§10.25.6γέγραπται δὲ καὶ Λυκομήδης παρὰ τὸν Μέγητα ὁ Κρέοντος, ἔχων τραῦμα ἐπὶ τῷ καρπῷ· Λέσχεως δʼ οὕτω φησὶν αὐτὸν ὑπὸ Ἀγήνορος τρωθῆναι.
在梅格斯身旁还画着克瑞翁之子吕科墨得斯,他的手腕上受了伤;莱斯赫斯说他是被阿革诺尔如此伤及的。
δῆλα οὖν ὡς ἄλλως γε οὐκ ἂν ὁ Πολύγνωτος ἔγραψεν οὕτω τὰ ἕλκη σφίσιν, εἰ μὴ ἐπελέξατο τὴν ποίησιν τοῦ Λέσχεω· προσεπέθηκε μέντοι καὶ σφυροῦ τῷ Λυκομήδει καὶ τρίτον τραῦμα ἐν τῇ κεφαλῇ.
因此很明显,如果波吕格诺托斯没有读过莱斯赫斯的诗,他在其他方面绝不会把他们的伤口画成这样;然而,他还在吕科墨得斯的脚踝上添了一处伤口,并在头部添了第三处伤口。
τέτρωται δὲ καὶ Εὐρύαλος ὁ Μηκιστέως κεφαλήν τε καὶ ἐπὶ τῇ χειρὶ τὸν καρπόν.
梅喀斯透斯之子欧律阿洛斯也受了伤,头部和手腕上都有伤口。
§10.25.7οὗτοι μὲν δὴ ἀνωτέρω τῆς Ἑλένης εἰσὶν ἐν τῇ γραφῇ·
在画作中,这些人确实在海伦上方。
ἐφεξῆς δὲ τῇ Ἑλένῃ μήτηρ τε ἡ Θησέως ἐν χρῷ κεκαρμένη καὶ παίδων τῶν Θησέως Δημοφῶν ἐστι φροντίζων, ὅσα γε ἀπὸ τοῦ σχήματος, εἰ ἀνασώσασθαί οἱ τὴν Αἴθραν ἐνέσται.
在海伦旁边,特修斯的母亲剃光了头发,特修斯的儿子之一德摩丰——从他的姿态来判断——正在关切着自己是否有可能营救埃特拉。
Ἀργεῖοι δὲ καὶ ἐκ τῆς Σίνιδος θυγατρὸς γενέσθαι Θησεῖ Μελάνιππον λέγουσι, καὶ ὡς ἀνέλοιτο ὁ Μελάνιππος δρόμου νίκην, ὅτε οἱ Ἐπίγονοι καλούμενοι Νέμεια δεύτεροι οὗτοι ἔθεσαν μετὰ Ἄδραστον.
阿尔戈斯人说,梅拉尼波斯是特修斯与西尼斯的女儿所生,当被称为“后裔”的人们在阿德拉斯托斯之后第二次举办尼梅亚竞技会时,梅拉尼波斯在跑步比赛中赢得了胜利。
§10.25.8Λέσχεως δὲ ἐς τὴν Αἴθραν ἐποίησεν, ἡνίκα ἡλίσκετο Ἴλιον, ὑπεξελθοῦσαν ἐς τὸ στρατόπεδον αὐτὴν ἀφικέσθαι τὸ Ἑλλήνων καὶ ὑπὸ τῶν παίδων γνωρισθῆναι τῶν Θησέως, καὶ ὡς παρʼ Ἀγαμέμνονος αἰτήσαι Δημοφῶν αὐτήν· ὁ δὲ ἐκείνῳ μὲν ἐθέλειν χαρίζεσθαι, ποιήσειν δὲ οὐ πρότερον ἔφη πρὶν Ἑλένην πεῖσαι· ἀποστείλαντι δὲ αὐτῷ κήρυκα ἔδωκεν Ἑλένη τὴν χάριν.
