§10.37.1τῆς πόλεως δὲ ἐν δεξιᾷ δύο μάλιστα προελθόντι ἀπʼ αὐτῆς σταδίους, πέτρα τέ ἐστιν ὑψηλὴ—μοῖρα ὄρους ἡ πέτρα—καὶ ἱερὸν ἐπʼ αὐτῆς πεποιημένον ἐστὶν Ἀρτέμιδος·
在城市的右侧,从那里前行大约两斯塔德,有一块高耸的岩石——这块岩石是山的一部分——在它上面建有一座阿耳忒弥斯的圣殿。
ἡ Ἄρτεμις ἔργων τῶν Πραξιτέλους, δᾷδα ἔχουσα τῇ δεξιᾷ καὶ ὑπὲρ τῶν ὤμων φαρέτραν, παρὰ δὲ αὐτὴν κύων ἐν ἀριστερᾷ· μέγεθος δὲ ὑπὲρ τὴν μεγίστην γυναῖκα τὸ ἄγαλμα.
这座阿耳忒弥斯像是普拉克西特列斯的作品,右手拿着火炬,肩上背着箭袋,在她身旁的左侧有一只狗;神像的大小超过了最高大的女人。
§10.37.2τῇ δὲ γῇ τῇ Φωκίδι ἐστὶν ὅμορος ἥ ὀνομάζεται μὲν ἀπὸ Βούλωνος ἀγαγόντος τὴν ἀποικίαν ἀνδρός, συνῳκίσθη δὲ ἐκ πόλεων τῶν ἐν τῇ ἀρχαίᾳ Δωρίδι.
与福基斯土地相邻的是那座以带领殖民的男子布隆命名的城市,它是从古代多里斯的城市中联合建立起来的。
λέγονται δὲ οἱ Βούλιοι Φιλομήλου καὶ Φωκέων σύλλογον τὸν κοινόν.
据说布利斯人加入了菲洛梅洛斯和福基斯人的共同会议。
ἐς δὲ τὴν Βοῦλιν ἐκ μὲν τῆς Βοιωτίας Θίσβης σταδίων ἐστὶν ὁδὸς ὀγδοήκοντα, ἐξ Ἀντικύρας δὲ τῆς Φωκέων διʼ ἠπείρου μὲν καὶ εἰ ἀρχήν ἐστιν οὐκ οἶδα· οὕτω δύσβατα ὄρη καὶ τραχέα τὰ μεταξὺ Ἀντικύρας τέ ἐστι καὶ Βούλιδος·
从波奥蒂亚的蒂斯贝到布利斯有八十斯塔德的路程;但从福基斯人的安蒂基拉走陆路,究竟有没有这条路我并不清楚;因为安蒂基拉与布利斯之间的山脉是如此艰难且险峻。
ἐς δὲ τὸν λιμένα σταδίων ἐξ Ἀντικύρας ἐστὶν ἑκατόν, τὰ δὲ ἀπὸ τοῦ λιμένος στάδια ὁδοῦ τῆς πεζῆς τὰ ἐς Βοῦλιν ἑπτὰ εἶναι μάλιστα εἰκάζομεν.
从安蒂基拉到港口是一百斯塔德,而从港口到布利斯的步行路程,我们估计大约是七斯塔德。
§10.37.3κάτεισι δὲ καὶ ποταμὸς ἐς θάλασσαν ταύτῃ χείμαρρος, ὃν οἱ ἐπιχώριοι ὀνομάζουσιν Ἡράκλειον.
在这里,还有一条被当地人称为赫拉克利翁的急流河川流入大海。
κεῖται δὲ ἐπὶ ὑψηλοῦ τε ἡ Βοῦλις καὶ ἐν παράπλῳ περαιουμένοις ἐξ Ἀντικύρας ἐς Λέχαιον τὸ Κορινθίων·
布利斯坐落于高地之上,位于从安蒂基拉渡海前往科林斯人的莱开翁的航线上。
οἱ δὲ ἄνθρωποι οἱ ἐνταῦθα πλέον ἡμίσεις κόχλων ἐς βαφὴν πορφύρας εἰσὶν ἁλιεῖς.
这里的居民大半以上是采集用于紫色染料的贝类渔民。
κατασκευὴ δὲ ἡ ἐν τῇ Βούλιδι οὔτε ἡ ἄλλη θαύματος πολλοῦ καὶ ἱερὰ θεῶν ἐστιν Ἀρτέμιδος, τὸ δὲ αὐτῶν Διονύσου·
布利斯的其他建筑并无太多奇特之处,神殿有阿耳忒弥斯的,还有一座是狄奥尼索斯的。
τὰ δὲ ἀγάλματα ξύλου μέν ἐστιν εἰργασμένα, ὅστις δὲ ἦν ὁ ποιήσας οὐχ οἷοί τε ἐγενόμεθα συμβαλέσθαι.
