§10.4.5ἐνταῦθα ἐπὶ τῇ χαράδρᾳ καὶ Τιτυοῦ μνῆμά ἐστι·
在峡谷旁的此处也有提堤奥斯的坟墓。
περίοδος μὲν τοῦ χώματος τρίτον μάλιστά που σταδίου, τὸ δὲ ἔπος τὸ ἐν Ὀδυσσείᾳ
"
κείμενον ἐν δαπέδῳ· ὁ δʼ ἐπʼ ἐννέα κεῖτο πέλεθρα
"
οὐκ ἐπὶ μεγέθει πεποιῆσθαι τοῦ Τιτυοῦ φασιν, ἀλλʼ ἔνθα ὁ Τιτυὸς ἐτέθη, Πλέθρα ἐννέα ὄνομα εἶναι τῷ χωρίῳ.
该土丘的周长大约有三分之一斯塔迪翁,而《奥德赛》中的诗句 “躺在地上;他铺展开来,占了九普勒特龙” ——人们说,这首诗并不是针对提堤奥斯本人的身躯大小而作,而是因为提堤奥斯被埋葬的地方,其地名就叫作“九普勒特龙”。
§10.4.6Κλέων δὲ ἀνὴρ Μάγνης, οἳ τῷ Ἕρμῳ προσοικοῦσιν, ἔφασκεν ἐς τὰ παράδοξα ἀπίστους εἶναι τῶν ἀνθρώπων οἷς ἂν μὴ παρὰ τὸν αὐτῶν γένηται βίον θεάμασιν ἐπιτυχεῖν λόγου μείζοσιν· αὐτὸς δὲ καὶ Τιτυὸν καὶ ἄλλους ἔφη πείθεσθαι γεγονέναι κατὰ τὴν φήμην·
住在赫耳墨斯河附近的马格内西亚人克莱翁曾声声,如果人们在自己的一生中没有遇到过超出传言的宏大奇景,就会对不可思议的事物持怀疑态度;但他自己却说,他相信提堤奥斯和其他人确实如传闻中所说的那样存在过。
τυχεῖν γὰρ δὴ ὢν ἐν Γαδείροις, καὶ ἐκπλεῦσαι μὲν αὐτός τε καὶ τὸν ἄλλον πάντα ὄχλον ἐκ τῆς νήσου κατὰ τὸ Ἡρακλέους πρόσταγμα, ὡς δὲ αὖθις ἐπανήκειν ἐς τὰ Γάδειρα, ἄνδρα εὑρεῖν θαλάσσιον ἐκπεπτωκότα ἐς τὴν γῆν· τοῦτον πλέθρα μὲν πέντε μάλιστα ἐπέχειν, κεραυνωθέντα δὲ ὑπὸ τοῦ θεοῦ καίεσθαι.
因为他本人确实曾到过加代拉,并且根据赫拉克勒斯的命令,他自己和所有其他群众都乘船离开了那个岛,而当他们再次返回加代拉时,发现了一个被冲上陆地的海人;这个海人大约占了五普勒特龙的面积,并且由于被神降下的雷电击中而正在燃烧。
§10.4.7οὗτος μὲν δὴ ταῦτα ἔλεγεν, Πανοπέως δὲ ὅσον στάδια εἴκοσι καὶ ἑπτὰ ἀπέχει Δαυλίς.
他确实说了这些话,而达乌利斯距离帕诺佩乌斯大约有二十七斯塔迪翁。
οἱ δὲ ἐνταῦθα ἄνθρωποι πλῆθος μέν εἰσιν οὐ πολλοί, μεγέθει δὲ καὶ ἀλκῇ καὶ ἐς ἐμὲ ἔτι δοκιμώτατοι Φωκέων.
这里的居民在数量上虽然不多,但就体格和勇猛而言,直到我的时代仍被公认为福基斯人中最优秀的。
τὸ δὲ ὄνομα τῇ πόλει τεθῆναι λέγουσιν ἀπὸ Δαυλίδος νύμφης, θυγατέρα δὲ εἶναι τοῦ Κηφισοῦ τὴν Δαυλίδα. τοῖς δέ ἐστιν εἰρημένον ὡς τὸ χωρίον, ἔνθα ἡ πόλις ᾠκίσθη, παρείχετο συνεχῆ δένδρα, καλεῖσθαι δὲ τὰ δασέα ὑπὸ τῶν πάλαι δαῦλα· ἐπὶ τούτῳ δὲ καὶ Αἰσχύλον τὰ Γλαύκου τοῦ Ἀνθηδονίου γένεια ὑπήνην ὠνομακέναι δαῦλον.
