§2.13.1Ἡρακλειδῶν δὲ κατελθόντων Πελοπόννησος ἐταράχθη πᾶσα πλὴν Ἀρκάδων, ὡς πολλὰς μὲν τῶν πόλεων συνοίκους ἐκ τοῦ Δωρικοῦ προσλαβεῖν, πλείονας δὲ ἔτι γενέσθαι τὰς μεταβολὰς τοῖς οἰκήτορσι.
当赫拉克勒斯后裔归来时,除阿卡迪亚人外,整个伯罗奔尼撒都陷入了混乱,以至于许多城市从多利安人中接纳了共同居住者,而居民的变化也变得更加频繁。
τὰ δὲ κατὰ Φλιοῦντα οὕτως ἔχει.
关于弗利亚斯的情况如下。
Ῥηγνίδας ἐπʼ αὐτὴν ὁ Φάλκου τοῦ Τημένου Δωριεὺς ἐκ τε Ἄργους στρατεύει καὶ ἐκ τῆς Σικυωνίας.
泰墨诺斯之子法尔克斯之子、多利安人勒格尼达斯,从阿耳戈斯和西基翁尼亚两地发兵进攻弗利亚斯。
τῶν δὲ Φλιασίων τοῖς μὲν ἃ προεκαλεῖτο Ῥηγνίδας ἐφαίνετο ἀρεστά, μένοντας ἐπὶ τοῖς αὑτῶν βασιλέα Ῥηγνίδαν καὶ τοὺς σὺν ἐκείνῳ Δωριεῖς ἐπὶ ἀναδασμῷ γῆς δέχεσθαι·
对于一部分弗利亚斯人来说,勒格尼达斯所提议的事情似乎是可取的:他们留在自己的土地上,接受勒格尼达斯为王,并根据土地重新分配接纳与他同行的多利安人。
§2.13.2Ἵππασος δὲ καὶ οἱ σὺν αὐτῷ διεκελεύοντο ἀμύνεσθαι μηδὲ πολλῶν καὶ ἀγαθῶν ἀμαχεὶ τοῖς Δωριεῦσιν ἀφίστασθαι.
但希帕索斯和他的同伴们则力主抵抗,不应不战而将许多优越权利让给多利安人。
προσεμένου δὲ τοῦ δήμου τὴν ἐναντίαν γνώμην, οὕτως Ἵππασος σὺν τοῖς ἐθέλουσιν ἐς Σάμον φεύγει.
然而,当民众接受了相反的意见时,希帕索斯便与愿意追随他的人一起逃往萨摩斯。
Ἱππάσου δὲ τούτου τέταρτος ἦν ἀπόγονος Πυθαγόρας ὁ λεγόμενος γενέσθαι σοφός· Μνησάρχου γὰρ Πυθαγόρας ἦν τοῦ Εὔφρονος τοῦ Ἱππάσου.
这位希帕索斯的第四代后裔就是被传为贤者的毕达哥拉斯;因为毕达哥拉斯是希帕索斯之子埃乌弗隆之子姆内萨尔科斯之子。
ταῦτα μὲν Φλιάσιοι λέγουσι περὶ αὑτῶν, ὁμολογοῦσι δέ σφισι τὰ πολλὰ καὶ Σικυώνιοι.
这些是弗利亚斯人关于他们自己的说法,西基翁人在大多数方面也赞同他们的说法。
§2.13.3προσέσται δὲ ἤδη καὶ τῶν ἐς ἐπίδειξιν ἡκόντων τὰ ἀξιολογώτατα.
接下来,在那些值得观赏的事物中,最值得注意的也将被加入叙述。
ἔστι γὰρ ἐν τῇ Φλιασίων ἀκροπόλει κυπαρίσσων ἄλσος καὶ ἱερὸν ἁγιώτατον ἐκ παλαιοῦ· τὴν δὲ θεὸν ἧς ἐστι τὸ ἱερὸν οἱ μὲν ἀρχαιότατοι Φλιασίων Γανυμήδαν, οἱ δὲ ὕστερον Ἥβην ὀνομάζουσιν· ἧς καὶ Ὅμηρος μνήμην ἐποιήσατο ἐν τῇ Μενελάου πρὸς Ἀλέξανδρον μονομαχίᾳ φάμενος οἰνοχόον τῶν θεῶν εἶναι, καὶ αὖθις ἐν Ὀδυσσέως ἐς Ἅιδου καθόδῳ γυναῖκα Ἡρακλέους εἶπεν εἶναι.
因为在弗利亚斯人的卫城里有一片柏树圣林和一座自古以来最神圣的圣所;对于这所神殿所属的女神,最古老的弗利亚斯人称她为甘尼墨达,而后来的人则称她为赫柏;荷马在墨涅拉奥斯对亚历山大的决斗中也提到了她,说她是众神的侍酒者,并在后来奥德修斯下到哈得斯阴间的段落中说她是赫拉克勒斯的妻子。
Ὠλῆνι δὲ ἐν Ἥρας ἐστὶν ὕμνῳ πεποιημένα τραφῆναι τὴν Ἥραν ὑπὸ Ὡρῶν, εἶναι δέ οἱ παῖδας Ἄρην τε καὶ Ἥβην.
