Humanitext Reader

保萨尼亚斯 · 希腊志 §2.10.1-2.10.7

西基翁的体育馆以及赫拉克勒斯与阿斯克勒庇俄斯圣域

第 65 段,共 465 段 · 希腊语

内容简介

本文介绍了西基翁广场附近体育馆的赫拉克勒斯神殿、阿斯克勒庇俄斯神殿及其神像与遗物、阿佛洛狄忒神殿的特殊仪式,以及附有独特雕像的体育馆。

§2.10.1ἐν δὲ τῷ γυμνασίῳ τῆς ἀγορᾶς ὄντι οὐ μακρὰν Ἡρακλῆς ἀνάκειται λίθου, Σκόπα ποίημα.
在广场内的体育馆中,不远处奉纳着一尊大理石的赫拉克勒斯像,是斯科帕斯的作品。
ἔστι δὲ καὶ ἑτέρωθι ἱερὸν Ἡρακλέους· τὸν μὲν πάντα ἐνταῦθα περίβολον Παιδιζὴν ὀνομάζουσιν, ἐν μέσῳ δέ ἐστι τῷ περιβόλῳ τὸ ἱερόν, ἐν δὲ αὐτῷ ξόανον ἀρχαῖον, τέχνη Φλιασίου Λαφάους.
在另一个地方也有赫拉克勒斯的神殿;他们把那里的整个境内称为“派迪泽”,神殿位于境内的正中央,其中有一尊古老的木雕像,是弗利亚斯人拉法埃斯的作品。
ἐπὶ δὲ τῇ θυσίᾳ τοιάδε δρᾶν νομίζουσι.
关于献祭,他们习惯于这样做。
Φαῖστον ἐν Σικυωνίᾳ λέγουσιν ἐλθόντα καταλαβεῖν Ἡρακλεῖ σφᾶς ὡς ἥρωι ἐναγίζοντας· οὔκουν ἠξίου δρᾶν οὐδὲν ὁ Φαῖστος τῶν αὐτῶν, ἀλλʼ ὡς θεῷ θύειν.
他们说,斐斯托斯来到西基翁时,发现他们正像对待英雄一样向赫拉克勒斯献祭;因此,斐斯托斯认为不应重复同样的做法,而应当像对待神明一样向他献祭。
καὶ νῦν ἔτι ἄρνα οἱ Σικυώνιοι σφάξαντες καὶ τοὺς μηροὺς ἐπὶ τοῦ βωμοῦ καύσαντες τὰ μὲν ἐσθίουσιν ὡς ἀπὸ ἱερείου, τὰ δὲ ὡς ἥρωι τῶν κρεῶν ἐναγίζουσι.
直到今天,西基翁人在宰杀羔羊并将大腿肉在祭坛上烧毁后,一部分作为献祭神明的肉吃掉,另一部分作为献给英雄的祭品进行祭祀。
τῆς ἑορτῆς δέ, ἣν ἄγουσι τῷ Ἡρακλεῖ, τὴν προτέραν τῶν ἡμερῶν †ὀνόματα ὀνομάζοντες Ἡράκλεια δὴ καλοῦσι τὴν ὑστέραν.
在他们为赫拉克勒斯举行的节日中,他们将前一天称为 †[名称损坏]†,而将后一天称为“赫拉克莱亚”。
§2.10.2ἐντεῦθέν ἐστιν ὁδὸς ἐς ἱερὸν Ἀσκληπιοῦ.
从这里有一条通往阿斯克勒庇俄斯神殿的路。
παρελθοῦσι δὲ ἐς τὸν περίβολον ἐν ἀριστερᾷ διπλοῦν ἐστιν οἴκημα· κεῖται δὲ Ὕπνος ἐν τῷ προτέρῳ, καί οἱ πλὴν τῆς κεφαλῆς ἄλλο οὐδὲν ἔτι λείπεται.
对于进入境内的人来说,左手边是一座双重结构的房屋;在前一间房间里放着修普诺斯的雕像,现在除了头部以外,其余部分已经荡然无存。
τὸ ἐνδοτέρω δὲ Ἀπόλλωνι ἀνεῖται Καρνείῳ, καὶ ἐς αὐτὸ οὐκ ἔστι πλὴν τοῖς ἱερεῦσιν ἔσοδος.
里间供奉着卡尔奈奥斯·阿波罗,除了祭司之外,任何人不得进入。
κεῖται δὲ ἐν τῇ στοᾷ κήτους ὀστοῦν θαλασσίου μεγέθει μέγα καὶ μετʼ αὐτὸ ἄγαλμα Ὀνείρου καὶ Ὕπνος κατακοιμίζων λέοντα, Ἐπιδώτης δὲ ἐπίκλησιν.
在柱廊里放着一根巨大海兽的骨头,其后是奥涅伊罗斯的雕像,以及让狮子入睡的修普诺斯雕像,他被称为埃皮多特斯。
