§2.26.1κατὰ δὲ τὴν Λῆσσαν ἔχεται τῆς Ἀργείας ἡ Ἐπιδαυρίων·
过了莱萨,紧邻着阿尔戈斯领土的是埃皮达夫里亚人的领土。
πρὶν δὲ ἢ κατʼ αὐτὴν γενέσθαι τὴν πόλιν, ἐπὶ τὸ ἱερὸν ἀφίξῃ τοῦ Ἀσκληπιοῦ.
在抵达该城市本身之前,你会先来到阿斯克勒庇俄斯的圣域。
ταύτην τὴν χώραν οὐκ οἶδα οἵτινες πρότερον ᾤκησαν πρὶν Ἐπίδαυρον ἐλθεῖν ἐς αὐτήν· οὐ μὴν οὐδὲ τοὺς ἀπογόνους Ἐπιδαύρου πυθέσθαι παρὰ τῶν ἐπιχωρίων ἐδυνάμην.
在埃皮达夫罗斯进入这片土地之前,我不知道这里最初是由谁居住的;而且,我也无法从当地人那里得知关于埃皮达夫罗斯后代的情况。
τελευταῖον δὲ πρὶν ἢ παραγενέσθαι Δωριέας ἐς Πελοπόννησον βασιλεῦσαί φασι Πιτυρέα Ἴωνος ἀπόγονον τοῦ Ξούθου.
但最后,在多利安人到达伯罗奔尼撒之前,据说统治这里的是皮特留斯,他是库斯托斯之子伊翁的后代。
τοῦτον παραδοῦναι λέγουσιν ἀμαχεὶ τὴν γῆν Δηιφόντῃ καὶ Ἀργείοις·
据说他没有经过战斗就把土地让给了戴伊丰特斯和阿尔戈斯人。
§2.26.2καὶ ὁ μὲν ἐς Ἀθήνας ὁμοῦ τοῖς πολίταις ἀφικόμενος ἐνταῦθα ᾤκησε, Δηιφόντης δὲ καὶ Ἀργεῖοι τὴν Ἐπιδαυρίαν ἔσχον.
他(皮特留斯)与市民们一起抵达雅典并居住在那里,而戴伊丰特斯和阿尔戈斯人占领了埃皮达夫里亚。
ἀπεσχίσθησαν δὲ οὗτοι τῶν ἄλλων Ἀργείων Τημένου τελευτήσαντος, Δηιφόντης μὲν καὶ Ὑρνηθὼ κατʼ ἔχθος τῶν Τημένου παίδων, ὁ δὲ σὺν αὐτοῖς στρατὸς Δηιφόντῃ καὶ Ὑρνηθοῖ πλέον ἢ Κείσῳ καὶ τοῖς ἀδελφοῖς νέμοντες.
但在泰梅诺斯去世后,这些人与其他的阿尔戈斯人分裂了,因为戴伊丰特斯和许尔内托对泰梅诺斯的儿子们怀有仇恨,而与他们在一起的军队则更倾向于戴伊丰特斯和许尔内托,而不是凯索斯及其兄弟。
Ἐπίδαυρος δέ, ἀφʼ οὗ τὸ ὄνομα τῇ γῇ ἐτέθη, ὡς μέν φασιν Ἠλεῖοι, Πέλοπος ἦν· κατὰ δὲ Ἀργείων δόξαν καὶ τὰ ἔπη τὰς μεγάλας Ἠοίας ἦν Ἐπιδαύρῳ πατὴρ Ἄργος ὁ Διός· Ἐπιδαύριοι δὲ Ἀπόλλωνι Ἐπίδαυρον παῖδα προσποιοῦσιν.
至于给这片土地命名为埃皮达夫罗斯的人,按照伊利斯人的说法,他是珀洛普斯的儿子;但根据阿尔戈斯人的观点和叙事诗《大赫俄伊埃》,埃皮达夫罗斯的父亲是宙斯之子阿尔戈斯;而埃皮达夫里亚人自己则声称埃皮达夫罗斯是阿波罗的儿子。
§2.26.3Ἀσκληπιοῦ δὲ ἱερὰν μάλιστα εἶναι τὴν γῆν ἐπὶ λόγῳ συμβέβηκε τοιῷδε.
