Humanitext Reader

保萨尼亚斯 · 希腊志 §10.5.7-10.5.13

德尔斐神谕所的起源与历代神殿

第 418 段,共 465 段 · 希腊语

内容简介

帕萨尼亚斯介绍了关于德尔斐神谕所起源的传说(包括首位女祭司菲莫诺埃和海波里安人奥伦的作用),并记述了历代神殿(月桂树、蜂蜡、青铜、石头)的演变、毁坏以及当前神殿的重建历史。

§10.5.7ἤκουσα δὲ καὶ ὡς ἄνδρες ποιμαίνοντες ἐπιτύχοιεν τῷ μαντείῳ, καὶ ἔνθεοί τε ἐγένοντο ὑπὸ τοῦ ἀτμοῦ καὶ ἐμαντεύσαντο ἐξ Ἀπόλλωνος.
我还听说,有些牧羊人碰巧发现了那个神谕所,因吸入蒸汽而神魂颠倒,并从阿波罗那里得到了神谕。
μεγίστη δὲ καὶ παρὰ πλείστων ἐς Φημονόην δόξα ἐστίν, ὡς πρόμαντις γένοιτο ἡ Φημονόη τοῦ θεοῦ πρώτη καὶ πρώτη τὸ ἑξάμετρον ᾖσεν.
关于菲莫诺埃的声望最大,也最受众人赞同,即菲莫诺埃成为了神的第一位女祭司,并最先唱出了六步格。
Βοιὼ δὲ ἐπιχωρία γυνὴ ποιήσασα ὕμνον Δελφοῖς ἔφη κατασκευάσασθαι τὸ μαντεῖον τῷ θεῷ τοὺς ἀφικομένους ἐξ Ὑπερβορέων τούς τε ἄλλους καὶ Ὠλῆνα· τοῦτον δὲ καὶ μαντεύσασθαι πρῶτον καὶ ᾄσαι πρῶτον τὸ ἑξάμετρον.
然而,当地妇女波欧在为德尔斐创作的赞歌中表示,该神谕所是由从海波里安人那里来到这里的其他人以及奥伦为神建立的;并且说奥伦也是最先传达神谕、最先唱出六步格的人。
§10.5.8πεποίηκε δὲ ἡ Βοιὼ τοιάδε· " ἔνθα τοι εὔμνηστον χρηστήριον ἐκτελέσαντο παῖδες Ὑπερβορέων Παγασὸς καὶ δῖος Ἀγυιεύς.
波欧写道: “在那里,确实为你建立起了一座永难忘怀的神谕所,他们是海波里安人的子嗣,帕加索斯与神圣的阿居埃乌斯。
" ἐπαριθμοῦσα δὲ καὶ ἄλλους τῶν Ὑπερβορέων, ἐπὶ τελευτῇ τοῦ ὕμνου τὸν Ὠλῆνα ὠνόμασεν· " Ὠλήν θʼ, ὃς γένετο πρῶτος Φοίβοιο προφάτας, πρῶτος δʼ ἀρχαίων ἐπέων τεκτάνατʼ ἀοιδάν.
” 她还列举了其他海波里安人,并在赞歌的结尾提到了奥伦的名字: “还有奥伦,他是福伊波斯的第一位先知,也是最先编织起古代诗歌之歌的人。
" οὐ μέντοι τά γε ἥκοντα ἐς μνήμην ἐς ἄλλον τινά, ἐς δὲ γυναικῶν μαντείαν ἀνήκει μόνων.
” 然而,流传下来的记忆并不归于任何其他人,而仅属于女性的传神谕活动。
§10.5.9ποιηθῆναι δὲ τὸν ναὸν τῷ Ἀπόλλωνι τὸ ἀρχαιότατον δάφνης φασί, κομισθῆναι δὲ τοὺς κλάδους ἀπὸ τῆς δάφνης τῆς ἐν τοῖς Τέμπεσι· καλύβης δʼ ἂν σχῆμα οὗτός γε ἂν εἴη παρεσχηματισμένος ὁ ναός.
人们说,最古老的时候为阿波罗建造的神殿是用月桂树做成的,树枝是从滕佩的月桂树上运来的;而这座神殿应当是模仿小屋的形状建造的。
δεύτερα δὲ λέγουσιν οἱ Δελφοὶ γενέσθαι ὑπὸ μελισσῶν τὸν ναὸν ἀπό τε τοῦ κηροῦ τῶν μελισσῶν καὶ ἐκ πτερῶν· πεμφθῆναι δὲ ἐς Ὑπερβορέους φασὶν αὐτὸν ὑπὸ τοῦ Ἀπόλλωνος.
德尔斐人说,第二座神殿是由蜜蜂用蜂蜡和羽毛建造的;他们说它被阿波罗送往了海波里安人那里。
§10.5.10λέγεται δὲ καὶ ἕτερος λόγος, ὡς τὸν ναὸν κατεσκευάσατο ἀνὴρ Δελφός, ὄνομα δὲ αὐτῷ Πτερᾶν εἶναι· κατὰ τοῦτο οὖν γενέσθαι καὶ τῷ ναῷ τοὔνομα ἀπὸ τοῦ οἰκοδομήσαντος· ἀπὸ τούτου δὲ τοῦ Πτερᾶ καὶ πόλιν Κρητικὴν προσθήκῃ γράμματος Ἀπτερεούς φασιν ὀνομάζεσθαι.
