§10.33.1ἑτέρα δὲ ἐκ Τιθορέας ὁδὸς ἡ ἐπὶ Λέδοντά ἐστιν·
从蒂托雷阿出发的另一条路是通往莱顿(Ledon)的。
πόλις δέ ποτε ἐνομίζετο καὶ αὕτη, κατʼ ἐμὲ δὲ ὑπὸ ἀσθενείας ἐξελελοίπεσαν οἱ Λεδόντιοι τὴν πόλιν, καὶ ἄνθρωποι περὶ ἑβδομήκοντα οἱ οἰκοῦντες ἦσαν ἐπὶ τῷ Κηφισῷ·
这里曾经也被视为一个城市,但在我这个时代,莱顿人因为衰落而放弃了这座城市,居住在基菲索斯河畔的人大约有七十人。
Λέδων δʼ οὖν ὄνομα ταῖς οἰκήσεσίν ἐστιν αὐτῶν, καὶ ἐς τὸν Φωκέων σύλλογον κοινὸν τελεῖν ἠξίωνται καὶ οὗτοι, καθάπερ γε καὶ οἱ Πανοπεῖς.
无论如何,他们的住所名字叫莱顿,而且他们也被认为有资格参加福基斯人的共同会议,就像帕诺佩乌斯人一样。
τῶν δὲ ἀνθρώπων οἳ οἰκοῦσιν ἐπὶ τῷ Κηφισῷ τεσσαράκοντά ἐστιν ἀνωτέρω σταδίοις Λέδοντος τῆς ἀρχαίας τὰ ἐρείπια, καὶ τὸ ὄνομα ἀπὸ ἀνδρὸς λαβεῖν τὴν πόλιν φασὶν αὐτόχθονος.
在居住在基菲索斯河畔的人们上方四十斯塔德处,是古莱顿的遗迹,他们说这座城市得名于一个土着男子。
§10.33.2κακῶν δὲ ἀπέλαυσαν μὲν ἀνιάτων καὶ ἄλλαι πόλεις διʼ ἀδικίαν ἐπιχωρίων ἀνδρῶν· ἐς τελέαν δὲ ἀπώλειαν ὤλισθον Ἴλιον μὲν διὰ τὴν ἐς Μενέλαον ὕβριν τοῦ Ἀλεξάνδρου, Μιλήσιοι δὲ διὰ τὸ ἐς τὰς ἐπιθυμίας Ἑστιαίου πρόχειρον καὶ ἔρωτα ἄλλοτε μὲν τῆς ἐν Ἠδωνοῖς πόλεως, τοτὲ δὲ εἶναι Δαρείου σύμβουλον, ἄλλοτε δὲ ἐπανήκειν ἐς Ἰωνίαν·
其他城市也因当地人的不义而遭受了无可挽回的灾祸;伊利翁因亚历山大对梅内拉乌斯的侮辱而坠入彻底的毁灭,而米利都人则是因为希斯提哀乌斯轻易投身于自己的欲望,并且渴望——时而渴望在埃多尼亚人土地上的城市,时而渴望成为大流士的顾问,时而渴望回到爱奥尼亚。
καὶ δὴ καὶ Λεδοντίοις Φιλόμηλος ἀσέβειαν τὴν ἑαυτοῦ δημοσίᾳ παρέσχε σφίσιν ἀναμάξασθαι.
而对于莱顿人,菲洛梅洛斯也导致他自己的不敬在公共层面上抹黑了他们。
§10.33.3Λίλαια δὲ ἡμέρας μὲν ὁδὸν καὶ ὥρᾳ χειμῶνος ἀπέχει Δελφῶν κατιοῦσι διὰ τοῦ Παρνασσοῦ, στάδια δὲ ἐτεκμαιρόμεθα ὀγδοήκοντα εἶναι τῆς ὁδοῦ καὶ ἑκατόν.
在冬季,对于通过帕纳塞斯山下行的人来说,利莱亚距离德尔斐有一天的路程;我们估计这段路程为一百八十斯塔德。
τοὺς δὲ ἐνταῦθα ἀνθρώπους, καὶ ἐπειδὴ ἀνῳκίσθη αὐτοῖς ἡ πόλις, ἀτύχημα ἐκ Μακεδονίας δεύτερον σφᾶς ἔμελλεν ἐπιλήψεσθαι.