这片土地之所以特别属于阿斯克勒庇俄斯,是由于以下这样一个故事。
Φλεγύαν Ἐπιδαύριοί φασιν ἐλθεῖν ἐς Πελοπόννησον πρόφασιν μὲν ἐπὶ θέᾳ τῆς χώρας, ἔργῳ δὲ κατάσκοπον πλήθους τῶν ἐνοικούντων καὶ εἰ τὸ πολὺ μάχιμον εἴη τῶν ἀνθρώπων·
埃皮达夫里亚人说,普勒格阿斯来到了伯罗奔尼撒,名义上是为了游览这片土地,实际上是为了侦察居民的人数,以及这些人中的大多数是否具有战斗力。
ἦν γὰρ δὴ Φλεγύας πολεμικώτατος τῶν τότε καὶ ἐπιὼν ἑκάστοτε ἐφʼ οὓς τύχοι τοὺς καρποὺς ἔφερε καὶ ἤλαυνε τὴν λείαν.
因为普勒格阿斯确实是当时最富有战斗力的人,他每次袭击他遇到的人时,都会抢走庄稼,赶走掠夺的牲畜。
§2.26.4ὅτε δὲ παρεγένετο ἐς Πελοπόννησον, εἵπετο ἡ θυγάτηρ αὐτῷ, λεληθυῖα ἔτι τὸν πατέρα ὅτι ἐξ Ἀπόλλωνος εἶχεν ἐν γαστρί.
当他来到伯罗奔尼撒时,他的女儿陪伴着他,她当时还瞒着父亲自己怀了阿波罗的孩子。
ὡς δὲ ἐν τῇ γῇ τῇ Ἐπιδαυρίων ἔτεκεν, ἐκτίθησι τὸν παῖδα ἐς τὸ ὄρος τοῦτο ὃ δὴ Τίτθιον ὀνομάζουσιν ἐφʼ ἡμῶν, τηνικαῦτα δὲ ἐκαλεῖτο Μύρτιον·
当她在埃皮达夫里亚人的土地上分娩时,她把孩子遗弃在如今我们称之为蒂蒂翁(乳房之山)的这座山上,而在那时它被称为米尔蒂翁。
ἐκκειμένῳ δὲ ἐδίδου μέν οἱ γάλα μία τῶν περὶ τὸ ὄρος ποιμαινομένων αἰγῶν, ἐφύλασσε δὲ ὁ κύων ὁ τοῦ αἰπολίου φρουρός.
在孩子被遗弃期间,山中放牧的一只母羊给孩子喂奶,而羊群的守卫犬则守护着他。
§2.26.5Ἀρεσθάνας δὲ—ὄνομα γὰρ τῷ ποιμένι τοῦτο ἦν—ὡς τὸν ἀριθμὸν οὐχ εὕρισκεν ὁμολογοῦντα τῶν αἰγῶν καὶ ὁ κύων ἅμα ἀπεστάτει τῆς ποίμνης, οὕτω τὸν Ἀρεσθάναν ἐς πᾶν φασιν ἀφικνεῖσθαι ζητήσεως, εὑρόντα δὲ ἐπιθυμῆσαι τὸν παῖδα ἀνελέσθαι·
阿雷斯塔纳斯——这是那个牧人的名字——当他发现山羊的数目不符,同时守卫犬也离开了羊群时,据说阿雷斯塔纳斯尽了一切努力去寻找,在找到孩子时,他想要抱起他。
καὶ ὡς ἐγγὺς ἐγίνετο, ἀστραπὴν ἰδεῖν ἐκλάμψασαν ἀπὸ τοῦ παιδός, νομίσαντα δὲ εἶναι θεῖόν τι, ὥσπερ ἦν, ἀποτραπέσθαι.
