Humanitext Reader

保萨尼亚斯 · 希腊志 §10.27.1-10.27.4

画中的战死者与安忒诺尔一家的获救

第 448 段,共 465 段 · 希腊语

内容简介

文中记述了波吕格诺托斯画作中描绘的特洛伊死难战士、关于普里阿摩斯之死的异说,以及安忒诺尔一家的获救与撤离场景。

§10.27.1νεκροὶ δὲ ὁ μὲν γυμνὸς Πῆλις ὄνομα ἐπὶ τὸν νῶτόν ἐστιν ἐρριμμένος, ὑπὸ δὲ τὸν Πῆλιν Ἠιονεύς τε κεῖται καὶ Ἄδμητος ἐνδεδυκότες ἔτι τοὺς θώρακας·
至于死者,一个是名叫皮里斯的裸体男子,仰面躺着;在皮里斯下方,躺着依然穿着胸甲的埃伊奥纽斯和阿德梅托斯。
καὶ αὐτῶν Λέσχεως Ἠιονέα ὑπὸ Νεοπτολέμου, τὸν δὲ ὑπὸ Φιλοκτήτου φησὶν ἀποθανεῖν τὸν Ἄδμητον.
在他们之中,莱斯赫斯说埃伊奥纽斯死于涅俄普托勒摩斯之手,而阿德梅托斯死于菲洛克忒忒斯之手。
ἄλλοι δὲ ἀνωτέρω τούτων ὑπὸ μὲν τὸ λουτήριον Λεώκριτός ἐστιν ὁ Πουλυδάμαντος τεθνεὼς ὑπὸ Ὀδυσσέως, ὑπὲρ δὲ Ἠιονέα τε καὶ Ἄδμητον Κόροιβος ὁ Μύγδονος·
在这些人上方的其他人中:在水盆下方的是普鲁达马斯之子雷奥克里托斯,他已被奥德修斯杀死;在埃伊奥纽斯和阿德梅托斯上方的是缪格多恩之子科罗伊波斯。
τούτου μνῆμά τε ἐπιφανὲς ἐν ὅροις πεποίηται Φρυγῶν Στεκτορηνῶν καὶ ἀπʼ αὐτοῦ ποιηταῖς Μύγδονας ὄνομα ἐπὶ τοῖς Φρυξὶ τίθεσθαι καθέστηκεν.
他的显赫坟墓建在斯特克托里尼亚弗里吉亚人的领土边界内,从他开始,诗人们习惯于将“缪格多恩人”这个名字赋予弗里吉亚人。
ἀφίκετο μὲν δὴ ἐπὶ τὸν Κασσάνδρας ὁ Κόροιβος γάμον, ἀπέθανε δέ, ὡς μὲν ὁ πλείων λόγος, ὑπὸ Νεοπτολέμου, Λέσχεως δὲ ὑπὸ Διομήδους ἐποίησεν.
科罗伊波斯是为了迎娶卡珊德拉而来的,但根据多数人的说法,他死于涅俄普托勒摩斯,而莱斯赫斯则写他死于狄奥墨德斯。
§10.27.2εἰσὶ δὲ καὶ ἐπάνω τοῦ Κοροίβου Πρίαμος καὶ Ἀξίων τε καὶ Ἀγήνωρ.
在科罗伊波斯之上还有普里阿摩斯、阿克西翁和阿革诺尔。
Πρίαμον δὲ οὐκ ἀποθανεῖν ἔφη Λέσχεως ἐπὶ τῇ ἐσχάρᾳ τοῦ Ἑρκείου, ἀλλὰ ἀποσπασθέντα ἀπὸ τοῦ βωμοῦ πάρεργον τῷ Νεοπτολέμῳ πρὸς ταῖς τῆς οἰκίας γενέσθαι θύραις.
莱斯赫斯说普里阿摩斯并非死在赫耳刻奥斯的祭坛炉灶上,而是被从祭坛拉开,在房屋的门前被杀,作为涅俄普托勒摩斯顺手完成的微不足道的工作。
ἐς δὲ Ἑκάβην Στησίχορος ἐν Ἰλίου πέρσιδι ἐποίησεν ἐς Λυκίαν ὑπὸ Ἀπόλλωνος αὐτὴν κομισθῆναι.
至于赫卡柏,斯特西科罗斯在《伊利奥斯的毁灭》中描写她被阿波罗送往了吕基亚。
Ἀξίονα δὲ παῖδα εἶναι Πριάμου Λέσχεως καὶ ἀποθανεῖν αὐτὸν ὑπὸ Εὐρυπύλου τοῦ Εὐαίμονός φησι· τοῦ Ἀγήνορος δὲ κατὰ τὸν αὐτὸν ποιητὴν Νεοπτόλεμος αὐτόχειρ ἐστί·
莱斯赫斯说阿克西翁是普里阿摩斯的儿子,死于埃瓦埃蒙之子欧律皮洛斯之手;而根据同一位诗人的描述,阿革诺尔是被涅俄普托勒摩斯亲手杀死的。