而在奥伦为赫拉所作的赞歌中,有诗句写道赫拉是由荷赖抚养长大的,而她的孩子是阿瑞斯和赫柏。
§2.13.4παρὰ δὲ Φλιασίοις τῇ θεῷ ταύτῃ καὶ ἄλλαι τιμαὶ καὶ μέγιστον τὸ ἐς τοὺς ἱκέτας ἐστί· δεδώκασι γὰρ δὴ ἄδειαν ἐνταῦθα ἱκετεύουσι, λυθέντες δὲ οἱ δεσμῶται τὰς πέδας πρὸς τὰ ἐν τῷ ἄλσει δένδρα ἀνατιθέασιν.
在弗利亚斯人中,这位女神还享有其他尊荣,其中最大的一项是关于叹愿者的;因为他们确实给在这里叹愿的人提供了免受起诉的庇护,而囚犯们获得释放后,会将他们的脚镣奉纳给圣林中的树木。
ἄγεται δὲ καὶ ἑορτή σφισιν ἐπέτειος, ἣν καλοῦσι Κισσοτόμους.
他们还举办一年一度的节日,称之为“常春藤收割节”。
ἄγαλμα δὲ οὔτε ἐν ἀπορρήτῳ φυλάσσουσιν οὐδὲν οὔτε ἐστὶν ἐν φανερῷ δεικνύμενον—ἐφʼ ὅτῳ δὲ οὕτω νομίζουσιν, ἱερός ἐστιν αὐτοῖς λόγος—, ἐπεὶ τῆς γε Ἥρας ἐστὶν ἐξιόντων ἐν ἀριστερᾷ ναὸς ἄγαλμα ἔχων Παρίου λίθου.
他们既不秘密保存任何神像,也不在公开场合展示任何神像——关于他们为何有此习俗,他们中有一个神圣的传说——,因为至少对于赫拉,在人们走出去时的左侧有一座神殿,内有帕罗斯岛大理石制成的雕像。
§2.13.5ἐν δὲ τῇ ἀκροπόλει καὶ ἄλλος περίβολός ἐστιν ἱερὸς Δήμητρος, ἐν δὲ αὐτῷ ναός τε καὶ ἄγαλμα Δήμητρος καὶ τῆς παιδός· τὸ δὲ τῆς Ἀρτέμιδος—ἔστι γὰρ καὶ Ἀρτέμιδος ἐνταῦθα χαλκοῦν ἄγαλμα—ἐφαίνετο ἀρχαῖον εἶναί μοι.
在卫城上,还有另一个得墨忒耳的圣围地,其中有一座神殿以及得墨忒耳和她女儿的雕像;而阿耳忒弥斯的雕像——因为这里也有一尊阿耳忒弥斯的青铜像——在我看来是古老的。
κατιόντων δὲ ἐκ τῆς ἀκροπόλεώς ἐστιν Ἀσκληπιοῦ ναὸς ἐν δεξιᾷ καὶ ἄγαλμα οὐκ ἔχον πω γένεια.
对于从卫城下来的人,右侧有一座阿斯克勒庇俄斯的神殿和一尊尚未蓄须的雕像。
ὑπὸ τοῦτον τὸν ναὸν θέατρον πεποίηται· τούτου δὲ οὐ πόρρω Δήμητρός ἐστιν ἱερὸν καὶ καθήμενα ἀγάλματα ἀρχαῖα.
在这座神殿下方建造有一座剧场;离此不远有得墨忒耳的圣所和古老的坐像。
§2.13.6ἀνάκειται δὲ ἐπὶ τῆς ἀγορᾶς αἲξ χαλκῆ, τὰ πολλὰ ἐπίχρυσος· παρὰ δὲ Φλιασίοις τιμὰς ἐπὶ τῷδε εἴληφε.
在阿哥拉上奉纳着一只青铜山羊,大部分地方包金;在弗利亚斯人中,它因以下原因而获得尊荣。
τὸ ἄστρον ἣν ὀνομάζουσιν αἶγα ἀνατέλλουσα τὰς ἀμπέλους λυμαίνεται συνεχῶς· ἵνα δὲ ἄχαρι μηδὲν ἀπʼ αὐτῆς γένηται, οἱ δὲ τὴν ἐπὶ τῆς ἀγορᾶς χαλκῆν αἶγα ἄλλοις τε τιμῶσι καὶ χρυσῷ τὸ ἄγαλμα ἐπικοσμοῦντες.
他们称为山羊的星辰在升起时,不断损害葡萄藤;为了使它不带来任何灾祸,他们通过其他祭品以及用黄金装饰其雕像来尊崇阿哥拉上的这只青铜山羊。
ἐνταῦθά ἐστι καὶ Ἀριστίου μνῆμα τοῦ Πρατίνου· τούτῳ τῷ Ἀριστίᾳ σάτυροι καὶ Πρατίνᾳ τῷ πατρί εἰσι πεποιημένοι πλὴν τῶν Αἰχύλου δοκιμώτατοι.
