Humanitext Reader

保萨尼亚斯 · 希腊志 §2.29.1-2.29.5

埃皮达夫鲁斯的神庙与阿埃癸那岛的历史

第 87 段,共 465 段 · 希腊语

内容简介

作者介绍了埃皮达夫鲁斯城内的阿斯克勒庇俄斯神殿及雕像,随后叙述了对岸阿埃癸那岛的起源、埃阿科斯一族的谱系以及该岛的历史兴衰。

§2.29.1αὐτὴ δὲ τῶν Ἐπιδαυρίων ἡ πόλις παρείχετο ἐς μνήμην τάδε ἀξιολογώτατα· τέμενος δή ἐστιν Ἀσκληπιοῦ καὶ ἀγάλματα ὁ θεὸς αὐτὸς καὶ Ἠπιόνη, γυναῖκα δὲ εἶναι τὴν Ἠπιόνην Ἀσκληπιοῦ φασι· ταῦτά ἐστιν ἐν ὑπαίθρῳ λίθου Παρίου.
埃皮达夫鲁斯本城为记述提供了以下最值得关注的事物:有一处阿斯克勒庇俄斯的圣域,以及神本人和埃庇奥涅的雕像,人们说埃庇奥涅是阿斯克勒庇俄斯的妻子;这些雕像位于露天,由帕罗斯大理石制成。
ναοὶ δὲ ἐν τῇ πόλει καὶ Διονύσου καὶ Ἀρτέμιδός ἐστιν ἄλσος· εἰκάσαις ἂν θηρευούσῃ τὴν Ἄρτεμιν.
城内有狄奥尼索斯的神殿和阿耳忒弥斯的圣林;你可以将阿耳忒弥斯想象为正在狩猎的形象。
Ἀφροδίτης τε ἱερὸν πεποίηται· τὸ δὲ πρὸς τῷ λιμένι ἐπὶ ἄκρας ἀνεχούσης ἐς θάλασσαν λέγουσιν Ἥρας εἶναι.
此外还建有一座阿佛洛狄忒的神殿;而位于港口附近、向海伸出的岬角上的那座神殿,人们说是赫拉的。
τὴν δὲ Ἀθηνᾶν ἐν τῇ ἀκροπόλει, ξόανον θέας ἄξιον, Κισσαίαν ἐπονομάζουσιν.
在卫城上的雅典娜像,是一尊值得一观的木雕像,他们称她为“常春藤”雅典娜。
§2.29.2Αἰγινῆται δὲ οἰκοῦσιν ἔχοντες τὴν νῆσον ἀπαντικρὺ τῆς Ἐπιδαυρίας.
阿埃癸那人居住在埃皮达夫里亚对面的岛上。
ἀνθρώπους δʼ οὐκ εὐθὺς ἐξ ἀρχῆς λέγουσιν ἐν αὐτῇ γενέσθαι· Διὸς δὲ ἐς ἔρημον κομίσαντος Αἴγιναν τὴν Ἀσωποῦ τῇ μὲν τὸ ὄνομα ἐτέθη τοῦτο ἀντὶ Οἰνώνης, Αἰακοῦ δὲ αἰτήσαντος ὡς ηὐξήθη παρὰ Διὸς οἰκήτορας, οὕτω οἱ τὸν Δία ἀνεῖναι τοὺς ἀνθρώπους φασὶν ἐκ τῆς γῆς.
人们说最初岛上并没有人类;但当宙斯将阿索波斯的女儿阿埃癸那带到这片荒岛时,该岛便因她而得名,取代了先前的奥诺涅之名。 当埃阿科斯长大后向宙斯请求居民时,人们说宙斯便这样为他从地里生出人类来。
βασιλεύσαντα δὲ ἐν τῇ γῇ πλὴν Αἰακὸν οὐδένα εἰπεῖν ἔχουσιν, ἐπεὶ μηδὲ τῶν Αἰακοῦ παίδων τινὰ ἴσμεν καταμείναντα, Πηλεῖ μὲν συμβὰν καὶ Τελαμῶνι ἐπὶ φόνῳ φεύγειν τῷ Φώκου, τῶν δὲ αὖ Φώκου παίδων περὶ τὸν Παρνασσὸν οἰκησάντων ἐν τῇ νῦν καλουμένῃ Φωκίδι.
在这一土地上,除了埃阿科斯之外,人们说不出有其他人曾作为国王统治,因为我们知道,甚至连埃阿科斯的儿子们也没有一个留下来,盖因佩琉斯和特拉蒙因谋杀波科斯而不得不逃亡,而波科斯的儿子们则在如今被称为福基斯的帕耳纳索斯山一带定居。
§2.29.3τὸ δὲ ὄνομα προϋπῆρχεν ἤδη τῇ χώρᾳ, Φώκου τοῦ Ὀρνυτίωνος γενεᾷ πρότερον ἐς αὐτὴν ἐλθόντος.
然而,这个名字此前就已经存在于这片土地上了,因为奥尔纽提翁之子波科斯在一世代前就来到了这里。
ἐπὶ μὲν δὴ Φώκου τούτου ἡ περὶ Τιθορέαν τε καὶ Παρνασσὸν ἐκαλεῖτο Φωκίς· ἐπὶ δὲ τοῦ Αἰακοῦ καὶ πᾶσιν ἐξενίκησεν, ὅσοι Μινύαις τέ εἰσιν Ὀρχομενίοις ὅμοροι καὶ ἐπὶ Σκάρφειαν τὴν Λοκρῶν καθήκουσι.
