§2.14.1τῆς δὲ πόλεως αἱ Κελεαὶ πέντε που σταδίους μάλιστα ἀπέχουσι, καὶ τῇ Δήμητρι ἐνταῦθα διʼ ἐνιαυτοῦ τετάρτου τὴν τελετὴν καὶ οὐ κατὰ ἔτος ἄγουσιν.
Celeae is about five stades distant from the city, and there they celebrate the festival for Demeter every fourth year and not annually.
ἱεροφάντης δὲ οὐκ ἐς τὸν βίον πάντα ἀποδέδεικται, κατὰ δὲ ἑκάστην τελετὴν ἄλλοτέ ἐστιν ἄλλος σφίσιν αἱρετός, λαμβάνων ἢν ἐθέλῃ καὶ γυναῖκα.
The hierophant is not appointed for his whole life, but at each festival a different person is chosen by them, who is also permitted to take a wife if he wishes.
καὶ ταῦτα μὲν διάφορα τῶν Ἐλευσῖνι νομίζουσι, τὰ δὲ ἐς αὐτὴν τὴν τελετὴν ἐκείνων ἐστὶν ἐς μίμησιν· ὁμολογοῦσι δὲ καὶ αὐτοὶ μιμεῖσθαι Φλιάσιοι τὰ ἐν Ἐλευσῖνι δρώμενα.
These things are indeed different from the customs at Eleusis, but the details of the festival itself are in imitation of theirs; and the Phliasians themselves admit that they imitate what is done at Eleusis.
§2.14.2Δυσαύλην δέ φασιν ἀδελφὸν Κελεοῦ παραγενόμενόν σφισιν ἐς τὴν χώραν καταστήσασθαι τὴν τελετήν, ἐκβληθῆναι δὲ αὐτὸν ἐξ Ἐλευσῖνος ὑπὸ Ἴωνος, ὅτε Ἴων Ἀθηναίοις ὁ Ξούθου πολέμαρχος τοῦ πρὸς Ἐλευσινίους ᾑρέθη πολέμου.
They say that Dysaules, the brother of Celeus, arrived in their country and established the festival, but that he was expelled from Eleusis by Ion, when Ion, the son of Xuthus, was chosen by the Athenians as polemarch of the war against the Eleusinians.
τοῦτο μὲν δὴ Φλιασίοις οὐκ ἔστιν ὅπως ὁμολογήσω, κρατηθέντα μάχῃ τινὰ Ἐλευσινίων φυγάδα ἀπελαθέντα οἴχεσθαι, τοῦ πολέμου τε ἐπὶ συνθήκαις καταλυθέντος πρὶν ἢ διαπολεμηθῆναι καὶ ἐν Ἐλευσῖνι αὐτοῦ καταμείναντος Εὐμόλπου.
Now, I cannot possibly agree with the Phliasians in this, that any of the Eleusinians was driven away as an exile after being defeated in battle, since the war was brought to an end by treaty before it was fought out, and Eumolpus himself remained in Eleusis.
§2.14.3δύναιτο δʼ ἂν κατὰ ἄλλην τινὰ ἐνταῦθα ὁ Δυσαύλης ἀφικέσθαι πρόφασιν καὶ οὐχ ὡς οἱ Φλιάσιοί φασιν.
Dysaules might have arrived here under some other pretext, and not as the Phliasians say.
οὐ μὴν οὐδὲ Κελεῷ προσήκων ἐμοὶ δοκεῖν οὐδὲ ἄλλως ἦν ἐν τοῖς ἐπιφανέσιν Ἐλευσινίων· οὐ γὰρ ἄν ποτε Ὅμηρος παρῆκεν αὐτὸν ἐν τοῖς ἔπεσιν.
Indeed, in my opinion, he was neither related to Celeus nor otherwise among the illustrious Eleusinians; for otherwise Homer would never have passed him over in his poems.
ἔστι γὰρ καὶ Ὁμήρῳ πεποιημένα ἐς Δήμητραν· ἐν δὲ αὐτοῖς καταλέγων τοὺς διδαχθέντας ὑπὸ τῆς θεοῦ τὴν τελετὴν Δυσαύλην οὐδένα οἶδεν Ἐλευσίνιον.
For there are verses composed by Homer also on Demeter; and in them, when enumerating those who were taught the festival by the goddess, he knows of no Eleusinian named Dysaules.
ἔχει δὲ οὕτω τὰ ἔπη· "
δεῖξεν Τριπτολέμῳ τε Διοκλεῖ τε πληξίππῳ
Εὐμόλπου τε βίῃ Κελεῷ θʼ ἡγήτορι λαῶν
δρησμοσύνην ἱερῶν καὶ ἐπέφραδεν ὄργια πᾶσιν. "
The verses run thus: "She showed to Triptolemus and Diocles, driver of horses, and to the might of Eumolpus and Celeus, leader of the people, the performance of the sacred rites, and she declared her mysteries to all.
§2.14.4οὗτος δʼ οὖν, ὡς οἱ Φλιάσιοί φασιν, ὁ Δυσαύλης κατεστήσατο ἐνταῦθα τὴν τελετὴν καὶ οὗτος ἦν ὁ τῷ χωρίῳ τὸ ὄνομα παραθέμενος Κελεάς· Δυσαύλου τέ ἐστιν ἐνταῦθα, ὡς εἴρηταί μοι, μνῆμα.
"This Dysaules, then, as the Phliasians say, established the festival here, and he was the one who gave the name Celeae to the place; and there is here, as I have said, a monument of Dysaules.
πρότερον δὲ ἄρα ἐπεποίητο ὁ Ἀράντειος τάφος· ὕστερον γὰρ κατὰ τὸν Φλιασίων λόγον καὶ οὐκ ἐπὶ τῆς Ἄραντος βασιλείας ἀφίκετο ὁ Δυσαύλης.
But it seems that the tomb of Aras had been made prior to this; for according to the account of the Phliasians, Dysaules arrived later and not during the reign of Aras.
Φλιάσιοι γὰρ Προμηθεῖ γενέσθαι τῷ Ἰαπετοῦ κατὰ τὸν αὐτὸν χρόνον φασὶν Ἄραντα καὶ τρισὶν ἀνθρώπων γενεαῖς Πελασγοῦ τε εἶναι πρεσβύτερον τοῦ Ἀρκάδος καὶ τῶν λεγομένων Ἀθήνῃσιν αὐτοχθόνων. —τοῦ δὲ Ἀνακτόρου καλουμένου πρὸς τῷ ὀρόφῳ Πέλοπος ἅρμα λέγουσιν ἀνακεῖσθαι.
For the Phliasians say that Aras was born at the same time as Prometheus, the son of Iapetus, and that he was older by three generations of men than Pelasgus, the son of Arcas, and those who are called at Athens the autochthones. —Near the roof of the building called the Anactoron, they say that the chariot of Pelops is dedicated.