§10.34.1Ἐλάτεια δὲ τῶν ἐν Φωκεῦσι μεγίστη πόλεών ἐστι τῶν ἄλλων μετά γε τοὺς Δελφούς·
在德尔斐之外,埃拉泰亚是福基斯其他城市中最大的一座。
κεῖται δὲ κατὰ Ἀμφίκλειαν, καὶ ἐς αὐτὴν ὀγδοήκοντα καὶ ἑκατὸν ὁδός ἐστιν ἐξ Ἀμφικλείας σταδίων, πεδιὰς ἡ πολλὴ καὶ αὖθις οὐκ ἐπὶ πολὺ ἀνάντης ἡ ἐγγυτάτω τοῦ Ἐλατέων ἄστεως.
它位于阿姆菲克雷亚的对面,从阿姆菲克雷亚到那里有一条一百八十斯塔德的路程,大部分路段穿过平原,接着在最接近埃拉泰亚城区的地方又变为并不算长的缓坡。
ῥεῖ δὲ ἐν τῇ πεδιάδι ὁ Κηφισός· αἱ δὲ ὠτίδες καλούμεναι παρὰ τὸν Κηφισὸν νέμονται μάλιστα ὀρνίθων.
基菲索斯河流经这片平原;在鸟类中,被称为大鸨的鸟最常在基菲索斯河畔栖息。
§10.34.2Ἐλατεῦσι δὲ ἐξεγένετο μὲν Κάσσανδρον καὶ τὴν Μακεδόνων ἀπώσασθαι στρατιάν, ὑπῆρξε δὲ καὶ Ταξίλου Μιθριδάτῃ στρατηγοῦντος τὸν πόλεμόν σφισιν ἐκφυγεῖν·
埃拉泰亚人曾成功击退了卡桑德和马其顿人的军队,且在米特拉达梯的将领塔克西洛斯发动战争时,他们也得以幸免于难。
ἀντὶ τούτου δὲ τοῦ ἔργου Ῥωμαῖοι δεδώκασιν αὐτοῖς ἐλευθέρους ὄντας ἀτελῆ νέμεσθαι τὴν χώραν.
由于这一功绩,罗马人赐予他们作为自由民、免税享有其土地的特权。
ἀμφισβητοῦσι δὲ οὗτοι ξενικοῦ γένους, καὶ Ἀρκάδες φασὶν εἶναι τὸ ἀρχαῖον· Ἔλατον γὰρ τὸν Ἀρκάδος, ἡνίκα ἐπὶ τὸ ἱερὸν Φλεγύαι τὸ ἐν Δελφοῖς ἐστρατεύσαντο, ἀμῦναί τε τῷ θεῷ καὶ ἐν τῇ Φωκίδι ὁμοῦ τῷ στρατεύματι αὐτὸν καταμείναντα Ἐλατείας οἰκιστὴν γενέσθαι.
他们对自己的出身有所争论,声称自古以来就是阿卡迪亚人;因为他们说,阿卡斯的儿子埃拉托斯在弗勒古阿斯人向德尔斐神庙发动远征时,援助了神明,并带领军队一同留在福基斯,从而成为了埃拉泰亚的创建者。
§10.34.3ἐν δὲ ταῖς Φωκέων πόλεσιν ἃς ὁ Μῆδος ἐνέπρησεν, ἀριθμῆσαι καὶ τὴν Ἐλάτειαν ἔστιν ἐν ταύταις.
在被波斯人烧毁的福基斯城市中,埃拉泰亚也可以被列入其中。
συμφοραὶ δὲ αἱ μὲν πρὸς Φωκέας τοὺς ἄλλους γεγόνασί σφισιν ἐν κοινῷ, τὰς δὲ καὶ ἰδίᾳ τοῖς Ἐλατεῦσιν ἐκ Μακεδόνων παρεσκεύασεν ὁ δαίμων.
他们的灾难有些是与其他福基斯人共同承担的,但神也通过马其顿人给埃拉泰亚人带来了特有的灾难。
καὶ ἐπὶ μὲν Κασσάνδρου πολεμήσαντος Ὀλυμπιόδωρος κατέστη μάλιστα αἴτιος ἄπρακτον τοῖς Μακεδόσι γενέσθαι πολιορκίαν· Φίλιππος δὲ ὁ Δημητρίου τόν τε ἐν Ἐλατείᾳ δῆμον πρὸς τὸ ἔσχατον δέους ἤγαγε καὶ ὑπηγάγετο ἅμα τοὺς δυνατωτέρους δωρεᾷ.
