§2.27.1τὸ δὲ ἱερὸν ἄλσος τοῦ Ἀσκληπιοῦ περιέχουσιν ὅροι πανταχόθεν· οὐδὲ ἀποθνήσκουσιν ἄνθρωποι οὐδὲ τίκτουσιν αἱ γυναῖκές σφισιν ἐντὸς τοῦ περιβόλου, καθὰ καὶ ἐπὶ Δήλῳ τῇ νήσῳ τὸν αὐτὸν νόμον.
阿斯克勒庇俄斯的圣林四面都由边界围起;在围墙之内,既不许人死去,也不许妇女生产,这正如在提洛岛上遵守着同样的法律。
τὰ δὲ θυόμενα, ἤν τέ τις Ἐπιδαυρίων αὐτῶν ἤν τε ξένος ὁ θύων ᾖ, καταναλίσκουσιν ἐντὸς τῶν ὅρων· τὸ δὲ αὐτὸ γινόμενον οἶδα καὶ ἐν Τιτάνῃ.
至于献祭的牺牲,无论献祭者是埃皮达夫里亚人自己还是外邦人,他们都必须在边界内食用;我知道在蒂塔内也有着同样的做法。
§2.27.2τοῦ δὲ Ἀσκληπιοῦ τὸ ἄγαλμα μεγέθει μὲν τοῦ Ἀθήνῃσιν Ὀλυμπίου Διὸς ἥμισυ ἀποδεῖ, πεποίηται δὲ ἐλέφαντος καὶ χρυσοῦ· μηνύει δὲ ἐπίγραμμα τὸν εἰργασμένον εἶναι Θρασυμήδην Ἀριγνώτου Πάριον.
阿斯克勒庇俄斯的塑像,在大小上仅及雅典奥林匹亚宙斯像的一半,是由象牙和黄金制成的;碑文表明制作者是阿里格诺托斯之子、帕罗斯人色拉叙墨得斯。
κάθηται δὲ ἐπὶ θρόνου βακτηρίαν κρατῶν, τὴν δὲ ἑτέραν τῶν χειρῶν ὑπὲρ κεφαλῆς ἔχει τοῦ δράκοντος, καί οἱ καὶ κύων παρακατακείμενος πεποίηται.
他坐在宝座上,手持一根手杖,另一只手悬在巨蛇的头上,旁边还塑造了一只躺着的狗。
τῷ θρόνῳ δὲ ἡρώων ἐπειργασμένα Ἀργείων ἐστὶν ἔργα, Βελλεροφόντου τὸ ἐς τὴν Χίμαιραν καὶ Περσεὺς ἀφελὼν τὴν Μεδούσης κεφαλήν.
宝座上雕刻着阿尔戈斯英雄的事迹:贝勒罗丰对抗奇美拉的过程,以及珀耳修斯割下美杜莎的头颅。
τοῦ ναοῦ δέ ἐστι πέραν ἔνθα οἱ ἱκέται τοῦ θεοῦ καθεύδουσιν.
神庙的对面是神明的求助者们睡觉的地方。
§2.27.3οἴκημα δὲ περιφερὲς λίθου λευκοῦ καλούμενον Θόλος ᾠκοδόμηται πλησίον, θέας ἄξιον· ἐν δὲ αὐτῷ Παυσίου γράψαντος βέλη μὲν καὶ τόξον ἐστὶν ἀφεικὼς Ἔρως, λύραν δὲ ἀντʼ αὐτῶν ἀράμενος φέρει.
附近建有一座由白石制成的圆形建筑,称为索洛斯(圆堂),非常值得一探;在里面有一幅保西亚斯所作的画,描绘了爱神厄洛斯已经丢弃了弓箭,转而拿起并携带着一把里拉琴。
γέγραπται δὲ ἐνταῦθα καὶ Μέθη, Παυσίου καὶ τοῦτο ἔργον, ἐξ ὑαλίνης φιάλης πίνουσα· ἴδοις δὲ κἂν ἐν τῇ γραφῇ φιάλην τε ὑάλου καὶ διʼ αὐτῆς γυναικὸς πρόσωπον.
