Humanitext Reader

保萨尼亚斯 · 希腊志 §10.24.1-10.24.7

德尔斐神殿前殿的七贤人格言与周围古迹

第 444 段,共 465 段 · 希腊语

内容简介

作者介绍了德尔斐神殿前殿所刻的七贤人格言,以及关于赫马祖国与陵墓的传说,并详细解说了神殿内的遗物以及周围的新普托勒莫斯墓、克洛诺斯石和卡索提斯泉等古迹。

§10.24.1ταῦτα μὲν δὴ οὕτω γενόμενα ἴστω τις·
就让人们知道,这些事情就是这样发生的。
ἐν δὲ τῷ προνάῳ τῷ ἐν Δελφοῖς γεγραμμένα ἐστὶν ὠφελήματα ἀνθρώποις ἐς βίον, ἐγράφη δὲ ὑπὸ ἀνδρῶν οὓς γενέσθαι σοφοὺς λέγουσιν Ἕλληνες.
在德尔斐神殿的前殿里,刻有对人类生活有益的格言,这些是希腊人称为智者的那些人所写的。
οὗτοι δὲ ἦσαν ἐκ μὲν Ἰωνίας Θαλῆς τε Μιλήσιος καὶ Πριηνεὺς Βίας, Αἰολέων δὲ τῶν ἐν Λέσβῳ Πιττακὸς Μιτυληναῖος, ἐκ δὲ Δωριέων τῶν ἐν τῇ Ἀσίᾳ Κλεόβουλος Λίνδιος, καὶ Ἀθηναῖός τε Σόλων καὶ Σπαρτιάτης Χίλων·
这些人是:来自伊奥尼亚的米利都的泰勒斯和普里埃内的毕阿斯;来自莱斯沃斯岛埃奥利斯人的米蒂利尼的皮塔科斯;来自亚洲多利安人的林多斯的克莱奥布卢;以及阿特奈的梭伦和斯巴达的奇隆。
τὸν δὲ ἕβδομον Πλάτων ὁ Ἀρίστωνος ἀντὶ Περιάνδρου τοῦ Κυψέλου Μύσωνα κατείλοχε τὸν Χηνέα· κώμη δὲ ἐν τῇ Οἴτῃ τῷ ὄρει ᾠκοῦντο αἱ Χῆναι.
至于第七位,阿里斯同之子柏拉图将赫奈的米松列入,以代替克普塞洛斯之子佩里安德;而赫奈是建在奥伊特山上的一个村庄,在那里他们曾居住过。
οὗτοι οὖν οἱ ἄνδρες ἀφικόμενοι ἐς Δελφοὺς ἀνέθεσαν τῷ Ἀπόλλωνι τὰ ᾀδόμενα Γνῶθι σαυτὸν καὶ Μηδὲν ἄγαν.
因此,这些男子来到德尔斐,将世人传唱的“认识你自己”和“凡事勿过度”奉献给阿波罗。
§10.24.2οὗτοι μὲν δὴ ἐνταῦθα ἔγραψαν τὰ εἰρημένα, θεάσαιο δʼ ἂν καὶ εἰκόνα Ὁμήρου χαλκῆν ἐπὶ στήλῃ καὶ ἐπιλέξει τὸ μάντευμα ὃ γενέσθαι τῷ Ὁμήρῳ λέγουσιν· " ὄλβιε καὶ δύσδαιμον—ἔφυς γὰρ ἐπʼ ἀμφοτέροισι—, πατρίδα δίζηαι.
这些人确实在此处刻下了上述格言,但你也会看到在一根石柱上立着的赫马铜像,并且会读到据说赐予赫马的神谕: “幸福而又不幸的人啊——因为你生来就注定承受这两者——,你寻找着祖国。
μητρὶς δέ τοι, οὐ πατρίς ἐστιν.
但你拥有的是母亲的国度,而非父亲的国度。
ἔστιν Ἴος νῆσος μητρὸς πατρίς, ἥ σε θανόντα δέξεται.
伊奥斯岛是你母亲的祖国,它将在你死后收容你。
ἀλλὰ νέων παίδων αἴνιγμα φύλαξαι.
但要警惕年轻孩子的谜语。
" δεικνύουσι δὲ οἱ Ἰῆται καὶ Ὁμήρου μνῆμα ἐν τῇ νήσῳ καὶ ἑτέρωθι Κλυμένης, τὴν Κλυμένην μητέρα εἶναι τοῦ Ὁμήρου λέγοντες.
” 伊奥斯岛的人展示了岛上赫马的陵墓,并在另一处展示了克吕墨涅的陵墓,他们说克吕墨涅是赫马的母亲。