καὶ οὕτω φαίνοιτο ἂν Ἔχεκλος μὲν φονευθεὶς ὁ Ἀγήνορος ὑπὸ Ἀχιλλέως, Ἀγήνωρ δὲ αὐτὸς ὑπὸ τοῦ Νεοπτολέμου.
因此,阿革诺尔之子埃刻克洛斯是被阿喀琉斯杀害的,而阿革诺尔本人则是被涅俄普托勒摩斯杀害的。
§10.27.3Λαομέδοντος δὲ τὸν νεκρὸν Σίνων τε ἑταῖρος Ὀδυσσέως καὶ Ἀγχίαλός εἰσιν ἐκκομίζοντες.
拉奥墨冬的尸体正由奥德修斯的同伴西农和安喀阿洛斯运走。
γέγραπται δὲ καὶ ἄλλος τεθνεώς· ὄνομά οἱ Ἔρεσος· τὰ δὲ ἐς Ἔρεσόν τε καὶ Λαομέδοντα, ὅσα γε ἡμεῖς ἐπιστάμεθα, ᾖσεν οὐδείς.
还画有另一名死者,名叫埃雷索斯;但关于埃雷索斯和拉奥墨冬的事情,就我所知,没有任何人歌咏过。
ἔστι δὲ οἰκία τε ἡ Ἀντήνορος καὶ παρδάλεως κρεμάμενον δέρμα ὑπὲρ τῆς ἐσόδου, σύνθημα εἶναι τοῖς Ἕλλησιν ἀπέχεσθαι σφᾶς οἴκου τοῦ Ἀντήνορος.
画中还有安忒诺尔的房屋,入口上方挂着一张豹皮,作为希腊人使他们自己远离安忒诺尔之家的暗号。
γέγραπται δὲ Θεανώ τε καὶ οἱ παῖδες, Γλαῦκος μὲν καθήμενος ἐπὶ θώρακι γυάλοις συνηρμοσμένῳ, Εὐρύμαχος δὲ ἐπὶ πέτρᾳ.
特阿诺和她的孩子们也被画在其中:格劳科斯坐在一副用金属板合起来的胸甲上,欧律马科斯则坐在岩石上。
§10.27.4παρὰ δὲ αὐτὸν ἕστηκεν Ἀντήνωρ καὶ ἐφεξῆς θυγάτηρ Ἀντήνορος Κρινώ· παιδίον δὲ ἡ Κρινὼ φέρει νήπιον.
在他旁边立着安忒诺尔,紧接着是安忒诺尔的女儿克里诺;克里诺抱着一个幼童。
τῶν προσώπων δὲ ἅπασιν οἷον ἐπὶ συμφορᾷ σχῆμά ἐστι.
所有人物的神情都像是遭遇了不幸。
κιβωτὸν δὲ ἐπὶ ὄνον καὶ ἄλλα τῶν σκευῶν εἰσιν ἀνατιθέντες οἰκέται· κάθηται δὲ καὶ ἐπὶ τοῦ ὄνου παιδίον μικρόν.
仆人们正在把箱子和其他器皿装到驴背上,一个小孩子也坐在驴背上。
κατὰ τοῦτο τῆς γραφῆς καὶ ἐλεγεῖόν ἐστι Σιμωνίδου· " γράψε Πολύγνωτος, Θάσιος γένος, Ἀγλαοφῶντος υἱός, περθομένην Ἰλίου ἀκρόπολιν.
在画作的这一部分,还有西蒙尼德斯的一首双行体诗:“阿格劳丰之子、萨索斯出身的波吕格诺托斯,画下了被摧毁的伊利奥斯卫城。
"

词汇与语法注释

  1. 10.27.1ἐπὶ τὸν νῶτόν — 直译为“在背上”,在尸体躺在地上的语境中,指“仰面”或“仰卧”被抛弃的状态。
  2. 10.27.2πάρεργον — 作为对格同格,描绘了涅俄普托勒摩斯在房门口杀害普里阿摩斯的行为对他而言不过是“顺手完成的工作”或“易如反掌的附带之事”。
  3. 10.27.3σύνθημα εἶναι — 此不定式短语与前述状况(挂着豹皮)构成同格,表明挂豹皮的目的在于“作为一个暗号”,使希腊人避免袭击安忒诺尔之家。
  4. 10.27.4περθομένην — 现在被动分词,意为“正在被摧毁”或“正在被洗劫”,捕捉到了画作中所表现的卫城正处于毁灭过程中的动态场景。

引用这一段

保萨尼亚斯, 希腊志 §10.27.1-10.27.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:10.27.1-10.27.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。