在这一波科斯时代,蒂托雷阿和帕耳纳索斯周围的地区被称为福基斯;但在埃阿科斯之子的时代,这个名字在所有与奥尔科墨诺斯的弥尼埃人相邻并一直延伸到洛克里人斯卡耳斐亚的人们中胜出。
§2.29.4γεγόνασι δὲ ἀπὸ μὲν Πηλέως οἱ ἐν Ἠπείρῳ βασιλεῖς, Τελαμῶνος δὲ τῶν παίδων Αἴαντος μέν ἐστιν ἀφανέστερον γένος οἷα ἰδιωτεύσαντος ἀνθρώπου, πλὴν ὅσον Μιλτιάδης, ὃς Ἀθηναίοις ἐς Μαραθῶνα ἡγήσατο, καὶ Κίμων ὁ Μιλτιάδου προῆλθον ἐς δόξαν·
由佩琉斯传下了伊庇鲁斯的国王们;在特拉蒙的子嗣中,大埃阿斯的家族则较为无名,因为他作为一个普通人生活,唯有率领雅典人挺进马拉松的米尔提亚德斯,以及米尔提亚德斯之子客蒙赢得了声誉。
οἱ δὲ Τευκρίδαι βασιλεῖς διέμειναν Κυπρίων ἄρχοντες ἐς Εὐαγόραν.
而特乌克罗斯的后代则作为塞浦路斯人的统治者一直延续到埃瓦戈拉斯。
Φώκῳ δὲ Ἄσιος ὁ τὰ ἔπη ποιήσας γενέσθαι φησὶ Πανοπέα καὶ Κρῖσον· καὶ Πανοπέως μὲν ἐγένετο Ἐπειὸς ὁ τὸν ἵππον τὸν δούρειον, ὡς Ὅμηρος ἐποίησεν, ἐργασάμενος, Κρίσου δὲ ἦν ἀπόγονος τρίτος Πυλάδης, Στροφίου τε ὢν τοῦ Κρίσου καὶ Ἀναξιβίας ἀδελφῆς Ἀγαμέμνονος.
撰写史诗的阿西奥斯说,波科斯生了帕诺佩乌斯和克里索斯;帕诺佩乌斯生了埃裴奥斯,即如荷马所作史诗中建造木马的人;而克里索斯的第三代后裔是皮拉德斯,他是克里索斯之子斯特罗菲奥斯与阿伽门农的姐妹阿那克西比亚的儿子。
γένη μὲν τοσαῦτα τῶν καλουμένων Αἰακιδῶν, ἐξεχώρησε δὲ ἑτέρωσε ἀπʼ ἀρχῆς.
被称为埃阿科斯后裔的家族便有这么多,但他们从一开始就迁往了别处。
§2.29.5χρόνῳ δὲ ὕστερον μοῖρα Ἀργείων τῶν Ἐπίδαυρον ὁμοῦ Δηιφόντῃ κατασχόντων, διαβᾶσα ἐς Αἴγιναν καὶ Αἰγινήταις τοῖς ἀρχαίοις γενόμενοι σύνοικοι, τὰ Δωριέων ἔθη καὶ φωνὴν κατεστήσαντο ἐν τῇ νήσῳ.
后来的时期,与德伊폰테斯一起占领埃皮达夫鲁斯的一部分阿耳戈斯人跨海来到阿埃癸那,与古老的阿埃癸那人共同居住,并在岛上确立了多利安人的风俗和方言。
προελθοῦσι δὲ Αἰγινήταις ἐς μέγα δυνάμεως, ὡς Ἀθηναίων γενέσθαι ναυσὶν ἐπικρατεστέρους καὶ ἐν τῷ Μηδικῷ πολέμῳ παρασχέσθαι πλοῖα μετά γε Ἀθηναίους πλεῖστα, οὐ παρέμεινεν ἐς ἅπαν ἡ εὐδαιμονία, γενόμενοι δὲ ὑπὸ Ἀθηναίων ἀνάστατοι Θυρέαν τὴν ἐν τῇ Ἀργολίδι Λακεδαιμονίων δόντων ᾤκησαν.
当阿埃癸那人发展到极大的势力,在船只上比雅典人更占优势,并在波斯战争中提供了仅次于雅典人的最多船只时,他们的繁荣并没能持久终结,他们被雅典人驱逐后,便居住在拉克代蒙人赐予的阿耳戈利斯的蒂雷亚。
καὶ ἀπέλαβον μὲν τὴν νῆσον, ὅτε περὶ Ἑλλήσποντον αἱ Ἀθηναίων τριήρεις ἐλήφθησαν, πλούτου δὲ ἢ δυνάμεως οὐκέτι ἐξεγένετο ἐς ἴσον προελθεῖν σφισιν.
当雅典人的三段战船在赫勒斯滂被俘获时,他们收回了该岛,但他们的财富或力量再也无法恢复到与过去同等的水平。