在卡桑德发动战争时,奥林匹奥多罗斯成了使马其顿人的围攻无功而返的主要功臣;而德墨特里奥斯之子腓力则将埃拉泰亚的民众带入极度恐慌之中,同时用礼物收买了那些有权势的人。
§10.34.4Τίτος μὲν δὴ ὁ ἄρχων ὁ Ῥωμαίων—τὸ γὰρ δὴ Ἑλληνικὸν ἅπαν ἐλευθερώσων ἀπέσταλτο ἐκ Ῥώμης—πολιτείαν τε Ἐλατεῦσιν ἀποδώσειν τὴν ἀρχαίαν ἐπηγγέλλετο καὶ διʼ ἀγγέλων ἐπεκηρυκεύετό σφισιν ἀπὸ Μακεδόνων ἀφίστασθαι· οἱ δὲ ὑπὸ ἀγνωμοσύνης ὁ δῆμος ἢ οἱ ἔχοντες τὰς ἀρχὰς Φιλίππῳ τε ἦσαν πιστοὶ καὶ ὑπὸ τοῦ Ῥωμαίου πολιορκίᾳ παρέστησαν.
罗马统帅提图斯——他从罗马被派遣来是为了解放所有希腊人——曾许诺归还埃拉泰亚人古老的政体,并派遣使者劝说他们背叛马其顿人;然而,由于愚昧,无论是民众还是执政者都对腓力保持忠诚,结果在罗马人的围攻下被迫投降。
χρόνῳ δὲ οἱ Ἐλατεῖς ὕστερον Ταξίλου τε Μιθριδάτῃ στρατηγοῦντος καὶ τῶν ἐκ τοῦ Πόντου βαρβάρων ἀντέσχον τῇ πολιορκίᾳ· ἐπὶ τούτῳ δὲ ἐλευθέρους εἶναι τῷ ἔργῳ δέδοταί σφισιν ὑπὸ Ῥωμαίων.
但后来,在米特拉达梯的将领塔克西洛斯以及来自蓬托斯的蛮族人进攻时,埃拉泰亚人坚守住了包围;由于这一功绩,罗马人赐予了他们自由。
§10.34.5τὸ δὲ Κοστοβώκων τῶν λῃστικῶν τὸ κατʼ ἐμὲ τὴν Ἑλλάδα ἐπιδραμὸν ἀφίκετο καὶ ἐπὶ τὴν Ἐλάτειαν· ἔνθα δὴ ἀνὴρ Μνησίβουλος λόχον τε περὶ αὑτὸν ἀνδρῶν συνέστησε καὶ καταφονεύσας πολλοὺς τῶν βαρβάρων ἔπεσεν ἐν τῇ μάχῃ.
在我的时代袭击希腊的强盗集团科斯托博科伊也波及到了埃拉泰亚;在那里,一位名叫姆内西布洛斯的男子组织了一支队伍,在斩杀了许多蛮族人后在战斗中牺牲。
οὗτος ὁ Μνησίβουλος δρόμου νίκας καὶ ἄλλας ἀνείλετο καὶ Ὀλυμπιάδι πέμπτῃ πρὸς ταῖς τριάκοντά τε καὶ διακοσίαις σταδίου καὶ τοῦ σὺν τῇ ἀσπίδι διαύλου· ἐν Ἐλατείᾳ δὲ κατὰ τὴν ὁδὸν τοῦ δρομέως Μνησιβούλου χαλκοῦς ἕστηκεν ἀνδριάς.
这位姆内西布洛斯曾获得过跑步及其他比赛的胜利,并在第二百三十五届奥林匹亚运动会上获得了短跑和持盾双程跑的冠军;在埃拉泰亚的街道旁,立着这位跑者姆内西布洛斯的青铜雕像。
§10.34.6ἡ δὲ ἀγορὰ αὐτή τέ ἐστι θέας ἀξία καὶ ὁ Ἔλατος ἐπειργασμένος στήλῃ· σαφῶς δὲ οὐκ οἶδα εἴτε τιμῶντες οἷα οἰκιστὴν εἴτε καὶ μνήματος ἐπίθημα ἐποιήσαντο τὴν στήλην.
