为拉科尼亚一部分的领土,其边界是靠近格雷尼亚、在我们的时代被称为“科伊里奥斯·纳佩”的地方。
ταύτην τὴν χώραν ἔρημον οὖσαν οὕτω σχεῖν τοὺς πρώτους λέγουσιν οἰκήτορας·
人们说,最初的定居者在土地还荒无一人时,是通过以下方式获得这片土地的。
ἀποθανόντος Λέλεγος, ὃς ἐβασίλευεν ἐν τῇ νῦν Λακωνικῇ, τότε δὲ ἀπʼ ἐκείνου Λελεγίᾳ καλουμένῃ, Μύλης μὲν πρεσβύτερος ὢν τῶν παίδων ἔσχε τὴν ἀρχήν, Πολυκάων δὲ νεώτερός τε ἦν ἡλικίᾳ καὶ διʼ αὐτὸ ἰδιώτης, ἐς ὃ Μεσσήνην τὴν Τριόπα τοῦ Φόρβαντος ἔλαβε γυναῖκα ἐξ Ἄργους.
当勒莱克斯去世时——他曾在如今被称为拉科尼亚、而当时因他而被称为勒莱吉亚的地方做王——其长子缪莱斯继承了王权,而波吕卡翁因年龄较小而只是一名普通平民,直到他从阿尔戈斯迎娶了福尔巴斯之子特里奥斯之女美塞涅为妻。
§4.1.2φρονοῦσα δὲ ἡ Μεσσήνη διὰ τὸν πατέρα, ἀξιώματι καὶ δυνάμει τῶν τότε προέχοντα Ἑλλήνων, οὐκ ἠξίου τὸν ἄνδρα ἰδιωτεύειν.
然而美塞涅因她的父亲(在当时希腊人中声望和权力均首屈一指)而心高气傲,认为自己的丈夫不应做一个普通平民。
ἀθροίσαντες δὲ ἔκ τε Ἄργους δύναμιν καὶ ἐκ Λακεδαίμονος ἀφίκοντο ἐς ταύτην τὴν χώραν, καὶ συμπάσῃ μὲν ἐτέθη τῇ γῇ Μεσσήνη τὸ ὄνομα ἀπὸ τῆς Πολυκάονος γυναικός, πόλεις δὲ ἄλλαι τε ἐκτίσθησαν καὶ—ἔνθα τὰ βασίλεια κατεσκευάσθη σφίσιν—Ἀνδανία.
他们从阿尔戈斯和拉刻代蒙集结了一支力量,来到这片土地,并根据波吕卡翁的妻子的名字,将整片土地命名为美塞涅,并且建立起了其他的城市,特别是安达尼亚,即他们建造宫殿的地方。
§4.1.3πρὸ δὲ τῆς μάχης, ἣν Θηβαῖοι πρὸς Λακεδαιμονίους ἐμαχέσαντο ἐν Λεύκτροις, καὶ τοῦ οἰκισμοῦ Μεσσήνης τῆς ἐφʼ ἡμῶν ὑπὸ τῇ Ἰθώμῃ, πόλιν οὐδεμίαν πω κληθῆναι πρότερον δοκῶ Μεσσήνην·
但在泰拜人与拉刻代蒙人在雷克特拉交战、以及在我们这个时代伊索梅山下的美塞涅城建立之前,我相信在此之前还没有任何城市被称为美塞涅;而我尤其根据荷马的史诗作此推测。
εἰκάζω δὲ οὐχ ἥκιστα Ὁμήρου τοῖς ἔπεσιν. ἐν μὲν γὰρ καταλόγῳ τῶν ἐς Ἴλιον ἀφικομένων Πύλον καὶ Ἀρήνην καὶ ἄλλας καταλέγων οὐδεμίαν πόλιν Μεσσήνην ἐκάλεσεν· ἐν Ὀδυσσείᾳ δὲ δηλοῖ μὲν καὶ ἐν τῷδε ἔθνος καὶ οὐ πόλιν τοὺς Μεσσηνίους ὄντας,
"
μῆλα γὰρ ἐξ Ἰθάκης Μεσσήνιοι ἄνδρες ἄειραν,
" §4.1.4σαφέστερον δὲ ἔτι περὶ τοῦ τόξου λέγων τοῦ Ἰφίτου
"
τὼ δʼ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιιν
οἴκῳ ἐν Ὀρτιλόχοιο.
因为在前往伊利翁者的船名录中,他虽列举了皮洛斯、阿雷涅及其他城市,却未将任何城市称为美塞涅;而在《奥德赛》中,他也在这一段里表明了美塞尼亚人是一个部族,而不是一个城市:“因美塞尼亚人从伊萨卡掠走了羊群,” 而在谈到伊菲托斯的弓时更为清楚:“此二人于美塞涅相遇,在奥尔提洛科斯的家中。
"
τοῦ γὰρ Ὀρτιλόχου τὸν οἶκον ἐν τῇ Μεσσήνῃ πόλισμα εἴρηκε τὰς Φηράς, καὶ τόδε ἐξηγήσατο αὐτὸς ἐν Πεισιστράτου παρὰ Μενέλαον ἀποδημίᾳ· "
ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα,
υἱέος Ὀρτιλόχοιο. "
”因为他称美塞涅的奥尔提洛科斯之家为费赖镇,并且他自己在庇西特拉托前往墨涅拉俄斯处的旅程中作了解释:“及至费赖,抵达奥尔提洛科斯之子迪奥克莱斯府邸。
§4.1.5πρῶτοι δʼ οὖν βασιλεύουσιν ἐν τῇ χώρᾳ ταύτῃ Πολυκάων τε ὁ Λέλεγος καὶ Μεσσήνη γυνὴ τοῦ Πολυκάονος.