莱斯赫斯关于埃特拉写道,当伊利奥斯被攻陷时,她偷偷溜出并到达了希腊人的营地,被特修斯的儿子们认了出来,德摩丰向阿伽门农请求得到她;阿伽门农愿意满足他的心愿,但表示在说服海伦之前他不会这样做;当阿伽门农向海伦发出使者时,海伦便答应了这一请求。
ἔοικεν οὖν ὁ Εὐρυβάτης ὁ ἐν τῇ γραφῇ ἀφῖχθαί τε ὡς τὴν Ἑλένην τῆς Αἴθρας ἕνεκα καὶ τὰ ἐντεταλμένα ὑπὸ τοῦ Ἀγαμέμνονος ἀπαγγέλλειν.
因此,画中的欧律巴特斯似乎是为了埃特拉而来到海伦面前,并传达阿伽门农所吩咐的事情。
§10.25.9γυναῖκες δὲ αἱ Τρῳάδες αἰχμαλώτοις τε ἤδη καὶ ὀδυρομέναις ἐοίκασι.
特洛伊的妇女们似乎已经成了俘虏,正在哀悼。
γέγραπται μὲν Ἀνδρομάχη, καὶ ὁ παῖς οἱ προσέστηκεν ἑλόμενος τοῦ μαστοῦ—τούτῳ Λέσχεως ῥιφθέντι ἀπὸ τοῦ πύργου συμβῆναι λέγει τὴν τελευτήν· οὐ μὴν ὑπὸ δόγματός γε Ἑλλήνων, ἀλλʼ ἰδίᾳ Νεοπτόλεμον αὐτόχειρα ἐθελῆσαι γενέσθαι—, γέγραπται δὲ Μηδεσικάστη, θυγατέρων μὲν Πριάμου καὶ αὕτη τῶν νόθων, ἐξῳκίσθαι δὲ ἐς Πήδαιον πόλιν φησὶν αὐτὴν Ὅμηρος Ἰμβρίῳ Μέντορος παιδὶ ἀνδρὶ συνοικοῦσαν.
画中有安德洛玛刻,她的孩子站在她身边,抓着她的乳房——关于这个孩子,莱斯赫斯说他被从塔上扔下去而死;这并非根据希腊人的决议,而是涅俄普托勒摩斯自己想要亲自动手——画中还有梅德西卡斯忒,她也是普里阿摩斯的庶女之一,荷马说她嫁到了培代翁城,与丈夫、门托尔之子因布里奥斯共同生活。
§10.25.10ἡ μὲν δὴ Ἀνδρομάχη καὶ ἡ Μηδεσικάστη καλύμματά εἰσιν ἐπικείμεναι, Πολυξένη δὲ κατὰ τὰ εἰθισμένα παρθένοις ἀναπέπλεκται τὰς ἐν τῇ κεφαλῇ τρίχας· ἀποθανεῖν δὲ αὐτὴν ἐπὶ τῷ Ἀχιλλέως μνήματι ποιηταί τε ᾄδουσι καὶ γραφὰς ἔν τε Ἀθήναις καὶ Περγάμῳ τῇ ὑπὲρ Καΐκου θεασάμενος οἶδα ἐχούσας ἐς τῆς Πολυξένης τὰ παθήματα.
安德洛玛刻和梅德西卡斯忒戴着面纱,而波吕克塞娜则按照处女的习俗将头上的头发编成辫子;诗人们歌颂她死于阿喀琉斯的墓前,我知道我在雅典以及凯科斯河上方的别加蒙都见过描绘波吕克塞娜受难的画作。
§10.25.11γέγραφε δὲ καὶ Νέστορα τῇ κεφαλῇ τε ἐπικείμενον πῖλον καὶ ἐν τῇ χειρὶ δόρυ ἔχοντα· καὶ ἵππος κονίεσθαι μέλλοντος παρέχεται σχῆμα· ἄχρι μὲν δὴ τοῦ ἵππου αἰγιαλός τε καὶ ἐν αὐτῷ ψηφῖδες ὑποφαίνονται, τὸ δὲ ἐντεῦθεν οὐκέτι ἔοικεν εἶναι θάλασσα.
他也画了内斯特,他头上戴着一顶帽子,手里拿着一根长矛;还有一匹马,呈现出正要在尘土中打滚的姿态;直到马的那个位置,海岸和其中的卵石隐约可见,但从那之后的部分,似乎就不再是海洋了。