§10.24.3Κύπριοι δὲ—οἰκειοῦνται γὰρ δὴ καὶ οὗτοι Ὅμηρον—Θεμιστώ τε αὐτῷ μητέρα εἶναι τῶν τινα ἐπιχωρίων γυναικῶν λέγουσι καὶ ὑπὸ Εὔκλου προθεσπισθῆναι τὰ ἐς τὴν γένεσιν τὴν Ὁμήρου φασὶν ἐν τοῖσδε· " καὶ τότʼ ἐν εἰναλίῃ Κύπρῳ μέγας ἔσσετʼ ἀοιδός, ὅν τε Θεμιστὼ τέξει ἐπʼ ἀγροῦ δῖα γυναικῶν νόσφι πολυκτεάνοιο πολύκλειτον Σαλαμῖνος.
而塞浦路斯人——因为他们也把赫马归为己有——说他的母亲是特米斯托,当地妇女中的一人,并且说有关赫马诞生的事情已由尤克卢斯在以下诗句中预言: “那时,在海上的塞浦路斯将有一位伟大的歌者,女人中神圣的特米斯托将在田野里生下他,远离富庶的萨拉米斯,他将名扬天下。
Κύπρον δὲ προλιπὼν διερός θʼ ὑπὸ κύμασιν ἀρθείς, Ἑλλάδος εὐρυχόρου μοῦνος κακὰ πρῶτος ἀείσας ἔσσεται ἀθάνατος καὶ ἀγήραος ἤματα πάντα.
他离开塞浦路斯,在波涛汹涌的海上漂流,将成为第一个、也是唯一一个歌唱广阔希腊灾难的人,他将永远不死,青春常驻,直到永远。
" ταῦτα ἡμεῖς ἀκούσαντές τε καὶ ἐπιλεξάμενοι τοὺς χρησμοὺς ἰδίᾳ οὐδένα αὐτῶν λόγον οὔτε ἐς πατρίδα οὔτε περὶ ἡλικίας Ὁμήρου γράφομεν.
” 我听闻了这些并亲自阅读了这些神谕,对它们均不予记述,既不涉及赫马的祖国,也不涉及他的年代。
§10.24.4ἐν δὲ τῷ ναῷ πεποίηται μὲν Ποσειδῶνος βωμός, ὅτι τὸ μαντεῖον τὸ ἀρχαιότατον κτῆμα ἦν καὶ Ποσειδῶνος, ἕστηκε δὲ καὶ ἀγάλματα Μοιρῶν δύο· ἀντὶ δὲ αὐτῶν τῆς τρίτης Ζεύς τε Μοιραγέτης καὶ Ἀπόλλων σφίσι παρέστηκε Μοιραγέτης.
在神殿内部,建有波塞冬的祭坛,因为该神谕所在极古时期也是波塞冬的财产;此外还立着两尊命运女神的雕像;而代替她们中的第三人,作为“命运引导者”的宙斯以及同样作为“命运引导者”的阿波罗站在她们身旁。
θεάσαιο δʼ ἂν ἐνταῦθα καὶ ἑστίαν, ἐφʼ ᾗ Νεοπτόλεμον τὸν Ἀχιλλέως ὁ ἱερεὺς ἀπέκτεινε τοῦ Ἀπόλλωνος· τὰ δὲ ἐς τοῦ Νεοπτολέμου τὴν τελευτήν ἐστιν ἡμῖν ἑτέρωθι εἰρημένα.
在此你还可以看到一个炉灶,阿波罗祭司曾在此杀死了阿基琉斯之子新普托勒莫斯;有关新普托勒莫斯之死的事宜,我们已在别处叙述过。
§10.24.5ἀνάκειται δὲ οὐ πόρρω τῆς ἑστίας θρόνος Πινδάρου· σιδήρου μέν ἐστιν ὁ θρόνος, ἐπὶ δὲ αὐτῷ φασιν, ὁπότε ἀφίκοιτο ἐς Δελφοὺς, καθέζεσθαί τε τὸν Πίνδαρον καὶ ᾄδειν ὁπόσα τῶν ᾀσμάτων ἐς Ἀπόλλωνά ἐστιν.
离炉灶不远的地方,奉献着品达的座椅;座椅是铁制的,据说每当品达来到德尔斐,他就会坐在上面,歌唱他为阿波罗所作的诗歌。
ἐς δὲ τοῦ ναοῦ τὸ ἐσωτάτω, παρίασί τε ἐς αὐτὸ ὀλίγοι καὶ χρυσοῦν Ἀπόλλωνος ἕτερον ἄγαλμα ἀνάκειται.