这里的居民即使在城市重建之后,也注定会遭遇来自马其顿的第二次不幸。
πολιορκηθέντες γὰρ ὑπὸ Φιλίππου τοῦ Δημητρίου παρέστησαν κατὰ συνθήκας, καὶ ἐσήχθη φρουρά σφισιν ἐς τὴν πόλιν, ἕως οὗ ἀνὴρ ἐπιχώριος—ὄνομα δέ οἱ ἦν Πάτρων—τούς τε ἐν ἡλικίᾳ τῶν πολιτῶν συνέστησεν ἐπὶ τὴν φρουρὰν καὶ κρατήσας τοὺς Μακεδόνας μάχῃ ἠνάγκασεν ἀπελθεῖν σφᾶς ὑποσπόνδους· Λιλαιεῖς δὲ αὐτὸν ἀντὶ τῆς εὐεργεσίας ταύτης ἀνέθεσαν ἐς Δελφούς.
因为他们被德米特里之子菲力包围,并根据协定投降,城里被引入了驻军,直到一个当地男子——名叫帕特隆——组织起公民中处于服役年龄的人去对抗驻军,并在战斗中击败了马其顿人,迫使他们根据休战协定撤离;利莱亚人为了报答这一恩惠,将他的雕像奉献在德尔斐。
§10.33.4ἔστι δὲ ἐν Λιλαίᾳ θέατρον καὶ ἀγορά τε καὶ λουτρά· ἔστι δὲ καὶ θεῶν ἱερὰ Ἀπόλλωνος, τὸ δὲ Ἀρτέμιδος· ἀγάλματα δὲ ὀρθὰ ἐργασίας τε τῆς Ἀττικῆς καὶ τῆς Πεντελῆσι λιθοτομίας.
利莱亚有剧场、阿哥拉(广场)和浴室;还有神明们的圣所,一个是阿波罗的,另一个是阿耳忒弥斯的;还有雅典工艺及彭特利库斯石矿石材制作的立像。
Λίλαιαν δὲ τῶν καλουμένων Ναΐδων καὶ θυγατέρα εἶναι τοῦ Κηφισοῦ καὶ ἀπὸ τῆς νύμφης τὸ ὄνομα τεθῆναι τῇ πόλει φασί.
他们说利莱亚是所谓的naiads(水泉仙女)之一,也是基菲索斯的女儿,城市的名字就是根据这位仙女命名的。
§10.33.5καὶ ὁ ποταμὸς ἐνταῦθα ἔχει τὰς πηγάς· ἄνεισι δὲ ἐκ τῆς γῆς οὐ τὰ πάντα μεθʼ ἡσυχίας, ἀλλʼ ὡς τὰ πλείω συμβαίνειν μεσούσης μάλιστα τῆς ἡμέρας παρέχεται φωνὴν ἀνερχόμενος· εἰκάσαις ἂν μυκωμένῳ ταύρῳ τὸν ἦχον τοῦ ὕδατος.
这条河在这里拥有源头;它并不总是安静地从地下涌出,而是在大多数情况下,尤其是在正午时分,在涌出时发出声音;人们可能会将这水声比作雄牛的低吼。
ἔχει δὲ ἡ Λίλαια καὶ πρὸς τὰς τοῦ ἔτους ὥρας μετοπώρου καὶ ἐν θέρει καὶ ἦρος ἐπιτηδείως· τὸν δὲ χειμῶνα μὴ ὁμοίως ἤπιον γίνεσθαι κωλύει τὸ ὄρος ὁ Παρνασσός.
利莱亚在秋季、夏季和春季的季节里处于适宜的状态;但帕纳塞斯山阻碍了冬季变得同样温和。
§10.33.6Χαράδρα δὲ εἴκοσιν ἀπωτέρω σταδίοις ἐστὶν ὑπὲρ ὑψηλοῦ κειμένη κρημνοῦ, καὶ ὕδατος οἱ ἐνταῦθα σπανίζουσιν ἄνθρωποι, ποτὸν δέ σφισι ποταμός ἐστι Χάραδρος κατερχομένοις ὅσον τρία ἐπʼ αὐτὸν στάδια· ἐκδίδωσι δὲ ἐς τὸν Κηφισόν, καί μοι τὸ ὄνομα ἀπὸ τοῦ ποταμοῦ φαίνεται τεθῆναι τοῦ Χαράδρου τῇ πόλει.
哈拉德拉(Charadra)在二十斯塔德更远的地方,坐落在一座高高的悬崖上,那里的居民缺水;他们的饮用水是哈拉德罗斯河,他们必须向下走大约三斯塔德才能到达;它注入基菲索斯河,在我看来,城市的名字似乎是根据哈拉德罗斯河命名的。
Χαραδραίοις δὲ Ἡρώων καλουμένων εἰσὶν ἐν τῇ ἀγορᾷ βωμοί, καὶ αὐτοὺς οἱ μὲν Διοσκούρων, οἱ δὲ ἐπιχωρίων εἶναί φασιν ἡρώων.
在哈拉德拉人的阿哥拉里,有被称为“英雄们”的祭坛,有人说它们属于迪奥斯库里,也有人说属于当地的英雄。