但当他走近时,他看到从孩子身上闪射出光芒,他认为这是神圣的事物(事实上确实如此),于是转身离去。
ὁ δὲ αὐτίκα ἐπὶ γῆν καὶ θάλασσαν πᾶσαν ἠγγέλλετο τά τε ἄλλα ὁπόσα βούλοιτο εὑρίσκειν ἐπὶ τοῖς κάμνουσι καὶ ὅτι ἀνίστησι τεθνεῶτας.
很快,这孩子的名声便传遍了所有的陆地和海洋,说他为病人发现了各种治疗方法,并且能使死者复生。
§2.26.6λέγεται δὲ καὶ ἄλλος ἐπʼ αὐτῷ λόγος, Κορωνίδα κύουσαν Ἀσκληπιὸν Ἴσχυι τῷ Ἐλάτου συγγενέσθαι, καὶ τὴν μὲν ἀποθανεῖν ὑπὸ Ἀρτέμιδος ἀμυνομένης τῆς ἐς τὸν Ἀπόλλωνα ὕβρεως, ἐξημμένης δὲ ἤδη τῆς πυρᾶς ἁρπάσαι λέγεται τὸν παῖδα Ἑρμῆς ἀπὸ τῆς φλογός.
关于他还流传着另一个故事:怀着阿斯克勒庇俄斯的科罗尼斯与埃拉托斯之子伊斯库斯私通,而她因阿耳忒弥斯惩罚她对阿波罗的侮辱而死,但据说当火葬的柴堆已经点燃时,赫耳墨斯从火焰中夺走了这个孩子。
§2.26.7ὁ δὲ τρίτος τῶν λόγων ἥκιστα ἐμοὶ δοκεῖν ἀληθής ἐστιν, Ἀρσινόης ποιήσας εἶναι τῆς Λευκίππου παῖδα Ἀσκληπιόν.
第三个故事在我看来最不真实,该诗歌声称阿斯克勒庇俄斯是勒夫基波斯之女阿尔西诺埃的孩子。
Ἀπολλοφάνει γὰρ τῷ Ἀρκάδι ἐς Δελφοὺς ἐλθόντι καὶ ἐρομένῳ τὸν θεὸν εἰ γένοιτο ἐξ Ἀρσινόης Ἀσκληπιὸς καὶ Μεσσηνίοις πολίτης εἴη, ἔχρησεν ἡ Πυθία· "
ὦ μέγα χάρμα βροτοῖς βλαστὼν Ἀσκληπιὲ πᾶσιν,
ὃν Φλεγυηὶς ἔτικτεν ἐμοὶ φιλότητι μιγεῖσα
ἱμερόεσσα Κορωνὶς ἐνὶ κραναῇ Ἐπιδαύρῳ.
因为当阿卡迪亚人阿波罗法内斯前往德尔斐并询问神明,阿斯克勒庇俄斯是否为阿尔西诺埃所生,且是否为麦塞尼亚人的公民时,皮媞亚给出了这样的神谕: “阿斯克勒庇俄斯,生为所有凡人的大喜悦,普勒格阿斯美丽的女儿科罗尼斯与我结合,在岩石累累的埃皮达夫罗斯将你产下。
"
οὗτος ὁ χρησμὸς δηλοῖ μάλιστα οὐκ ὄντα Ἀσκληπιὸν Ἀρσινόης, ἀλλὰ Ἡσίοδον ἢ τῶν τινα ἐμπεποιηκότων ἐς τὰ Ἡσιόδου τὰ ἔπη συνθέντα ἐς τὴν Μεσσηνίων χάριν.
” 这个神谕最清楚地表明阿斯克勒庇俄斯不是阿尔西诺埃的儿子,而是赫西俄德,或者是某些在赫西俄德诗作中进行篡改的人,为了讨好麦塞尼亚人而编造了这一家谱。
§2.26.8μαρτυρεῖ δέ μοι καὶ τόδε ἐν Ἐπιδαύρῳ τὸν θεὸν γενέσθαι· τὰ γὰρ Ἀσκληπιεῖα εὑρίσκω τὰ ἐπιφανέστατα γεγονότα ἐξ Ἐπιδαύρου.
