Humanitext Reader

保萨尼亚斯 · 希腊志 §10.23.1-10.23.7

德尔斐的神罚与加拉太军的溃败

第 442 段,共 465 段 · 希腊语

内容简介

进攻德尔斐的高卢军队遭遇地震、雷电和英雄幻影等神圣天谴。在夜间严寒、落石以及次日福基斯人背后突袭的双重打击下,布伦诺斯受伤退场,高卢军被迫撤退并陷入潘神引起的极度恐慌。

§10.23.1Βρέννῳ δὲ καὶ τῇ στρατιᾷ τῶν τε Ἑλλήνων οἱ ἐς Δελφοὺς ἀθροισθέντες ἀντετάξαντο, καὶ τοῖς βαρβάροις ἀντεσήμαινε τὰ ἐκ τοῦ θεοῦ ταχύ τε καὶ ὧν ἴσμεν φανερώτατα.
面对布伦诺斯及其军队,聚集在德尔斐的希腊人挺身抵抗,而神明对抗蛮族的迹象也迅速且极其显明地展现出来,为我们所知之最。
ἥ τε γὰρ γῆ πᾶσα, ὅσην ἐπεῖχεν ἡ τῶν Γαλατῶν στρατιά, βιαίως καὶ ἐπὶ πλεῖστον ἐσείετο τῆς ἡμέρας, βρονταί τε καὶ κεραυνοὶ συνεχεῖς ἐγίνοντο·
因为高卢军队所占据的所有土地,在一天之中的大部分时间里都发生了剧烈的地震,并且雷声与闪电持续不断。
§10.23.2καὶ οἱ μὲν ἐξέπληττόν τε τοὺς Κελτοὺς καὶ δέχεσθαι τοῖς ὠσὶ τὰ παραγγελλόμενα ἐκώλυον, τὰ δὲ ἐκ τοῦ οὐρανοῦ οὐκ ἐς ὅντινα κατασκήψαι μόνον ἀλλὰ καὶ τοὺς πλησίον καὶ αὐτοὺς ὁμοίως καὶ τὰ ὅπλα ἐξῆπτε.
这些雷电不仅使凯尔特人惊恐万状,也使他们无法用耳朵听清传达的命令;而来自天空的闪电不仅烧焦了被击中者,还同样点燃了其身旁的人和他们的武器。
τά τε τῶν ἡρώων τηνικαῦτά σφισιν ἐφάνη φάσματα, ὁ Ὑπέροχος καὶ ὁ Λαόδοκός τε καὶ Πύρρος· οἱ δὲ καὶ τέταρτον Φύλακον ἐπιχώριον Δελφοῖς ἀπαριθμοῦσιν ἥρωα.
当时,英雄们的幻影也显现在他们面前:许佩罗科斯、拉奥多科斯和皮鲁斯;有些人还算上了第四位德尔斐本土的英雄菲拉科斯。
§10.23.3ἀπέθανον δὲ καὶ αὐτῶν παρὰ τὸ ἔργον τῶν Φωκέων ἄλλοι τε ἀριθμὸν πολλοὶ καὶ Ἀλεξίμαχος, ὃς ἐν τῇ μάχῃ ταύτῃ μάλιστα Ἑλλήνων ἡλικίας τε τῷ ἀκμάζοντι καὶ ἰσχύι σώματος καὶ τῷ ἐρρωμένῳ τοῦ θυμοῦ κατεχρήσατο ἐς τῶν βαρβάρων τὸν φόνον· Φωκεῖς δὲ εἰκόνα τοῦ Ἀλεξιμάχου ποιησάμενοι ἀπέστειλαν τῷ Ἀπόλλωνι ἐς Δελφούς.
在战斗本身中,福基斯人自己也有许多人以及亚历克西马科斯战死,他在这场战斗中,比任何其他希腊人都更充分地将自己的青春年华、身体力量和高昂的斗志投入到对蛮族的杀戮中;福基斯人制作了亚历克西马科斯的雕像,将其奉献给德尔斐的阿波罗。
§10.23.4τοιούτοις μὲν οἱ βάρβαροι παρὰ πᾶσαν τὴν ἡμέραν παθήμασί τε καὶ ἐκπλήξει συνείχοντο· τὰ δὲ ἐν τῇ νυκτὶ πολλῷ σφᾶς ἔμελλεν ἀλγεινότερα ἐπιλήψεσθαι.
蛮族在整整一天中都被这样的痛苦和恐惧所笼罩;然而夜间的遭遇注定会带给他们更为痛苦的折磨。
ῥῖγός τε γὰρ ἰσχυρὸν καὶ νιφετὸς ἦν ὁμοῦ τῷ ῥίγει, πέτραι τε ἀπολισθάνουσαι τοῦ Παρνασσοῦ μεγάλαι καὶ κρημνοὶ καταρρηγνύμενοι σκοπὸν τοὺς βαρβάρους εἶχον, καὶ αὐτοῖς οὐ κατὰ ἕνα ἢ δύο ἀλλὰ κατὰ τριάκοντα καὶ ἔτι πλείοσιν, ὡς ἕκαστοι ἐν τῷ αὐτῷ φρουροῦντες ἢ καὶ ἀναπαυόμενοι τύχοιεν, ἀθρόοις ἡ ἀπώλεια ἐγένετο ὑπὸ τῆς ἐμβολῆς τῶν κρημνῶν.
因为严寒与暴雪同时降临,从帕纳索斯山滑落的巨石和断裂的悬崖将蛮族作为目标,对于他们而言,不是一个两个,而是三十人甚至更多的人聚在一起——正如他们恰好在同一地点把守或休息时那样——因悬崖的坠击而集体覆灭。
