§2.15.1Φλιασίοις μὲν δὴ τοσαῦτα λόγου μάλιστα ἦν ἄξια·
在弗利亚斯人中,这些是特别值得记述的事。
ἐκ Κορίνθου δʼ ἐς Ἄργος ἐρχομένῳ Κλεωναὶ πόλις ἐστὶν οὐ μεγάλη.
从科林斯前往阿尔戈斯的途中,有克莱奥奈这座不大的城市。
παῖδα δὲ εἶναι Πέλοπος Κλεώνην λέγουσιν, οἱ δὲ τῷ παρὰ Σικυῶνα ῥέοντι Ἀσωπῷ θυγατέρα ἐπὶ ταῖς ἄλλαις Κλεώνην γενέσθαι· τὸ δʼ οὖν ὄνομα ἀπὸ τοῦ ἑτέρου τούτων ἐτέθη τῇ πόλει.
有人说克莱奥内是珀罗普斯的孩子,也有人说她是流经西基翁的阿索波斯的女儿之一;总之,这座城市是以这两者之一的名字命名的。
ἐνταῦθά ἐστιν ἱερὸν Ἀθηνᾶς, τὸ δὲ ἄγαλμα Σκύλλιδος τέχνη καὶ Διποίνου·
这里有一座阿梯娜神庙,神像是斯库利斯和狄波伊诺斯的作品。
μαθητὰς δὲ εἶναι Δαιδάλου σφᾶς, οἱ δὲ καὶ γυναῖκα ἐκ Γόρτυνος ἐθέλουσι λαβεῖν Δαίδαλον καὶ τὸν Δίποινον καὶ Σκύλλιν ἐκ τῆς γυναικός οἱ ταύτης γενέσθαι.
有人说他们是代达罗斯的弟子,而另一些人则认为代达罗斯娶了来自戈尔廷的妻子,狄波伊诺斯和斯库利斯是代达罗斯与该女子所生之子。
ἐν Κλεωναῖς δὲ τοῦτό ἐστι τὸ ἱερὸν καὶ μνῆμα Εὐρύτου καὶ Κτεάτου· θεωροὺς γὰρ ἐξ Ἤλιδος ἐς τὸν ἀγῶνα ἰόντας τῶν Ἰσθμίων αὐτοὺς ἐνταῦθα Ἡρακλῆς κατετόξευσεν, ἔγκλημα ποιούμενος ὅτι οἱ πρὸς Αὐγείαν πολεμοῦντι ἀντετάχθησαν.
在克莱奥奈有这座神庙以及欧律托斯和克特阿托斯的纪念碑;赫拉克勒斯在这里用箭射杀了他们,当时他们正从埃利斯前往科林斯地峡运动会观礼,赫拉克勒斯指控他们在自己与奥革阿斯交战时与他为敌。
§2.15.2ἐκ Κλεωνῶν δέ εἰσιν ἐς Ἄργος ὁδοὶ δύο, ἡ μὲν ἀνδράσιν εὐζώνοις καὶ ἔστιν ἐπίτομος, ἡ δὲ ἐπὶ τοῦ καλουμένου Τρητοῦ, στενὴ μὲν καὶ αὐτὴ περιεχόντων ὀρῶν, ὀχήμασι δέ ἐστιν ὅμως ἐπιτηδειοτέρα.
从克莱奥奈到阿尔戈斯有两条路:一条供轻装步行者走,是一条捷径;另一条经过被称为“特雷托斯”的通道,虽然因群山环抱同样狭窄,但更适合车辆通行。
ἐν τούτοις τοῖς ὄρεσι τὸ σπήλαιον ἔτι δείκνυται τοῦ λέοντος, καὶ ἡ Νεμέα τὸ χωρίον ἀπέχει σταδίους πέντε που καὶ δέκα.
在这些山中,那只狮子的洞穴至今仍被指出,而内梅亚地方距离那里大约十五斯塔德。
ἐν δὲ αὐτῇ Νεμείου Διὸς ναός ἐστι θέας ἄξιος, πλὴν ὅσον κατερρυήκει τε ὁ ὄροφος καὶ ἄγαλμα οὐδὲν ἔτι ἐλείπετο·
在内梅亚本身有一座值得一看的内梅亚宙斯神庙,只是屋顶已经坍塌,并且神像也不复存在。
κυπαρίσσων τε ἄλσος ἐστὶ περὶ τὸν ναόν, καὶ τὸν Ὀφέλτην ἐνταῦθα ὑπὸ τῆς τροφοῦ τεθέντα ἐς τὴν πόαν διαφθαρῆναι λέγουσιν ὑπὸ τοῦ δράκοντος.
神庙周围有一片柏树圣林,据说奥斐尔特斯被乳母放在这里的草地上时,被那条大蛇咬死。
§2.15.3θύουσι δὲ Ἀργεῖοι τῷ Διὶ καὶ ἐν τῇ Νεμέᾳ καὶ Νεμείου Διὸς ἱερέα αἱροῦνται, καὶ δὴ καὶ δρόμου προτιθέασιν ἀγῶνα ἀνδράσιν ὡπλισμένοις Νεμείων πανηγύρει τῶν χειμερινῶν.