还流传着另一种说法,即建造这座神殿的是一个德尔斐人,名字叫普特拉斯;因此根据这一点,该神殿的名字也源自其建造者;据说克里特岛的一座城市也是从这个普特拉斯的名字演变而来,加上一个字母被称为阿普特雷乌斯。
τὸν γὰρ δὴ λόγον τὸν ἔχοντα ἐς τὴν ἐν τοῖς ὄρεσιν αὐξομένην πτέριν, ὡς ἐκ τῆς πόας ταύτης χλωρᾶς ἔτι διεπλέξαντο ναόν, οὐδὲ ἀρχὴν προσίεμαι τὸν λόγον τοῦτον.
因为对于那个关于山上生长的蕨类植物的传说,即他们在这草还绿的时候就用它编织了一座神殿,我从一开始就根本不接受这种说法。
§10.5.11τὰ δὲ ἐς τὸν τρίτον τῶν ναῶν, ὅτι ἐγένετο ἐκ χαλκοῦ, θαῦμα οὐδέν, εἴ γε Ἀκρίσιος μὲν θάλαμον χαλκοῦν τῇ θυγατρὶ ἐποιήσατο, Λακεδαιμονίοις δὲ Ἀθηνᾶς ἱερὸν Χαλκιοίκου καὶ ἐς ἡμᾶς ἔτι λείπεται, Ῥωμαίοις δὲ ἡ ἀγορὰ μεγέθους ἕνεκα καὶ κατασκευῆς τῆς ἄλλης θαῦμα οὖσα παρέχεται τὸν ὄροφον χαλκοῦν· οὕτω καὶ ναὸν τῷ Ἀπόλλωνι οὐκ ἂν ἄπο γε τοῦ εἰκότος εἴη γενέσθαι χαλκοῦν.
至于第三座神殿,它是用青铜建造的,这并没什么好奇怪的,因为阿克里西乌斯曾为他的女儿建造了一个青铜居室,而斯巴达人那里至今还留存着铜屋雅典娜的神庙,罗马人则有那座因其规模和其他构造而令人叹为观止的广场,其屋顶就是青铜的;因此,对于阿波罗来说,拥有一座青铜神殿也绝非是不可能的事。
§10.5.12τὰ μέντοι ἄλλα με οὐκ ἔπειθεν ὁ λόγος ἢ Ἡφαίστου τὸν ναὸν τέχνην εἶναι ἢ τὰ ἐς τὰς ᾠδοὺς τὰς χρυσᾶς, ἃ δὴ Πίνδαρος ᾖσεν ἐπʼ ἐκείνῳ τῷ ναῷ· " χρύσειαι δʼ ἐξύπερθʼ αἰετοῦ ἄειδον Κηληδόνες.
然而,其余的说法并未能说服我,无论是说该神殿是赫菲斯托斯的杰作,还是关于那些金色的歌女的事,品达确实在关于那座神殿的诗中唱道: “而在山墙之上,金色的凯莱多内斯在歌唱。
" οὗτος μὲν δὴ ταῦτα ἐς μίμησιν ἐμοὶ δοκεῖν τῶν παρʼ Ὁμήρῳ Σειρήνων ἐποίησεν· οὐ μὴν οὐδὲ τρόπον ὅντινα ἀφανισθῆναι συνέπεσε τῷ ναῷ, κατὰ ταὐτὰ εἰρημένα εὕρισκον· καὶ γὰρ ἐς χάσμα γῆς ἐμπεσεῖν αὐτὸν καὶ ὑπὸ πυρὸς τακῆναι λέγουσιν.
” 在我看来,此人确实是模仿荷马史诗中的塞壬才创作了这些内容的;而且,我也发现关于这座神殿是如何消失的,人们的说法并不一致,因为有人说它坠入了地面的裂缝中,也有人说它被火熔化了。
§10.5.13τέταρτος δὲ ὑπὸ Τροφωνίου μὲν εἰργάσθη καὶ Ἀγαμήδους, λίθου δὲ αὐτὸν ποιηθῆναι μνημονεύουσι· κατεκαύθη δὲ Ἐρξικλείδου μὲν Ἀθήνῃσιν ἄρχοντος, πρώτῳ δὲ τῆς ὀγδόης Ὀλυμπιάδος ἔτει καὶ πεντηκοστῆς, ἣν Κροτωνιάτης ἐνίκα Διόγνητος.
第四座神殿是由特罗福尼乌斯和阿加梅德斯建造的,文献记载它是用石头做成的;它在埃尔克西克莱德斯担任雅典执政官期间被烧毁,即在第五十八届奥林匹克运动会的第一年,克罗托内的迪奥格内托斯获得了冠军。
τὸν δʼ ἐφʼ ἡμῶν τῷ θεῷ ναὸν ᾠκοδόμησαν μὲν ἀπὸ τῶν ἱερῶν οἱ Ἀμφικτύονες χρημάτων, ἀρχιτέκτων δέ τις Σπίνθαρος ἐγένετο αὐτοῦ Κορίνθιος.
我们时代的这座献给神的神殿是由大安菲克提翁同盟利用神圣资金建造的,科林斯人斯平塔罗斯是其建筑师。

