§2.25.6ἐκαλοῦντο δὲ ἀπὸ Ὀρνέως τοῦ Ἐρεχθέως· τοῦ δὲ Ὀρνέως ἦν τούτου Πετεώς, τοῦ δὲ Μενεσθεύς, ὃς Ἀγαμέμνονι μετὰ Ἀθηναίων τὴν Πριάμου συγκαθεῖλεν ἀρχήν.
他们(奥尔内埃人)因埃雷克修斯之子奥尔内乌斯而得名;而这个奥尔内乌斯之子是佩特奥斯,佩特奥斯之子是梅内斯修斯,他曾与雅典人一同帮助阿伽门农摧毁了普里阿摩斯的帝国。
ἀπὸ μὲν δὴ τούτου τὸ ὄνομα ἐγένετο τῇ πόλει, Ἀργεῖοι δὲ ὕστερον τούτων Ὀρνεάτας ἀνέστησαν· ἀναστάντες δὲ σύνοικοι γεγόνασιν Ἀργείοις.
城市确实因他而得名,但后来阿尔戈斯人驱逐了奥尔内埃人;被驱逐后,他们与阿尔戈斯人合并同住。
ἔστι δὲ ἐν ταῖς Ὀρνεαῖς Ἀρτέμιδός τε ἱερὸν καὶ ξόανον ὀρθὸν καὶ ἕτερος ναὸς θεοῖς πᾶσιν ἐς κοινὸν ἀνειμένος.
在奥尔内埃有一座阿耳忒弥斯的神殿和一座直立的木雕像,以及另一座共同奉献给所有神明的神殿。
τὰ δὲ ἐπέκεινα Ὀρνεῶν ἥ τε Σικυωνία καὶ ἡ Φλιασία ἐστίν.
奥尔内埃以外的地方则是西库昂和普里乌斯的领土。
§2.25.7ἐρχομένοις δὲ ἐξ Ἄργους ἐς τὴν Ἐπιδαυρίαν ἐστὶν οἰκοδόμημα ἐν δεξιᾷ πυραμίδι μάλιστα εἰκασμένον, ἔχει δὲ ἀσπίδας σχῆμα Ἀργολικὰς ἐπειργασμένας.
对于从阿尔戈斯前往埃皮达夫里亚的人来说,在右侧有一座非常像金字塔的建筑,上面刻有阿尔戈斯式的盾牌浮雕。
ἐνταῦθα Προίτῳ περὶ τῆς ἀρχῆς πρὸς Ἀκρίσιον μάχη γίνεται, καὶ τέλος μὲν ἴσον τῷ ἀγῶνι συμβῆναί φασι καὶ ἀπʼ αὐτοῦ διαλλαγὰς ὕστερον, ὡς οὐδέτεροι βεβαίως κρατεῖν ἐδύναντο· συμβάλλειν δὲ σφᾶς λέγουσιν ἀσπίσι πρῶτον τότε καὶ αὐτοὺς καὶ τὸ στράτευμα ὡπλισμένους.
在这里,普洛伊托斯与阿克里西乌斯为争夺王权发生了一场战斗,据说战斗以平局告终,双方此后达成了和解,因为谁也无法稳操胜券;据说,他们自己和军队都装备了盾牌并首次用其交战,就是在那个时候。
τοῖς δὲ πεσοῦσιν ἀφʼ ἑκατέρων— πολῖται γὰρ καὶ συγγενεῖς ἦσαν—ἐποιήθη ταύτῃ μνῆμα ἐν κοινῷ.
而为双方阵亡的人——因为他们既是同胞又是亲属——在这里建造了一座共同的墓碑。
§2.25.8προϊοῦσι δὲ ἐντεῦθεν καὶ ἐκτραπεῖσιν ἐς δεξιὰν Τίρυνθός ἐστιν ἐρείπια.