阿尔戈斯人在内梅亚向宙斯献祭,并选出内梅亚宙斯的神官,他们还在冬季内梅亚竞技会的集会上为武装士兵举办赛跑。
ἐνταῦθα ἔστι μὲν Ὀφέλτου τάφος, περὶ δὲ αὐτὸν θριγκὸς λίθων καὶ ἐντὸς τοῦ περιβόλου βωμοί· ἔστι δὲ χῶμα γῆς Λυκούργου μνῆμα τοῦ Ὀφέλτου πατρός.
这里有奥斐尔特斯的坟墓,墓周围有石栅栏,围墙内有祭坛;还有一个土丘,是奥斐尔特斯之父吕库尔戈斯的纪念碑。
τὴν δὲ πηγὴν Ἀδράστειαν ὀνομάζουσιν εἴτε ἐπʼ ἄλλῃ τινὶ αἰτίᾳ εἴτε καὶ ἀνευρόντος αὐτὴν Ἀδράστου·
他们称该泉水为阿德拉斯泰亚,不知是因为其他某种原因,还是因为阿德拉斯托斯发现了它。
τὸ δὲ ὄνομα λέγουσι τῇ χώρᾳ Νεμέαν δοῦναι θυγατέρα Ἀσωποῦ καὶ ταύτην.
他们说,阿索波斯的另一个女儿内梅亚将她的名字赋予了这个地方。
καὶ ὄρος Ἀπέσας ἐστὶν ὑπὲρ τὴν Νεμέαν, ἔνθα Περσέα πρῶτον Διὶ θῦσαι λέγουσιν Ἀπεσαντίῳ.
在内梅亚上方有阿佩萨斯山,据说珀尔修斯最早在这里向阿佩桑提乌斯宙斯献祭。
— §2.15.4ἀνελθοῦσι δὲ ἐς τὸν Τρητὸν καὶ αὖθις τὴν ἐς Ἄργος ἰοῦσίν ἐστι Μυκηνῶν ἐρείπια ἐν ἀριστερᾷ.
— 对于登上特雷托斯并再次走向阿尔戈斯的人来说,迈锡尼的废墟就在左侧。
καὶ ὅτι μὲν Περσεὺς ἐγένετο Μυκηνῶν οἰκιστής, ἴσασιν Ἕλληνες· ἐγὼ δὲ αἰτίαν τε γράψω τοῦ οἰκισμοῦ καὶ διʼ ἥντινα πρόφασιν Ἀργεῖοι Μυκηναίους ὕστερον ἀνέστησαν.
希腊人都知道珀尔修斯是迈锡尼的奠基者;我将记述奠基的原因,以及后来阿尔戈斯人以何种借口驱逐了迈锡尼人。
ἐν γὰρ τῇ νῦν Ἀργολίδι ὀνομαζομένῃ τὰ μὲν ἔτι παλαιότερα οὐ μνημονεύουσιν, Ἴναχον δὲ βασιλεύοντα τόν τε ποταμὸν ἀφʼ αὑτοῦ λέγουσιν ὀνομάσαι καὶ θῦσαι τῇ Ἥρᾳ.
因为在现在被称为阿尔戈利斯的地方,更古老的事已经不被记忆,但他们说当伊纳科斯在位时,他用自己的名字命名了河流,并向赫拉献祭。
§2.15.5λέγεται δὲ καὶ ὧδε λόγος· Φορωνέα ἐν τῇ γῇ ταύτῃ γενέσθαι πρῶτον, Ἴναχον δὲ οὐκ ἄνδρα ἀλλὰ τὸν ποταμὸν πατέρα εἶναι Φορωνεῖ· τοῦτον δὲ Ποσειδῶνι καὶ Ἥρᾳ δικάσαι περὶ τῆς χώρας, σὺν δὲ αὐτῷ Κηφισόν τε καὶ Ἀστερίωνα ποταμόν·
还有这样一种传说:佛罗纽斯是这片土地上诞生的第一个人,而伊纳科斯并非人类,而是河流,并且是佛罗纽斯的父亲;这条河流与凯菲索斯河及阿斯泰里翁河一起,裁判了波塞冬与赫拉之间关于土地的争端。
κρινάντων δὲ Ἥρας εἶναι τὴν γῆν, οὕτω σφίσιν ἀφανίσαι τὸ ὕδωρ Ποσειδῶνα.
当他们裁决土地属于赫拉时,波塞冬因此使他们的水消失。
καὶ διὰ τοῦτο οὔτε Ἴναχος ὕδωρ οὔτε ἄλλος παρέχεται τῶν εἰρημένων ποταμῶν ὅτι μὴ ὕσαντος τοῦ θεοῦ· θέρους δὲ αὖά σφισίν ἐστι τὰ ῥεύματα πλὴν τῶν ἐν Λέρνῃ.
正因为如此,无论是伊纳科斯河还是上述其他河流,除非神降雨,否则都不提供水源;在夏天,除了莱尔纳的溪流外,它们的河道都是干涸的。
Φορωνεὺς δὲ ὁ Ἰνάχου τοὺς ἀνθρώπους συνήγαγε πρῶτον ἐς κοινόν, σποράδας τέως καὶ ἐφʼ ἑαυτῶν ἑκάστοτε οἰκοῦντας· καὶ τὸ χωρίον ἐς ὃ πρῶτον ἠθροίσθησαν ἄστυ ὠνομάσθη Φορωνικόν.
伊纳科斯之子佛罗纽斯首次将人们聚集到一个共同体中,在此之前,他们分散居住,各自为政;他们最初聚集的地方被命名为佛罗尼孔城。