ἐς δὲ τὸ Ἀσκληπιεῖον ἐσιοῦσι καθʼ ἕτερον τῆς ἐσόδου τῇ μὲν Πανὸς καθήμενον ἄγαλμά ἐστι, τῇ δὲ Ἄρτεμις ἕστηκεν.
对于从另一个入口进入阿斯克勒庇俄斯神殿的人来说,一边是潘神的坐像,另一边立着阿尔忒弥斯像。
§2.10.3ἐσελθοῦσι δὲ ὁ θεός ἐστιν οὐκ ἔχων γένεια, χρυσοῦ καὶ ἐλέφαντος, Καλάμιδος δὲ ἔργον· ἔχει δὲ καὶ σκῆπτρον καὶ ἐπὶ τῆς ἑτέρας χειρὸς πίτυος καρπὸν τῆς ἡμέρου.
对于进入神殿的人来说,神像是无须的,由黄金和象牙制成,是卡拉米斯的作品;他一只手拿着权杖,另一只手拿着栽培种的松果。
φασὶ δέ σφισιν ἐξ Ἐπιδαύρου κομισθῆναι τὸν θεὸν ἐπὶ ζεύγους ἡμιόνων δράκοντι εἰκασμένον, τὴν δὲ ἀγαγοῦσαν Νικαγόραν εἶναι Σικυωνίαν Ἀγασικλέους μητέρα, γυναῖκα δὲ Ἐχετίμου.
他们说,这位神明是以蛇的形态,由一双骡子拉着车从埃皮道鲁斯运来的,而带他来的女人是西基翁人尼卡戈拉,她是阿加西克LES的母亲,埃克提穆斯的妻子。
ἐνταῦθα ἀγάλματά ἐστιν οὐ μεγάλα ἀπηρτημένα τοῦ ὀρόφου· τὴν δὲ ἐπὶ τῷ δράκοντι Ἀριστοδάμαν Ἀράτου μητέρα εἶναι λέγουσι καὶ Ἄρατον Ἀσκληπιοῦ παῖδα εἶναι νομίζουσιν.
这里有一些挂在天花板上的、尺寸不大的雕像;他们说那个骑在蛇身上的女人是阿拉托斯的母亲阿里斯托达玛,并且他们相信阿拉托斯是阿斯克勒庇俄斯之子。
§2.10.4οὗτος μὲν δὴ παρείχετο ὁ περίβολος τοσάδε ἐς μνήμην, πέραν δὲ αὐτοῦ ἄλλος ἐστὶν Ἀφροδίτης ἱερός· ἐν δὲ αὐτῷ πρῶτον ἄγαλμά ἐστιν Ἀντιόπης· εἶναι γάρ οἱ τοὺς παῖδας Σικυωνίους καὶ διʼ ἐκείνους ἐθέλουσι καὶ αὐτὴν Ἀντιόπην προσήκειν σφίσι.
这处境内提供了这么多值得纪念的事物,而在它的对面是另一处境内,供奉着阿佛洛狄忒;其中首先是一尊安提俄佩的雕像;因为他们希望她的孩子是西基翁人,并且因为这些孩子的缘故,他们也想让安提俄佩本人与他们有所关联。
μετὰ τοῦτο ἤδη τὸ τῆς Ἀφροδίτης ἐστὶν ἱερόν.
紧接着这尊雕像之后便是阿佛洛狄忒的神殿。
ἐσίασι μὲν δὴ ἐς αὐτὸ γυνή τε νεωκόρος, ᾗ μηκέτι θέμις παρʼ ἄνδρα φοιτῆσαι, καὶ παρθένος ἱερωσύνην ἐπέτειον ἔχουσα· λουτροφόρον τὴν παρθένον ὀνομάζουσι· τοῖς δὲ ἄλλοις κατὰ ταὐτὰ καὶ ὁρᾶν ἀπὸ τῆς ἐσόδου τὴν θεὸν καὶ αὐτόθεν προσεύχεσθαι.
进入其中的只有一位女庙祝(她已不再被允许与丈夫同居)和一位任期为一年的处女祭司;他们称这位处女为“引水者”;而对于其他人,则同样规定只能从入口处瞻仰女神,并在该处祈祷。
§2.10.5τὸ μὲν δὴ ἄγαλμα καθήμενον Κάναχος Σικυώνιος ἐποίησεν, ὃς καὶ τὸν ἐν Διδύμοις τοῖς Μιλησίων καὶ Θηβαίοις τὸν Ἰσμήνιον εἰργάσατο Ἀπόλλωνα· πεποίηται δὲ ἔκ τε χρυσοῦ καὶ ἐλέφαντος, φέρουσα ἐπὶ τῇ κεφαλῇ πόλον, τῶν χειρῶν δὲ ἔχει τῇ μὲν μήκωνα τῇ δὲ ἑτέρᾳ μῆλον.