从该处前行并向右折的人,会看到蒂林斯的废墟。
ἀνέστησαν δὲ καὶ Τιρυνθίους Ἀργεῖοι, συνοίκους προσλαβεῖν καὶ τὸ Ἄργος ἐπαυξῆσαι θελήσαντες.
阿尔戈斯人也驱逐了蒂林斯人,因为他们希望接纳其为共同居民并扩张阿尔戈斯。
Τίρυνθα δὲ ἥρωα, ἀφʼ οὗ τῇ πόλει τὸ ὄνομα ἐγένετο, παῖδα Ἄργου τοῦ Διὸς εἶναι λέγουσι.
据说,作为该城市名字来源的英雄蒂林斯,是宙斯之子阿尔戈斯的儿子。
τὸ δὲ τεῖχος, ὃ δὴ μόνον τῶν ἐρειπίων λείπεται, Κυκλώπων μέν ἐστιν ἔργον, πεποίηται δὲ ἀργῶν λίθων, μέγεθος ἔχων ἕκαστος λίθος ὡς ἀπʼ αὐτῶν μηδʼ ἂν ἀρχὴν κινηθῆναι τὸν μικρότατον ὑπὸ ζεύγους ἡμιόνων· λιθία δὲ ἐνήρμοσται πάλαι, ὡς μάλιστα αὐτῶν ἕκαστον ἁρμονίαν τοῖς μεγάλοις λίθοις εἶναι.
而在废墟中唯一遗留下来的城墙,是库克罗普斯的杰作,它由未经雕琢的石块建成,每块石头的体积都如此巨大,以至于其中最小的一块也根本无法用一对骡子来移动;古时便在其中嵌合了小石块,使得它们中的每一块都能极好地作为大石块之间的接合介质。
§2.25.9καταβάντων δὲ ὡς ἐπὶ θάλασσαν, ἐνταῦθα οἱ θάλαμοι τῶν Προίτου θυγατέρων εἰσίν· ἐπανελθόντων δὲ ἐς τὴν λεωφόρον, ἐπὶ Μήδειαν ἐς ἀριστερὰν ἥξεις.
对于向海边走下去的人来说,那里有普洛伊托斯女儿们的闺房;而对于回到大道上的人,向左走便会到达米底亚。
βασιλεῦσαι δέ φασιν Ἠλεκτρύωνα ἐν τῇ Μηδείᾳ τὸν πατέρα Ἀλκμήνης· ἐπʼ ἐμοῦ δὲ Μηδείας πλὴν τὸ ἔδαφος ἄλλο οὐδὲν ἐλείπετο.
据说,阿尔克墨涅的父亲埃勒克特律翁曾在米底亚称王;但在我的时代,除了地基之外,米底亚已无其他遗存。
§2.25.10κατὰ δὲ τὴν ἐς Ἐπίδαυρον εὐθεῖάν ἐστι κώμη Λῆσσα, ναὸς δὲ Ἀθηνᾶς ἐν αὐτῇ καὶ ξόανον οὐδέν τι διάφορον ἢ τὸ ἐν ἀκροπόλει τῇ Λαρίσῃ.
在通往埃皮达夫里亚的直路上有一个名为莱萨的村庄,村里有一座雅典娜的神殿,神殿里有一尊与拉里萨卫城上的那尊毫无二致的木雕像。
ἔστι δὲ ὄρος ὑπὲρ τῆς Λήσσης τὸ Ἀραχναῖον, πάλαι δὲ †σάπυς ἐλάτων ἐπὶ Ἰνάχου τὸ ὄνομα εἰλήφει.
在莱萨上方是阿拉克奈翁山,古时在伊纳科斯时期,它曾得名 †萨皮塞拉顿†。
βωμοὶ δέ εἰσιν ἐν αὐτῷ Διός τε καὶ Ἥρας· δεῆσαν ὄμβρου σφίσιν ἐνταῦθα θύουσι.
山上建有宙斯和赫拉的祭坛;当他们需要降雨时,便在这里举行祭祀。