” 总之,在这片土地上最初统治的是勒莱克斯之子波吕卡翁,以及波吕卡翁的妻子美塞涅。
παρὰ ταύτην τὴν Μεσσήνην τὰ ὄργια κομίζων τῶν Μεγάλων θεῶν Καύκων ἦλθεν ἐξ Ἐλευσῖνος ὁ Κελαινοῦ τοῦ Φλύου.
向这位美塞涅,卡乌孔(弗吕奥斯之子凯莱诺斯之子)从埃勒乌西斯走来,带来了伟大诸神仪轨。
Φλῦον δὲ αὐτὸν Ἀθηναῖοι λέγουσι παῖδα εἶναι Γῆς· ὁμολογεῖ δέ σφισι καὶ ὕμνος Μουσαίου Λυκομίδαις ποιηθεὶς ἐς Δήμητρα.
雅典人说,这位弗吕奥斯是大地之子;而穆塞奥斯为吕科米代家族创作的向德墨忒尔致敬的颂歌也与他们的说法一致。
§4.1.6τὴν δὲ τελετὴν τῶν Μεγάλων θεῶν Λύκος ὁ Πανδίονος πολλοῖς ἔτεσιν ὕστερον Καύκωνος προήγαγεν ἐς πλέον τιμῆς· καὶ Λύκου δρυμὸν ἔτι ὀνομάζουσιν ἔνθα ἐκάθηρε τοὺς μύστας.
而潘迪翁之子吕科斯在卡乌孔之后许多年,将伟大诸神的入社仪式推向了更高的荣誉;并且他们至今仍将他净化入社者的地方称为“吕科斯橡树林”。
καὶ ὅτι μὲν δρυμός ἐστιν ἐν τῇ γῇ ταύτῃ Λύκου καλούμενος, Ῥιανῷ τῷ Κρητί ἐστι πεποιημένον
"
πάρ τε τρηχὺν Ἐλαιὸν ὑπὲρ δρυμόν τε Λύκοιο· " §4.1.7ὡς δὲ ὁ Πανδίονος οὗτος ἦν Λύκος, δηλοῖ τὰ ἐπὶ τῇ εἰκόνι ἔπη τῇ Μεθάπου.
而在这片土地上有一座被称为“吕科斯”的橡树林一事,已被克里特的里亚诺斯写在诗中:“越过险峻的埃莱翁,并在吕科斯橡树林之上;” 而这位吕科斯是潘迪翁之子,由梅塔波斯画像上的诗句所表明。
μετεκόσμησε γὰρ καὶ Μέθαπος τῆς τελετῆς ἔστιν ἅ· ὁ δὲ Μέθαπος γένος μὲν ἦν Ἀθηναῖος, τελεστὴς δὲ καὶ ὀργίων παντοίων συνθέτης.
因为梅塔波斯也重整了入社仪式的某些部分;这位梅塔波斯出身雅典,是一个入社仪式主持者和各种秘仪的编纂者。
οὗτος καὶ Θηβαίοις τῶν Καβείρων τὴν τελετὴν κατεστήσατο, ἀνέθηκε δὲ καὶ ἐς τὸ κλίσιον τὸ Λυκομιδῶν εἰκόνα ἔχουσαν ἐπίγραμμα ἄλλα τε λέγον καὶ ὅσα ἡμῖν ἐς πίστιν συντελεῖ τοῦ λόγου· §4.1.8"
ἥγνισα δʼ Ἑρμείαο δόμους σεμνῆς τε κέλευθα
Δάματρος καὶ πρωτογόνου Κούρας, ὅθι φασὶ
Μεσσήνην θεῖναι Μεγάλαισι θεαῖσιν ἀγῶνα
Φλυάδεω κλεινοῖο γόνου Καυκωνιάδαο.
他也为泰拜人确立了卡贝里的入社仪式,并在吕科米代家族的礼拜堂里供奉了一幅画像,画像上有碑文,除其他事项外,还陈述了有助于证实我们论点的内容: “我净化了赫耳墨斯的宅邸,以及神圣德墨忒尔与初生刻瑞的道路,据说美塞涅曾在此地为伟大女神们设立竞技,这得益于著名的弗吕奥斯之子、卡乌孔后裔的指导。
θαύμασα δʼ ὡς σύμπαντα Λύκος Πανδιόνιος φὼς
Ἀτθίδος ἱερὰ ἔργα παρʼ Ἀνδανίῃ θέτο κεδνῇ. "
我又惊叹于潘迪翁之子、雅典英雄吕科斯,如何将阿提卡的全部神圣仪式,确立在珍贵的安达尼亚。
§4.1.9τοῦτο τὸ ἐπίγραμμα δηλοῖ μὲν ὡς παρὰ τὴν Μεσσήνην ἀφίκοιτο ὁ Καύκων ἀπόγονος ὢν Φλύου, δηλοῖ δὲ καὶ τὰ ἐς τὸν Λύκον τά τε ἄλλα καὶ ὡς ἡ τελετὴ τὸ ἀρχαῖον ἦν ἐν Ἀνδανίᾳ.
” 这篇碑文表明弗吕奥斯的后代卡乌孔来到了美塞涅,同时也表明关于吕科斯的情况,尤其是在古代,入社仪式是在安达尼亚举行的。
καί μοι καὶ τοῦτο εἰκὸς ἐφαίνετο, τὴν Μεσσήνην μὴ ἑτέρωθι, ἀλλὰ ἔνθα αὐτή τε καὶ Πολυκάων ᾤκουν, καταστήσασθαι τὴν τελετήν.
而且对我来说,美塞涅并非在别处,而是在她自己和波吕卡翁居住的地方确立了入社仪式,这似乎也是合情合理的。