他们说这个城市的名字来源于仙女达乌利斯,而达乌利斯是凯菲索斯河的女儿;但也有人说,这个城市建立的地方曾有茂密的树木相连,而古人将茂密之物称为“达乌拉”;因此,埃斯库罗斯也将安忒冬的格劳科斯的胡须称为“茂密的胡须”。
§10.4.8ἐνταῦθα ἐν τῇ Δαυλίδι παραθεῖναι τῷ Τηρεῖ τὸν παῖδα αἱ γυναῖκες λέγονται, καὶ ἀνθρώποις τῶν ἐπὶ τραπέζῃ μιασμάτων τοῦτο ἦρξεν.
在达乌利斯这里,据说妇女们将孩子献给特雷乌斯食用,这成了人类餐桌上污秽的开端。
ὁ δὲ ἔποψ ἐς ὃν ἔχει λόγος τὸν Τηρέα ἀλλαγῆναι, οὗτος ὁ ὄρνις μέγεθος μὲν ὀλίγον ἐστὶν ὑπὲρ ὄρτυγα, ἐπὶ τῇ κεφαλῇ δέ οἱ τὰ πτερὰ ἐς λόφου σχῆμα ἐξῆρται.
传说中特雷乌斯所变成的戴胜鸟,这种鸟的体型比鹌鹑稍大一点,它头上的羽毛耸立成冠羽的形状。
§10.4.9θαυμάσαι δὲ ἄξιον ὅτι ἐν τῇ γῇ ταύτῃ χελιδόνες οὔτε τίκτουσιν οὔτε ἐκλέπουσί γε τὰ ᾠά, οὐδʼ ἂν ἀρχὴν πρὸς οἰκήματος ὀρόφῳ νεοσσιὰν χελιδὼν ποιήσαιτο· λέγουσι δὲ οἱ Φωκεῖς ὡς τῇ Φιλομήλᾳ καὶ ὄρνιθι οὔσῃ Τηρέως δεῖμα ἐφάνη καὶ οὕτω τῆς πατρίδος ἀπέστη τῆς Τηρέως.
令人惊奇的是,在这片土地上,燕子既不产卵也不孵化,甚至燕子根本不会在房屋的屋檐下筑巢;福基斯人说,菲洛梅拉即使变成鸟之后,对特雷乌斯的恐惧依然存在,因此她避开了特雷乌斯的祖国。
Δαυλιεῦσι δὲ Ἀθηνᾶς ἱερὸν καὶ ἄγαλμά ἐστιν ἀρχαῖον· τὸ δὲ ξόανον τὸ ἔτι παλαιότερον λέγουσιν ἐπαγαγέσθαι Πρόκνην ἐξ Ἀθηνῶν.
在达乌利斯人那里有阿典娜的神庙和一座古老的雕像;他们说,那尊更古老的木雕神像是普罗克涅从雅典带来的。
§10.4.10ἔστι δὲ τῆς Δαυλίας χώρα καλουμένη Τρωνίς· ἐνταῦθα ἡρῷον ἥρω Ἀρχηγέτου πεποίηται·
达乌利斯有一片被称为特罗尼斯的土地,那里建有一座始祖英雄的神祠。
τὸν δὲ ἥρω τοῦτον Ξάνθιππον οὐκ ἀφανῆ τὰ ἐς πόλεμον, οἱ δὲ Φῶκον εἶναι τὸν Ὀρνυτίωνος τοῦ Σισύφου φασίν.
关于这位英雄,有人说是曾在战争中威名显赫的克桑提波斯,也有人说是西绪福斯之子奥尔尼提翁的儿子福科斯。
ἔχει δʼ οὖν ἐπὶ ἡμέρᾳ τε πάσῃ τιμὰς καὶ ἄγοντες ἱερεῖα οἱ Φωκεῖς τὸ μὲν αἷμα διʼ ὀπῆς ἐσχέουσιν ἐς τὸν τάφον, τὰ δὲ κρέα ταύτῃ σφίσιν ἀναλοῦν καθέστηκεν.
无论如何,他每天都享有祭祀,福基斯人带来祭牲,将血通过孔洞倒入墓中,而习惯上他们要在那里将肉吃完。