至于神殿的最深处——能进去的人寥寥无几——那里奉献着另一尊阿波罗的黄金雕像。
§10.24.6ἐξελθόντι δὲ τοῦ ναοῦ καὶ τραπέντι ἐς ἀριστερὰ περίβολός ἐστι καὶ Νεοπτολέμου τοῦ Ἀχιλλέως ἐν αὐτῷ τάφος· καί οἱ κατὰ ἔτος ἐναγίζουσιν οἱ Δελφοί.
走出神殿并向左转,有一处围墙,里面有阿基琉斯之子新普托勒莫斯的坟墓;德尔斐人每年都向他献上祭祀。
ἐπαναβάντι δὲ ἀπὸ τοῦ μνήματος λίθος ἐστὶν οὐ μέγας· τούτου καὶ ἔλαιον ὁσημέραι καταχέουσι καὶ κατὰ ἑορτὴν ἑκάστην ἔρια ἐπιτιθέασι τὰ ἀργά· ἔστι δὲ καὶ δόξα ἐς αὐτὸν δοθῆναι Κρόνῳ τὸν λίθον ἀντὶ τοῦ παιδός, καὶ ὡς αὖθις ἤμεσεν αὐτὸν ὁ Κρόνος.
从坟墓往上走,有一块不大的石头;人们每天往这块石头上浇橄榄油,并在每个节日放上未加工的羊毛;关于它还有一种传说,说这块石头是代替孩子被献给克洛诺斯的,而且后来克洛诺斯又把它吐了出来。
§10.24.7ἰοῦσι δὲ ὡς ἐπὶ τὸν ναὸν αὖθις μετὰ τοῦ λίθου τὴν θέαν ἐστὶν ἡ Κασσοτὶς καλουμένη πηγή· τεῖχος δὲ οὐ μέγα ἐπʼ αὐτῇ καὶ ἡ ἄνοδος διὰ τοῦ τείχους ἐστὶν ἐπὶ τὴν πηγήν.
看完石头再往神殿方向走去的人,会看到被称为卡索提斯的泉水;泉上有一道不大的墙,穿过这道墙便可登上泉水。
ταύτης τῆς Κασσοτίδος δύεσθαί τε κατὰ τῆς γῆς λέγουσι τὸ ὕδωρ καὶ ἐν τῷ ἀδύτῳ τοῦ θεοῦ τὰς γυναῖκας μαντικὰς ποιεῖν· τὴν δὲ τῇ κρήνῃ δεδωκυῖαν τὸ ὄνομα τῶν περὶ τὸν Παρνασσὸν νυμφῶν φασιν εἶναι.
据说,这眼卡索提斯泉的水流会沉入地下,在神殿的内殿中赋予妇女预言的能力;而且据说,赋予这口泉名字的女郎是帕纳索斯山周围的宁芙仙女之一。

词汇与语法注释

  1. §10.24.1οὓς γενέσθαι σοφοὺς λέγουσιν Ἕλληνες — 关系代词 οὕς 是 λέγουσιν(他们说)所带的对格与不定式结构中不定式 γενέσθαι 的逻辑主语。整句话的意思是“希腊人称之为成为智者的人”。
  2. §10.24.6ἐξελθόντι δὲ τοῦ ναοῦ καὶ τραπέντι ἐς ἀριστερὰ — 与格分词 ἐξελθόντι... καὶ τραπέντι 是希腊语地理指南中常用的“体验者与格(基准与格)”,用以指示旅行者或读者的空间视角(“走出神殿并向左转,……”)。
  3. §10.24.7μετὰ τοῦ λίθου τὴν θέαν — 介词 μετά 在此支配对格名词 τὴν θέαν(观看、游览),表示“在……之后”。属格短语 τοῦ λίθου 在此作为 τὴν θέαν 的宾格性属格,意为“观看石头这一行为”,因此整体结构意为“在看完石头之后”。

引用这一段

保萨尼亚斯, 希腊志 §10.24.1-10.24.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:10.24.1-10.24.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。