§10.23.5ἅμα δὲ τῷ ἡλίῳ ἀνίσχοντι οἱ Ἕλληνες ἐπῄεσάν σφισιν ἐκ τῶν Δελφῶν, οἱ μὲν ἄλλοι τὴν ἐπὶ τὸ στράτευμα εὐθεῖαν, οἱ Φωκεῖς δὲ ἅτε καὶ μᾶλλον ἔχοντες τῶν χωρίων ἐμπείρως κατέβησάν τε διὰ τῆς χιόνος κατὰ τὰ ἀπότομα τοῦ Παρνασσοῦ καὶ ἔλαθον κατὰ νώτου γενόμενοι τοῖς Κελτοῖς, ἠκόντιζόν τε ἐς αὐτοὺς καὶ ἐτόξευον σὺν οὐδενὶ ἀπὸ τῶν βαρβάρων δείματι.
太阳升起时,希腊人从德尔斐向他们发起进攻,其他人沿着直达敌军的道路进军,而福基斯人由于更熟悉地形,在雪地中顺着帕纳索斯山的陡峭处走下,悄悄绕到了凯尔特人的背后,并在对蛮族毫无恐惧的情况下向他们投掷标枪、射出箭矢。
§10.23.6οἱ δὲ ἀρχομένης μὲν τῆς μάχης, καὶ μάλιστα οἱ περὶ τὸν Βρέννον —οὗτοι δὲ μήκιστοί τε ἦσαν καὶ ἀλκιμώτατοι τῶν Γαλατῶν—τότε μὲν ὑπὸ προθυμίας ἔτι ἀντεῖχον βαλλόμενοί τε πανταχόθεν καὶ οὐχ ἧσσον ὑπὸ τοῦ ῥίγους, μάλιστα οἱ τραυματίαι, ταλαιπωροῦντες· ὡς δὲ καὶ ὁ Βρέννος ἔλαβε τραύματα, ἐκεῖνον μὲν λιποψυχήσαντα ἐκκομίζουσιν ἐκ τῆς μάχης, οἱ δὲ βάρβαροι πανταχόθεν σφίσιν ἐγκειμένων τῶν Ἑλλήνων ὑπέφευγόν τε ἄκοντες καὶ ἑαυτῶν τοὺς ἀδυνάτους διὰ τραύματα ἕπεσθαι καὶ ἀρρωστίαν φονεύουσιν.
在战斗开始时,特别是布伦诺斯身边的人——他们是高卢人中最高大、最勇猛的——当时由于满怀热忱仍在坚持,尽管他们四面受敌,且因严寒(尤其是伤员)而备受煎熬;但当布伦诺斯也受伤并昏厥、被抬出战场后,蛮族在希腊人从四面逼近的情况下,不得不被迫撤退,并杀死了他们当中因受伤和体弱而无法跟上的同伴。
§10.23.7καὶ οἱ μὲν ἐστρατοπεδεύσαντο ἔνθα νὺξ κατελάμβανεν ἀναχωροῦντας, ἐν δὲ τῇ νυκτὶ φόβος σφίσιν ἐμπίπτει Πανικός· τὰ γὰρ ἀπὸ αἰτίας οὐδεμιᾶς δείματα ἐκ τούτου φασὶ γίνεσθαι.
他们在撤退中在黑夜降临的地方安营扎寨,但在夜间,一种恐慌(潘神的恐惧)袭向他们;因为据说并非出于任何原因的恐惧便是由此而来的。
ἐνέπεσε μὲν ἐς τὸ στράτευμα ἡ ταραχὴ περὶ βαθεῖαν τὴν ἑσπέραν, καὶ ὀλίγοι τὸ κατʼ ἀρχὰς ἐγένοντο οἱ παραχθέντες ἐκ τοῦ νοῦ, ἐδόξαζόν τε οὗτοι κτύπου τε ἐπελαυνομένων ἵππων καὶ ἐφόδου πολεμίων αἰσθάνεσθαι· μετὰ δὲ οὐ πολὺ καὶ ἐς ἅπαντας διέδρα ἡ ἄγνοια.
混乱在傍晚时分降临在军队中,起初丧失理智的人很少,他们以为自己听到了战马奔驰的轰鸣和敌人的袭击;但不久之后,这种幻觉便传遍了所有人。

词汇与语法注释

  1. §10.23.1ὧν ἴσμεν — 关系代词的同化(Attraction)。关系代词 ἃ 同化于已省略的先行词 ἐκείνων(修饰最高级 φανερώτατα 的部分属格)的属格,从而变成 ὧν。其基础结构为 φανερώτατα ἐκείνων ἃ ἴσμεν(在我们所知道的事物中最为显明)。
  2. §10.23.2οἱ μὲν — 阳性复数主格的指示代词 οἱ μὲν 在语境上指代前句中的 βρονταί τε καὶ κεραυνοί(雷声与闪电),其性与占主导地位的阳性名词 κεραυνοί(闪电)相一致。
  3. §10.23.5ἔλαθον κατὰ νώτου γενόμενοι — 动词 λανθάνω (ἔλαθον) 与补充性分词 (γενόμενοι) 连用的句式,表示主语的动作在未被察觉的情况下进行。译作“他们悄悄绕到背后”或“他们在不被注意的情况下到了其背后”。

引用这一段

保萨尼亚斯, 希腊志 §10.23.1-10.23.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:10.23.1-10.23.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。