§2.14.1τῆς δὲ πόλεως αἱ Κελεαὶ πέντε που σταδίους μάλιστα ἀπέχουσι, καὶ τῇ Δήμητρι ἐνταῦθα διʼ ἐνιαυτοῦ τετάρτου τὴν τελετὴν καὶ οὐ κατὰ ἔτος ἄγουσιν.
凯莱埃距离城市大约有五斯塔德,他们每四年而不是每年在这里为得墨忒耳举行祭仪。
ἱεροφάντης δὲ οὐκ ἐς τὸν βίον πάντα ἀποδέδεικται, κατὰ δὲ ἑκάστην τελετὴν ἄλλοτέ ἐστιν ἄλλος σφίσιν αἱρετός, λαμβάνων ἢν ἐθέλῃ καὶ γυναῖκα.
神官并非终身任职,而是在每次祭仪时,他们都会选出不同的人,如果他愿意,也可以娶妻。
καὶ ταῦτα μὲν διάφορα τῶν Ἐλευσῖνι νομίζουσι, τὰ δὲ ἐς αὐτὴν τὴν τελετὴν ἐκείνων ἐστὶν ἐς μίμησιν· ὁμολογοῦσι δὲ καὶ αὐτοὶ μιμεῖσθαι Φλιάσιοι τὰ ἐν Ἐλευσῖνι δρώμενα.
这些确实与埃莱夫西斯的习俗不同,但祭仪本身的细节是对后者的模仿;弗利亚斯人自己也承认他们模仿了在埃莱夫西斯所做的事。
§2.14.2Δυσαύλην δέ φασιν ἀδελφὸν Κελεοῦ παραγενόμενόν σφισιν ἐς τὴν χώραν καταστήσασθαι τὴν τελετήν, ἐκβληθῆναι δὲ αὐτὸν ἐξ Ἐλευσῖνος ὑπὸ Ἴωνος, ὅτε Ἴων Ἀθηναίοις ὁ Ξούθου πολέμαρχος τοῦ πρὸς Ἐλευσινίους ᾑρέθη πολέμου.
他们说,刻琉斯的兄弟迪绍莱斯来到他们的土地并确立了祭仪,但当克苏托斯之子伊翁被雅典人选为对抗埃莱夫西斯人战争的统帅时,他被伊翁驱逐出埃莱夫西斯。
τοῦτο μὲν δὴ Φλιασίοις οὐκ ἔστιν ὅπως ὁμολογήσω, κρατηθέντα μάχῃ τινὰ Ἐλευσινίων φυγάδα ἀπελαθέντα οἴχεσθαι, τοῦ πολέμου τε ἐπὶ συνθήκαις καταλυθέντος πρὶν ἢ διαπολεμηθῆναι καὶ ἐν Ἐλευσῖνι αὐτοῦ καταμείναντος Εὐμόλπου.
在这一点上,我绝不能赞同弗利亚斯人的看法,即任何埃莱夫西斯人在战败后会被作为流亡者驱逐离去,因为战争在决出胜负之前就通过协定结束了,而欧摩尔波斯本人也留在埃莱夫西斯。
§2.14.3δύναιτο δʼ ἂν κατὰ ἄλλην τινὰ ἐνταῦθα ὁ Δυσαύλης ἀφικέσθαι πρόφασιν καὶ οὐχ ὡς οἱ Φλιάσιοί φασιν.
迪绍莱斯可能是因其他某种缘由来到这里的,而不是像弗利亚斯人所说的那样。
οὐ μὴν οὐδὲ Κελεῷ προσήκων ἐμοὶ δοκεῖν οὐδὲ ἄλλως ἦν ἐν τοῖς ἐπιφανέσιν Ἐλευσινίων· οὐ γὰρ ἄν ποτε Ὅμηρος παρῆκεν αὐτὸν ἐν τοῖς ἔπεσιν.
事实上,依我之见,他既非刻琉斯的亲属,在其他方面也不属于显赫的埃莱夫西斯人;因为否则的话,荷马在诗作中决不会漏掉他。
ἔστι γὰρ καὶ Ὁμήρῳ πεποιημένα ἐς Δήμητραν· ἐν δὲ αὐτοῖς καταλέγων τοὺς διδαχθέντας ὑπὸ τῆς θεοῦ τὴν τελετὴν Δυσαύλην οὐδένα οἶδεν Ἐλευσίνιον.
因为荷马也创作过关于得墨忒耳的诗篇;在其中列举被女神传授祭仪的人时,他并不知道有任何名叫迪绍莱斯的埃莱夫西斯人。
ἔχει δὲ οὕτω τὰ ἔπη· "
δεῖξεν Τριπτολέμῳ τε Διοκλεῖ τε πληξίππῳ
Εὐμόλπου τε βίῃ Κελεῷ θʼ ἡγήτορι λαῶν
δρησμοσύνην ἱερῶν καὶ ἐπέφραδεν ὄργια πᾶσιν.
诗句如下: "她向特里普托勒摩斯和驱策马匹的狄奥克勒斯,以及强大的欧摩尔波斯和人民的领袖刻琉斯,展示了神圣仪式的履行,并向所有人宣告了她的秘仪。
" §2.14.4οὗτος δʼ οὖν, ὡς οἱ Φλιάσιοί φασιν, ὁ Δυσαύλης κατεστήσατο ἐνταῦθα τὴν τελετὴν καὶ οὗτος ἦν ὁ τῷ χωρίῳ τὸ ὄνομα παραθέμενος Κελεάς· Δυσαύλου τέ ἐστιν ἐνταῦθα, ὡς εἴρηταί μοι, μνῆμα.
"总之,正如弗利亚斯人所说,正是这位迪绍莱斯在这里确立了祭仪,也是他将“凯莱埃”这个名字赋予了这个地方;正如我所说,这里有迪绍莱斯的纪念碑。
πρότερον δὲ ἄρα ἐπεποίητο ὁ Ἀράντειος τάφος· ὕστερον γὰρ κατὰ τὸν Φλιασίων λόγον καὶ οὐκ ἐπὶ τῆς Ἄραντος βασιλείας ἀφίκετο ὁ Δυσαύλης.
但在那之前,阿拉斯的坟墓就已经建成了;因为根据弗利亚斯人的说法,迪绍莱斯来得较晚,并非在阿拉斯统治期间。
Φλιάσιοι γὰρ Προμηθεῖ γενέσθαι τῷ Ἰαπετοῦ κατὰ τὸν αὐτὸν χρόνον φασὶν Ἄραντα καὶ τρισὶν ἀνθρώπων γενεαῖς Πελασγοῦ τε εἶναι πρεσβύτερον τοῦ Ἀρκάδος καὶ τῶν λεγομένων Ἀθήνῃσιν αὐτοχθόνων.
因为弗利亚斯人说,阿拉斯与伊阿佩托斯之子普罗米修斯生于同一时代,并且比阿卡斯之子佩拉斯戈斯以及雅典被称为“自生民”的人还要年长人类的三代。
—τοῦ δὲ Ἀνακτόρου καλουμένου πρὸς τῷ ὀρόφῳ Πέλοπος ἅρμα λέγουσιν ἀνακεῖσθαι.
——在被称为“阿纳克托隆”建筑的屋顶附近,他们说供奉着珀罗普斯的战车。