词汇与语法注释

  1. 2.29.1εἰκάσαις ἂν — 无限定动词与ἄν连用(可能语气),在此处意为“你可能会推测/把……比作”,暗示阿耳忒弥斯的雕像看起来呈现狩猎的姿态。
  2. 2.29.2συμβὰν — 非人称动词συμβαίνει的现在分词中性单数宾格,在此处作为宾格绝对(accusative absolute)使用,起表原因的连词作用,意为“由于发生了……的情况”,其逻辑主语为后文的不定式短语。
  3. 2.29.2οἱ — 第三人称代名词的与格(此处为单数阳性,指代埃阿科斯),用作利益与格(“为他”)。
  4. 2.29.4ἀπόγονος τρίτος — 字面意思是“第三代后裔”。根据希腊式的包含计数法(inclusive reckoning),从克里索斯算起,第一代是其子(斯特罗菲奥斯),第二代是其孙(皮拉德斯)。因此,它指的是作为克里索斯之孙的皮拉德斯。
  5. 2.29.5προελθοῦσι δὲ Αἰγινήταις — 与格绝对或关系与格,意为“当阿埃癸那人发展到(极大的势力)时”。它作为主句动词“没有持久”(οὐ παρέμεινεν)的关系间接宾语。

引用这一段

保萨尼亚斯, 希腊志 §2.29.1-2.29.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:2.29.1-2.29.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。