广场本身就很值得一看,上面还有刻在石碑上的埃拉托斯浮雕;但我并不清楚他们立这块石碑是为了将他作为创建者来尊崇,还是作为墓碑的盖石。
τῷ δὲ Ἀσκληπιῷ ναὸς ᾠκοδόμηται καὶ ἄγαλμα γένεια ἔχον ἐστί· τοῖς ἐργασαμένοις τὸ ἄγαλμα ὀνόματα μὲν Τιμοκλῆς καὶ Τιμαρχίδης, γένους δέ εἰσι τοῦ Ἀττικοῦ.
那里为阿斯克勒庇俄斯建了一座神殿,里面有一尊留有胡须的雕像;制作这尊雕像的人名叫提莫克莱斯和提马希德斯,他们属于阿提卡家族。
ἐπὶ τῷ πέρατι δὲ τῷ ἐν δεξιᾷ τῆς πόλεως θέατρόν τέ ἐστι καὶ χαλκοῦν Ἀθηνᾶς ἄγαλμα ἀρχαῖον· ταύτην τὴν θεὸν λέγουσιν ἀμῦναί σφισιν ἐπὶ τοὺς ὁμοῦ Ταξίλῳ βαρβάρους.
在城市右侧的尽头有一座剧场和一尊古老的阿典娜青铜像;他们说,这位女神曾保护他们免受塔克西洛斯麾下蛮族的侵害。
§10.34.7Ἐλατείας δὲ ὅσον σταδίους εἴκοσιν ἀφέστηκεν Ἀθηνᾶς ἐπίκλησιν Κραναίας ἱερόν· ἡ δὲ ὁδὸς ἐπὶ τοσοῦτον ἀναντεστέρα ὡς ἀνιᾶν τὸ μηδὲν καὶ λεληθέναι μᾶλλον αὐτῆς τὸ ἄναντες.
距离埃拉泰亚大约二十斯塔德的地方,有一座被称为克拉奈亚的雅典娜神庙;道路虽是上坡,但平缓得毫不费力,其坡度甚至让人难以察觉。
λόφος δὲ ἐπὶ τῆς ὁδοῦ τῷ πέρατι τὰ πλείω μὲν ἀπότομος, οὐ μέντοι ἄγαν ἢ μεγέθους ἔχων ἐστὶν ἢ ὕψους· ἐπὶ τούτῳ τῷ λόφῳ τὸ ἱερὸν πεποίηται, καὶ στοαί τέ εἰσι καὶ οἰκήσεις διὰ τῶν στοῶν, ἔνθα οἰκοῦσιν οἷς τὴν θεὸν θεραπεύειν καθέστηκε, καὶ ἄλλοις καὶ μάλιστα τῷ ἱερωμένῳ.
在道路的尽头有一座丘陵,大部分地方很陡峭,但规模和高度都不算太大;神庙就建在这座丘陵上,那里有柱廊,通过柱廊有住宅,供奉那些注定服侍女神的人,以及其他特别包括祭司在内的人居住。
§10.34.8τὸν δὲ ἱερέα ἐκ παίδων αἱροῦνται τῶν ἀνήβων, πρόνοιαν ποιούμενοι πρότερον τῆς ἱερωσύνης ἐξήκειν οἱ τὸν χρόνον πρὶν ἢ ἡβῆσαι· ἱερᾶται δὲ ἔτη συνεχῆ πέντε, ἐν οἷς τήν τε ἄλλην δίαιταν ἔχει παρὰ τῇ θεῷ καὶ λουτρὰ αἱ ἀσάμινθοι κατὰ τρόπον εἰσὶν αὐτῷ τὸν ἀρχαῖον.
他们从尚未成年的男童中挑选祭司,提前做好规划,使他的祭司任期在成年之前结束;他连续担任五年祭司,在此期间他在女神身边过着与众不同的生活,按照古老的方式使用浴盆沐浴。
τὸ δὲ ἄγαλμα ἐποίησαν μὲν καὶ τοῦτο οἱ Πολυκλέους παῖδες, ἔστι δὲ ἐσκευασμένον ὡς ἐς μάχην· καὶ ἐπείργασται τῇ ἀσπίδι τῶν Ἀθήνῃσι μίμημα ἐπὶ τῇ ἀσπίδι τῆς καλουμένης ὑπὸ Ἀθηναίων Παρθένου.
这尊雕像也是波吕克勒斯的儿子们制作的,其装束如同准备战斗;在她的盾牌上刻有模仿雅典被雅典人称为“帕特农”(处女)的雅典娜雕像盾牌的图案。