这尊坐像是西基翁人卡纳科斯制作的,他也曾为米利都人制作了迪迪马的阿波罗像,并为底比斯人制作了伊斯墨尼奥斯·阿波罗像;它是用黄金和象牙制成的,头上戴着天球冠,一只手拿着罂粟,另一只手拿着苹果。
τῶν δὲ ἱερείων τοὺς μηροὺς θύουσι πλὴν ὑῶν, τἄλλα δὲ ἀρκεύθου ξύλοις καθαγίζουσι, καιομένοις δὲ ὁμοῦ τοῖς μηροῖς φύλλον τοῦ παιδέρωτος συγκαθαγίζουσιν.
除了猪以外,他们将牺牲兽的大腿肉用于献祭烧毁,其余部分则用刺柏木进行焚烧,在大腿肉燃烧的同时,他们也会一同焚烧一片“派德罗斯”的叶子。
§2.10.6ἔνεστι δὲ ὁ παιδέρως ἐν ὑπαίθρῳ τοῦ περιβόλου πόα, φύεται δὲ ἀλλαχόθι οὐδαμοῦ γῆς, οὔτε ἄλλης οὔτε τῆς Σικυωνίας.
“派德罗斯”是生长在境内露天处的一种草,在世界上的其他任何地方,无论是在其他土地还是西基翁的其他领土,它都无法生长。
τὰ δέ οἱ φύλλα ἐλάσσονα ἢ φηγοῦ, μείζονα δέ ἐστιν ἢ πρίνου, σχῆμα δέ σφισιν οἷον τοῖς τῆς δρυός· καὶ τὸ μὲν ὑπομελαίνει, τὸ δὲ ἕτερον λευκόν ἐστι· φύλλοις δʼ ἂν λεύκης μάλιστα εἰκάζοις τὴν χροιάν.
它的叶子比山毛榉的叶子小,但比冬青栎的叶子大,形状像橡树叶;它的一面发黑,另一面呈白色;你最容易将它的颜色比作白杨树的叶子。
§2.10.7ἀπὸ τούτων δὲ ἀνιοῦσιν ἐς τὸ γυμνάσιον, ἔστιν ἐν δεξιᾷ Φεραίας ἱερὸν Ἀρτέμιδος· κομισθῆναι δὲ τὸ ξόανον λέγουσιν ἐκ Φερῶν.
从这些地方往上走到体育馆,右边是费赖阿的阿尔忒弥斯神殿;他们说这尊木雕像是从费赖运来的。
τὸ δέ σφισι γυμνάσιον τοῦτο Κλεινίας ᾠκοδόμησε, καὶ παιδεύουσιν ἐνταῦθα ἔτι τοὺς ἐφήβους.
他们的这座体育馆是由克莱尼亚斯建造的,他们至今仍在这里教育青年。
κεῖται δὲ λίθου λευκοῦ καὶ Ἄρτεμις τὰ ἐς ἰξὺν μόνον εἰργασμένη καὶ Ἡρακλῆς τὰ κάτω τοῖς Ἑρμαῖς τοῖς τετραγώνοις εἰκασμένος.
那里还放着一尊白大理石的阿尔忒弥斯像,只雕刻到腰部,以及一尊下半身像四角形赫尔墨斯石柱一样的赫拉克勒斯像。

词汇与语法注释

  1. §2.10.1ἐναγίζοντας — 作为与 `σφᾶς`(西基翁人)一致的分词,充当带宾格的 `καταλαβεῖν` 的补足语。动词 `ἐναγίζω` 特指对英雄或死者进行祭祀,与对天上神明的献祭(`θύω`)相区别。
  2. §2.10.2παρελθοῦσι — 与格复数分词。这是表示关联或判断的与格(dativus iudicantis),意为“对于进入境内的人(读者或朝圣者)而言”,尽管句子的主语是 `οἴκημα`,但以此引入了参观者的视角。
  3. §2.10.4εἶναι γάρ οἱ τοὺς παῖδας — 不定式 `εἶναι` 处于间接引语中,取决于省略的表示“说”的动词。代词 `οἱ` 是指代安提俄佩的与格,起所有与格的作用,意为“她拥有孩子们”(字面意为“孩子们属于她”)。

引用这一段

保萨尼亚斯, 希腊志 §2.10.1-2.10.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:2.10.1-2.10.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。