词汇与语法注释

  1. 10.5.7ὡς ... ἐπιτύχοιεν ... ἐγένοντο — 在由过去时主句动词(ἤκουσα)引导的 ὡς 从句中,第一个动词 ἐπιτύχοιεν 使用了间接引语的祈愿式(optativus obliquus),而随后的 ἐγένοντο 和 ἐμαντεύσαντο 则保持在直陈过去时。这体现了在传闻可能性和强调既成事实之间的语法转换。
  2. 10.5.9ἂν ... ἂν εἴη — 与表示潜在语气的祈愿式(optativus potentialis)动词 εἴη 连用,助词 ἂν 在句中重复出现(ἂν ... ἂν)。这是一种语序上的惯例,在句首和动词前分别放置,以便在较长的句子中从一开始就明确潜在语气。
  3. 10.5.10τὸν γὰρ δὴ λόγον ... οὐδὲ ἀρχὴν προσίεμαι τὸν λόγον τοῦτον — 句首的宾格短语 τὸν γὰρ δὴ λόγον τὸν ἔχοντα ...(关于……的传说)在夹杂了较长的从句(ὡς ...)之后,在句末再次以指代同一对象的宾格短语 τὸν λόγον τοῦτον(这个传说)重复出现。这是句法中途断裂(anacoluthon)以及倒装(hyperbaton)的一个例子,用于提炼话题并予以强调。

引用这一段

保萨尼亚斯, 希腊志 §10.5.7-10.5.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:10.5.7-10.5.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。