这些神像是用木头雕刻而成的,但作者是谁我们无法推断。
θεῶν δὲ ὅντινα οἱ Βούλιοι σέβουσι μάλιστα, Μέγιστον μὲν ὀνομάζουσι, Διὸς δὲ κατὰ ἡμετέραν δόξαν ἐστὶν ἐπίκλησις.
布利斯人最崇敬的神,他们称之为“梅吉斯托斯”,而在我们看来,这是宙斯的一个别称。
καὶ πηγὴ Βουλίοις ἐστὶ καλουμένη Σαύνιον.
布利斯人还有一口被称为萨乌尼翁的泉水。
§10.37.4ἐς δὲ Κίρραν τὸ ἐπίνειον Δελφῶν ὁδὸς μὲν σταδίων ἑξήκοντά ἐστιν ἐκ Δελφῶν·
从德尔斐到德尔斐的港口基拉有六十斯塔德的路程。
καταβάντι δὲ ἐς τὸ πεδίον ἱππόδρομός τέ ἐστι καὶ ἀγῶνα Πύθια ἄγουσιν ἐνταῦθα τὸν ἱππικόν.
下到平原有一处赛马场,他们在那里举行皮提亚竞技会的马术比赛。
τὰ μὲν δὴ ἐς τὸν ἐν Ὀλυμπίᾳ Ταράξιππον ἐδήλωσέ μοι τὰ ἐς Ἠλείους τοῦ λόγου, ὁ δὲ ἱππόδρομος ἔοικε τοῦ Ἀπόλλωνος τάχα μέν που καὶ αὐτὸς τῶν ἱππευόντων τινὰ ἀνιᾶσαι, ἅτε ἀνθρώποις τοῦ δαίμονος ὁμοίως ἐπὶ ἔργῳ παντὶ καὶ ἀμείνω καὶ τὰ χείρω νέμοντος·
关于奥林匹亚的“塔拉克西波斯”的事情,已在我的记述中关于埃利斯人的部分说明了。
οὐ μέντοι καὶ αὐτὸς ταραχὴν τοῖς ἵπποις ὁ ἱππόδρομος οὔτε κατὰ αἰτίαν ἥρωος οὔτε ἐπʼ ἄλλῃ πέφυκεν ἐργάζεσθαι προφάσει.
而阿波罗的赛马场似乎其本身也可能会让某些骑手感到痛苦,因为神明在每种活动中,同样会向人类分配好运和坏运;然而,这个赛马场本身并无导致马匹混乱的特性,无论是由于英雄的原因,还是由于任何其他的借口。
§10.37.5τὸ δὲ πεδίον τὸ ἀπὸ τῆς Κίρρας ψιλόν ἐστιν ἅπαν, καὶ φυτεύειν δένδρα οὐκ ἐθέλουσιν ἢ ἔκ τινος ἀρᾶς ἢ ἀχρεῖον τὴν γῆν ἐς δένδρων τροφὴν εἰδότες.
从基拉开始的平野完全是光秃秃的,他们不愿种植树木,要么是因为某种诅咒,要么是因为他们知道这块土地不适合树木的生长。
λέγεται δὲ ἐς τὴν Κίρραν καὶ ἀπὸ τῆς Κίρρας τὸ ὄνομα τὸ ἐφʼ ἡμῶν τεθῆναι τῷ χωρίῳ φασίν.
据说,在我们这个时代赋予该地方的名字是得自基拉。
Ὅμηρος μέντοι Κρῖσαν ἔν τε Ἰλιάδι ὁμοίως καὶ ὕμνῳ τῷ ἐς Ἀπόλλωνα ὀνόματι τῷ ἐξ ἀρχῆς καλεῖ τὴν πόλιν.
然而,荷马在《意里亚特》中以及在《阿波罗颂歌》中,都同样用它最初的名字克里萨来称呼这座城市。
χρόνῳ δὲ ὕστερον οἱ ἐν τῇ Κίρρᾳ ἄλλα τε ἠσέβησαν ἐς τὸν Ἀπόλλωνα καὶ ἀπέτεμνον τοῦ θεοῦ τῆς χώρας.