这里还绘制了《酩酊》(墨忒),这也是保西亚斯的作品,她正用一个玻璃杯喝酒;你在画中甚至能看见玻璃杯以及透过它显现出来的女子的脸。
στῆλαι δὲ εἱστήκεσαν ἐντὸς τοῦ περιβόλου τὸ μὲν ἀρχαῖον καὶ πλέονες, ἐπʼ ἐμοῦ δὲ ἓξ λοιπαί· ταύταις ἐγγεγραμμένα καὶ ἀνδρῶν καὶ γυναικῶν ἐστιν ὀνόματα ἀκεσθέντων ὑπὸ τοῦ Ἀσκληπιοῦ, προσέτι δὲ καὶ νόσημα ὅ τι ἕκαστος ἐνόσησε καὶ ὅπως ἰάθη·
在围墙内曾立有一些石碑,古代时确实更多,但在我这个时代只剩下六块了;在这些石碑上刻着被阿斯克勒庇俄斯治愈的男女名字,此外还有每人所患的疾病以及是如何被治好的。
§2.27.4γέγραπται δὲ φωνῇ τῇ Δωρίδι.
这些碑文是用多利安方言写成的。
χωρὶς δὲ ἀπὸ τῶν ἄλλων ἐστὶν ἀρχαία στήλη· ἵππους δὲ Ἱππόλυτον ἀναθεῖναι τῷ θεῷ φησιν εἴκοσι.
与其他石碑分开的是一块古老的石碑,上面说希波吕托斯向神明奉献了二十匹马。
ταύτης τῆς στήλης τῷ ἐπιγράμματι ὁμολογοῦντα λέγουσιν Ἀρικιεῖς, ὡς τεθνεῶτα Ἱππόλυτον ἐκ τῶν Θησέως ἀρῶν ἀνέστησεν Ἀσκληπιός· ὁ δὲ ὡς αὖθις ἐβίω, οὐκ ἠξίου νέμειν τῷ πατρὶ συγγνώμην, ἀλλὰ ὑπεριδὼν τὰς δεήσεις ἐς Ἰταλίαν ἔρχεται παρὰ τοὺς Ἀρικιεῖς, καὶ ἐβασίλευσέ τε αὐτόθι καὶ ἀνῆκε τῇ Ἀρτέμιδι τέμενος, ἔνθα ἄχρι ἐμοῦ μονομαχίας ἆθλα ἦν καὶ ἱερᾶσθαι τῇ θεῷ τὸν νικῶντα·
与这块石碑上的铭文一致,阿里基亚人说,当希波吕托斯因忒修斯的诅咒而死后,阿斯克勒庇俄斯使他复活了;当他重新活过来时,他不愿宽恕父亲,而是无视其恳求,前往意大利的阿里基亚人那里,并在那里称王,为阿耳忒弥斯献了一处圣域,直到我这个时代,那里仍保留着决斗的奖赏,即胜者将担任该女神的祭司。
ὁ δὲ ἀγὼν ἐλευθέρων μὲν προέκειτο οὐδενί, οἰκέταις δὲ ἀποδρᾶσι τοὺς δεσπότας.
这场竞争不向任何自由人开放,而只面向那些从主人那里逃跑出来的奴隶。
§2.27.5Ἐπιδαυρίοις δέ ἐστι θέατρον ἐν τῷ ἱερῷ μάλιστα ἐμοὶ δοκεῖν θέας ἄξιον· τὰ μὲν γὰρ Ῥωμαίων πολὺ δή τι ὑπερῆρκε τῶν πανταχοῦ τῷ κόσμῳ, μεγέθει δὲ Ἀρκάδων τὸ ἐν Μεγάλῃ πόλει· ἁρμονίας δὲ ἢ κάλλους ἕνεκα ἀρχιτέκτων ποῖος ἐς ἅμιλλαν Πολυκλείτῳ γένοιτʼ ἂν ἀξιόχρεως;
埃皮达夫里亚人在圣域内拥有一座剧场,在我看来,这是最值得一看的;因为虽然罗马人的剧场在装饰华丽上远远超过了世界各地的其他剧场,而阿卡迪亚人在梅加洛波利斯的剧场在规模上最大,但在和谐或美感方面,又有哪位建筑家能成为与波留克列特斯抗衡的合格对手呢?
Πολύκλειτος γὰρ καὶ θέατρον τοῦτο καὶ οἴκημα τὸ περιφερὲς ὁ ποιήσας ἦν.