这也向我证明了这位神明是在埃皮达夫罗斯出生的:因为我发现最著名的阿斯克勒庇俄斯神殿(阿斯克勒庇欧斯神庙)都起源于埃皮达夫罗斯。
τοῦτο μὲν γὰρ Ἀθηναῖοι, τῆς τελετῆς λέγοντες Ἀσκληπιῷ μεταδοῦναι, τὴν ἡμέραν ταύτην Ἐπιδαύρια ὀνομάζουσι καὶ θεὸν ἀπʼ ἐκείνου φασὶν Ἀσκληπιόν σφισι νομισθῆναι· τοῦτο δὲ Ἀρχίας ὁ Ἀρισταίχμου, τὸ συμβὰν σπάσμα θηρεύοντί οἱ περὶ τὸν Πίνδασον ἰαθεὶς ἐν τῇ Ἐπιδαυρίᾳ, τὸν θεὸν ἐπηγάγετο ἐς Πέργαμον.
一方面,雅典人称他们将秘仪传授给了阿斯克勒庇俄斯,并将这一天命名为“埃皮达夫里亚”,并称阿斯克勒庇俄斯自那时起被他们视为神明;另一方面,阿里斯泰克莫斯之子阿尔基亚斯在埃皮达夫里亚治愈了他在宾达索斯山附近打猎时遭受的挫伤,随后将这位神明引进了佩尔伽蒙。
§2.26.9ἀπὸ δὲ τοῦ Περγαμηνῶν Σμυρναίοις γέγονεν ἐφʼ ἡμῶν Ἀσκληπιεῖον τὸ ἐπὶ θαλάσσῃ.
而在我的时代,斯弥尔纳人靠海的阿斯克勒庇欧斯神庙就是从佩尔伽蒙神庙衍生出来的。
τὸ δʼ ἐν Βαλάγραις ταῖς Κυρηναίων ἐστὶν Ἀσκληπιὸς καλούμενος Ἰατρὸς ἐξ Ἐπιδαύρου καὶ οὗτος.
在基rene人领土的巴拉格莱,被称为“医生”的阿斯克勒庇俄斯也同样起源于埃皮达夫罗斯。
ἐκ δὲ τοῦ παρὰ Κυρηναίοις τὸ ἐν Λεβήνῃ τῇ Κρητῶν ἐστιν Ἀσκληπιεῖον.
从基rene人那里的神殿中,又诞生了克里特人莱贝内的阿斯克勒庇欧斯神庙。
διάφορον δὲ Κυρηναίοις τοσόνδε ἐς Ἐπιδαυρίους ἐστίν, ὅτι αἶγας οἱ Κυρηναῖοι θύουσιν, Ἐπιδαυρίοις οὐ καθεστηκότος.
基rene人与埃皮达夫里亚人仅有如此的不同:基rene人献祭山羊,而这在埃皮达夫里亚人中并没有确立为习俗。
§2.26.10θεὸν δὲ Ἀσκληπιὸν νομισθέντα ἐξ ἀρχῆς καὶ οὐκ ἀνὰ χρόνον λαβόντα τὴν φήμην τεκμηρίοις καὶ ἄλλοις εὑρίσκω καὶ Ὁμήρου μαρτυρεῖ μοι τὰ περὶ Μαχάονος ὑπὸ Ἀγαμέμνονος εἰρημένα
"
Ταλθύβιʼ, ὅττι τάχιστα Μαχάονα δεῦρο κάλεσσον
φῶτʼ Ἀσκληπιοῦ υἱόν,
"
ὡς ἂν εἰ λέγοι θεοῦ παῖδα ἄνθρωπον.
阿斯克勒庇俄斯从一开始就被视为神明,而不是随着时间推移才获得这一名声,我从其他证据中发现了这一点,荷马所记载的阿伽门农关于马卡翁所说的话也向我证明了这一点: “塔尔提比乌斯,尽快把马卡翁召到这里,那个阿斯克勒庇俄斯之子的男子,” 这仿佛是他在说一个神之子的凡人。