后来,基拉的人们对阿波罗犯下了各种亵渎罪行,并割占了神明的土地。
§10.37.6πολεμεῖν οὖν πρὸς τοὺς Κιρραίους ἔδοξεν Ἀμφικτύοσι, καὶ Κλεισθένην τε Σικυωνίων τυραννοῦντα προεστήσαντο ἡγεμόνα εἶναι καὶ Σόλωνα ἐξ Ἀθηνῶν ἐπηγάγοντο συμβουλεύειν·
于是近邻同盟决定对基拉人开战,他们推举西库翁的僭主克莱斯提尼为领袖,并从雅典请来梭伦提供建议。
χρωμένοις δέ σφισιν ὑπὲρ νίκης ἀνεῖπεν ἡ Πυθία· "
οὐ πρὶν τῆσδε πόληος ἐρείψετε πύργον ἑλόντες,
πρίν κεν ἐμῷ τεμένει κυανώπιδος Ἀμφιτρίτης
κῦμα ποτικλύζῃ κελαδοῦν ἐπὶ οἴνοπα πόντον.
当他们为胜利而请求神谕时,皮提亚宣告说:“在深青色眼睛的安菲特里忒的波涛,在酒红色的海上咆哮着冲刷我的圣所之前,你们无法攻占并摧毁这座城市的塔楼。
"
ἔπεισεν οὖν ὁ Σόλων καθιερῶσαι τῷ θεῷ τὴν Κιρραίαν, ἵνα δὴ τῷ τεμένει τοῦ Ἀπόλλωνος γένηται γείτων ἡ θάλασσα.
”于是梭伦说服他们将基拉的土地奉献给神明,好让大海成为阿波罗圣所的邻居。
§10.37.7εὑρέθη δὲ καὶ ἕτερον τῷ Σόλωνι σόφισμα ἐς τοὺς Κιρραίους· τοῦ γὰρ Πλείστου τὸ ὕδωρ ῥέον διὰ ὀχετοῦ σφισιν ἐς τὴν πόλιν ἀπέστρεψεν ἀλλαχόσε ὁ Σόλων.
梭伦还对基拉人想出了另一个计谋:普莱斯托斯河的水原本通过水道流入他们的城市,梭伦将它转向了别处。
καὶ οἱ μὲν πρὸς τοὺς πολιορκοῦντας ἔτι ἀντεῖχον ἔκ τε φρεάτων καὶ ὕδωρ τὸ ἐκ τοῦ θεοῦ πίνοντες·
而那些被围困的人通过饮用井水和神赐予的雨水,依然对抗着包围者。
ὁ δὲ τοῦ ἐλλεβόρου τὰς ῥίζας ἐμβαλὼν ἐς τὸν Πλεῖστον, ἐπειδὴ ἱκανῶς τοῦ φαρμάκου τὸ ὕδωρ ᾔσθετο ἔχον, ἀπέστρεψεν αὖθις ἐς τὸν ὀχετόν.
然而梭伦将嚏根草的根投入普莱斯托斯河中,当他察觉到水中已含有足够的药量时,便将其重新引入水道。
καὶ—ἐνεφορήσαντο γὰρ ἀνέδην οἱ Κιρραῖοι τοῦ ὕδατος— οἱ μὲν ὑπὸ ἀπαύστου τῆς διαρροίας ἐξέλιπον οἱ ἐπὶ τοῦ τείχους τὴν φρουράν, §10.37.8Ἀμφικτύονες δὲ ὡς εἷλον τὴν πόλιν, ἐπράξαντο ὑπὲρ τοῦ θεοῦ δίκας παρὰ Κιρραίων, καὶ ἐπίνειον Δελφῶν ἐστιν ἡ Κίρρα.
由于基拉人毫无节制地饮用了这些水,因为不停的腹泻,城墙上的守卫们放弃了防守,近邻同盟在占领该城市后,替神明对基拉人进行了报复,而基拉成为了德尔斐的港口。
παρέχεται δὲ καὶ ἐς θέαν Ἀπόλλωνος καὶ Ἀρτέμιδος καὶ Λητοῦς ναόν τε καὶ ἀγάλματα μεγέθει μεγάλα καὶ ἐργασίας Ἀττικῆς.
这里还展现了阿波罗、阿耳忒弥斯和勒托的神殿,以及体量庞大且具有雅典工艺的神像。
ἡ δὲ Ἀδράστεια ἵδρυται μὲν ἐν τῷ αὐτῷ σφίσι, μεγέθει δὲ τῶν ἄλλων ἀποδέουσα ἀγαλμάτων ἐστίν.
阿德剌斯忒亚也与他们合祀在同一个地方,但在大小上她逊于其他的神像。