因为波留克列特斯正是建造了这座剧场和那座圆形建筑的人。
ἐντὸς δὲ τοῦ ἄλσους ναός τέ ἐστιν Ἀρτέμιδος καὶ ἄγαλμα Ἠπιόνης καὶ Ἀφροδίτης ἱερὸν καὶ Θέμιδος καὶ στάδιον, οἷα Ἕλλησι τὰ πολλὰ γῆς χῶμα, καὶ κρήνη τῷ τε ὀρόφῳ καὶ κόσμῳ τῷ λοιπῷ θέας ἀξία.
在圣林之内,有一座阿耳忒弥斯神庙、一尊埃庇俄涅的塑像、一处阿佛洛狄忒和忒弥斯的圣所,还有一个像大多数希腊竞技场一样由土堆成的体育场,以及一个因其屋顶和其余装饰而值得一看的泉水。
§2.27.6ὁπόσα δὲ Ἀντωνῖνος ἀνὴρ τῆς συγκλήτου βουλῆς ἐφʼ ἡμῶν ἐποίησεν, ἔστι μὲν Ἀσκληπιοῦ λουτρόν, ἔστι δὲ ἱερὸν θεῶν οὓς Ἐπιδώτας ὀνομάζουσιν· ἐποίησε δὲ καὶ Ὑγείᾳ ναὸν καὶ Ἀσκληπιῷ καὶ Ἀπόλλωνι ἐπίκλησιν Αἰγυπτίοις.
至于元老院议员安敦尼在我们的时代所建造的所有设施,包括阿斯克勒庇俄斯的浴室,以及被称为埃皮多泰(施恩神)的神灵的圣所;他还为许癸厄亚、以及别名为“埃及人”的阿斯克勒庇俄斯和阿波罗建造了神庙。
καὶ ἦν γὰρ στοὰ καλουμένη Κότυος, καταρρυέντος δέ οἱ τοῦ ὀρόφου διέφθαρτο ἤδη πᾶσα ἅτε ὠμῆς τῆς πλίνθου ποιηθεῖσα· ἀνῳκοδόμησε καὶ ταύτην.
此外,曾有一座被称为科提斯的柱廊,由于其屋顶塌陷,且因为它是用未经烧制的泥砖建造的,早已完全毁坏;他也重建了这一柱廊。
Ἐπιδαυρίων δὲ οἱ περὶ τὸ ἱερὸν μάλιστα ἐταλαιπώρουν, ὅτι μήτε αἱ γυναῖκες ἐν σκέπῃ σφίσιν ἔτικτον καὶ ἡ τελευτὴ τοῖς κάμνουσιν ὑπαίθριος ἐγίνετο· ὁ δὲ καὶ ταῦτα ἐπανορθούμενος κατεσκευάσατο οἴκησιν· ἐνταῦθα ἤδη καὶ ἀποθανεῖν ἀνθρώπῳ καὶ τεκεῖν γυναικὶ ὅσιον.
在圣域周围的埃皮达夫里亚人曾极度痛苦,因为他们的妇女不能在有遮蔽的地方分娩,而病人的死亡也只能在露天发生;但他纠正了这一状况,建造了一栋房屋,如今在这里,人死和妇女分娩都是合乎律法的了。
§2.27.7ὄρη δέ ἐστιν ὑπὲρ τὸ ἄλσος τό τε Τίτθιον καὶ ἕτερον ὀνομαζόμενον Κυνόρτιον, Μαλεάτου δὲ Ἀπόλλωνος ἱερὸν ἐν αὐτῷ.
在圣林之上是蒂蒂翁山和另一座被称为屈诺尔提翁的山,山上有一处马利亚塔斯阿波罗的圣所。
τοῦτο μὲν δὴ τῶν ἀρχαίων· τὰ δὲ ἄλλα ὅσα περὶ τὸ ἱερὸν τοῦ Μαλεάτου καὶ ἔλυτρον κρήνης, ἐς ὃ τὸ ὕδωρ συλλέγεταί σφισι τὸ ἐκ τοῦ θεοῦ, Ἀντωνῖνος καὶ ταῦτα Ἐπιδαυρίοις ἐποίησεν.
这确实是古迹;但马利亚塔斯圣所周围的所有其他设施,包括收集来自神明之水的泉水蓄水池,也都是安敦尼为埃皮达夫里亚人建造的。