这里还有普拉提纳斯之子阿里斯蒂亚斯的纪念碑;这位阿里斯蒂亚斯和他的父亲普拉提纳斯所创作的萨堤尔剧,除了埃斯库罗斯的作品之外,是最受推崇的。
§2.13.7ὄπισθεν δὲ τῆς ἀγορᾶς ἐστιν οἶκος ὀνομαζόμενος ὑπὸ Φλιασίων μαντικός.
在阿哥拉的后面有一座被弗利亚斯人称为“预言之屋”的建筑。
ἐς τοῦτον Ἀμφιάραος ἐλθὼν καὶ τὴν νύκτα ἐγκατακοιμηθεὶς μαντεύεσθαι τότε πρῶτον, ὡς οἱ Φλιάσιοί φασιν, ἤρξατο· τέως δὲ ἦν Ἀμφιάραος τῷ ἐκείνων λόγῳ ἰδιώτης τε καὶ οὐ μάντις.
据弗利亚斯人说,阿姆菲阿拉奥斯曾来到这里,在里面过夜,那时他才第一次开始预言;而在那之前,根据他们的说法,阿姆菲阿拉奥斯只是个普通人,并非预言者。
καὶ τὸ οἴκημα ἀπὸ τούτου συγκέκλεισται τὸν πάντα ἤδη χρόνον.
因此,这间房屋自那时起就一直被封闭至今。
οὐ πόρρω δέ ἐστιν ὁ καλούμενος Ὀμφαλός, Πελοποννήσου δὲ πάσης μέσον, εἰ δὴ τὰ ὄντα εἰρήκασιν.
离此不远是所谓的“翁法洛斯”,是整个伯罗奔尼撒的中心,如果他们所说的是事实的话。
ἀπὸ δὲ τοῦ Ὀμφαλοῦ προελθοῦσι Διονύσου σφίσιν ἱερόν ἐστιν ἀρχαῖον, ἔστι δὲ καὶ Ἀπόλλωνος καὶ ἄλλο Ἴσιδος.
对于从翁法洛斯前进的人,有他们的一座古老的狄奥尼索斯圣所,还有一座阿波罗圣所,以及另一座伊西斯圣所。
τὸ μὲν δὴ ἄγαλμα τοῦ Διονύσου δῆλον πᾶσιν, ὡσαύτως δὲ καὶ τὸ τοῦ Ἀπόλλωνος· τὸ δὲ τῆς Ἴσιδος τοῖς ἱερεῦσι θεάσασθαι μόνον ἔστι.
狄奥尼索斯的雕像对所有人都是显而易见的,阿波罗的雕像也是如此;但伊西斯的雕像只有祭司才能看见。
§2.13.8λέγεται δὲ καὶ ὧδε ὑπὸ Φλιασίων λόγος· Ἡρακλέα, ὅτʼ ἐκ Λιβύης ἀνεσώθη κομίζων τὰ μῆλα τὰ Ἑσπερίδων καλούμενα, ἐς Φλιοῦντα ἐλθεῖν κατὰ δή τι ἴδιον, διαιτωμένου δὲ ἐνταῦθα Οἰνέα ἐξ Αἰτωλίας ἀφικέσθαι παρʼ αὐτόν·
弗利亚斯人还讲述了这样一个故事:赫拉克勒斯从利比亚带着被称为赫斯珀里得斯的苹果安全返回时,因某些私事来到了弗利亚斯;当他留在这里时,来自埃托利亚的奥伊纽斯来到了他那里。
ἐγεγόνει δὲ τῷ Ἡρακλεῖ πρότερον ἔτι κηδεστής, τότε δὲ ἀφιγμένος εἱστία τὸν Ἡρακλέα ἢ αὐτὸς εἱστιᾶτο ὑπὸ ἐκείνου.
他此前就已经成为赫拉克勒斯的姻亲,当时到达后,他要么款待了赫拉克勒斯,要么自己接受了赫拉克勒斯的款待。
Κύαθον δʼ οὖν παῖδα οἰνοχόον Οἰνέως οὐκ ἀρεσθεὶς τῷ δοθέντι πώματι παίει τῶν δακτύλων ἑνὶ ἐς τὴν κεφαλήν· ἀποθανόντος δὲ αὐτίκα ὑπὸ τῆς πληγῆς Φλιασίοις ἐστὶν οἴκημα ἐς μνήμην.
总之,赫拉克勒斯对所给的饮料感到不满,用他的一根手指击打了奥伊纽斯的侍酒童库阿托斯的头部;由于他因这一击立即死亡,弗利亚斯人建有一座房屋作为纪念。
τοῦτο ᾠκοδόμηται μὲν παρὰ τὸ ἱερὸν τοῦ Ἀπόλλωνος, ἀγάλματα δὲ λίθου πεποιημένα ἔχει, κύλικα ὀρέγοντα Ἡρακλεῖ τὸν Κύαθον.
这建在阿波罗圣所的旁边,里面有石头制成的雕像,展示着库阿托斯向赫拉克勒斯递上杯子。