§10.20.6τοῖς δὲ ἐς Θερμοπύλας ἀθροισθεῖσιν Ἑλλήνων, ὡς ἐπύθοντο περί τε Μαγνησίαν καὶ γῆν τὴν Φθιῶτιν ὄντα ἤδη τῶν Γαλατῶν τὸν στρατόν, ἔδοξεν ἤδη ψιλούς τε ἐς χιλίους καὶ τὴν ἵππον ἀπολέξαντας ἀποστεῖλαι σφᾶς ἐπὶ τὸν Σπερχειόν, ἵνα μηδὲ τὸν ποταμὸν διαβῆναι τοῖς βαρβάροις ἄνευ ἀγῶνός τε καὶ κινδύνων ἐγγένηται.
对于聚集在温泉关的希腊人而言,当他们获悉加拉太人的军队已经抵达马格尼西亚和弗提奥提斯地区时,他们决定立即挑选出约一千名轻装兵和骑兵,派遣他们前往斯佩尔海奥斯河,以便让蛮族甚至无法在没有战斗和危险的情况下渡过该河。
οἱ δὲ ἐλθόντες τὰς γεφύρας τε καταλύουσι καὶ αὐτοὶ παρὰ τὴν ὄχθην ἐστρατοπεδεύσαντο.
那些前去的人摧毁了桥梁,并亲自在河岸边驻扎下来。
ἦν δὲ οὐδὲ ὁ Βρέννος οὔτε πάντα ἀσύνετος οὔτε ἀπείρως εἶχεν ὡς ἄν τις βάρβαρος σοφίσματα ἐς πολεμίους ἐξευρεῖν.
而布伦诺斯也绝非完全愚蠢,作为一个蛮族,他对于设计针对敌人的策略并非毫无经验。
§10.20.7εὐθὺς οὖν τῇ ἐπιούσῃ νυκτί, οὐ καθότι ἦν τὰ ἀρχαῖα τῷ ποταμῷ ζεύγματα ἀλλὰ ἐς τὸ κάτω, ὡς μή τις τοῖς Ἕλλησι διαβαινόντων γένοιτο αἴσθησις, καὶ ᾗ μάλιστα ὁ Σπερχειὸς διεχεῖτο ἐς πλέον τοῦ πεδίου καὶ ἕλος τε ἐποίει καὶ λίμνην ἀντὶ βιαίου καὶ στενοῦ ῥεύματος, κατὰ τοῦτο ὁ Βρέννος ὅσον μυρίους τῶν Γαλατῶν ἀπέστειλεν, ὁπόσοι τε νεῖν ἠπίσταντο ἐξ αὐτῶν καὶ ὅστις τῷ μήκει τοῦ σώματος ἐτύγχανεν ὢν ὑπὲρ τοὺς πολλούς· εἰσὶ δὲ καὶ ἄλλως οἱ Κελτοὶ μακρῷ πάντας ὑπερηρκότες μήκει τοὺς ἀνθρώπους.
因此,在紧接着的夜里,布伦诺斯没有选择河流古老架桥处的所在地,而是在其下游——为了不让希腊人察觉到有人正在渡河,并且在斯佩尔海奥斯河最广阔地漫入平原、形成沼泽和湖泊以代替湍急狭窄水流的那个地方——派遣了大约一万名加拉太人,其中包括他们之中所有会游泳的人,以及在身高上碰巧超出常人的那些人;其实在其他方面,凯尔特人在身高上也远远超过了所有的人类。
§10.20.8οὗτοι οὖν διαβαίνουσιν ἐν τῇ νυκτὶ διανηχόμενοι ὧδε τὸ λιμνῶδες τοῦ ποταμοῦ· τὰ ὅπλα, τοὺς ἐπιχωρίους θυρεούς, ἐποιεῖτο ἕκαστος ἀντὶ σχεδίας, οἱ δὲ αὐτῶν μήκιστοι διελθεῖν ἐμβαδὸν τὸ ὕδωρ ἐδυνήθησαν.
于是,这些人在夜间通过在河中湖泊般的水域中游过去的方式完成了渡河:每个人都将自己的武器——他们当地的盾牌——当作筏子,而他们之中最高的人则能够步行涉水而过。
οἱ δὲ Ἕλληνες οἱ ἐπὶ τῷ Σπερχειῷ —πυνθάνονται γὰρ ὅτι κατὰ τὸ ἕλος διέβη μοῖρα τῶν βαρβάρων—αὐτίκα ἐς τὸ στράτευμα ἀναχωροῦσι, Βρέννος δὲ τοῖς περὶ τὸν Μαλιακὸν κόλπον οἰκοῦσι ζευγνύναι τὸν Σπερχειὸν ἐπέτασσεν·
然而,在斯佩尔海奥斯河畔的希腊人——因为他们得知一队蛮族已经通过沼泽渡河——立即退回到主力军队。
οἱ δὲ ἤνυον τὸ ἔργον σπουδῇ, τῷ τε ἐκείνου δέει καὶ ἀπελθεῖν ἐκ τῆς χώρας σφίσιν ἐπιθυμοῦντες τοὺς βαρβάρους μηδὲ ἐπὶ πλέον κακουργεῖν μένοντας.
布伦诺斯则命令居住在马里亚湾周围的人在斯佩尔海奥斯河上架桥;他们迅速完成了这项工作,既是因为对他的恐惧,也是希望蛮族能够离开他们的土地,而不再留下来造成更多的危害。
§10.20.9ὁ δὲ ὡς κατὰ τὰς γεφύρας διεβίβασε τὴν στρατιάν, ἐχώρει πρὸς τὴν Ἡράκλειαν· καὶ διήρπασαν μὲν τὰ ἐκ τῆς χώρας οἱ Γαλάται καὶ ἀνθρώπους τοὺς ἐπὶ τῶν ἀγρῶν ἐγκαταληφθέντας ἐφόνευσαν, τὴν πόλιν δὲ οὐχ εἷλον.
当他通过桥梁运送了军队之后,便向赫拉克莱亚进军;加拉太人洗劫了该地区的物资,并杀害了在田野里被捕获的人,但未能攻占这座城市。
ἔτει γὰρ πρότερον τούτων οἱ Αἰτωλοὶ συντελεῖν τοὺς Ἡρακλεώτας ἠνάγκασαν ἐς τὸ Αἰτωλικόν· τότε οὖν ἠμύνοντο ὡς περὶ πόλεως οὐδέν τι Ἡρακλεώταις μᾶλλον ἢ καὶ αὑτοῖς προσηκούσης.
因为在这些事的一年前,埃托利亚人曾强迫赫拉克莱亚人向埃托利亚同盟纳贡;因此在那时,他们(埃托利亚人)便进行防守,仿佛这并非只属于赫拉克莱亚人,而是同样属于他们自己的城市一般。
ἦν δὲ καὶ τῷ Βρέννῳ τὰ μὲν Ἡρακλεωτῶν ἐλάσσονος φροντίδος, ἀγώνισμα δὲ ἐποιεῖτο ἐξελάσαι τε ἐκ τῶν στενῶν τοὺς ἀντικαθημένους καὶ παρελθεῖν ἐς τὴν ἐντὸς Θερμοπυλῶν Ἑλλάδα.
布伦诺斯对赫拉克莱亚人的事务也并不十分关心,他的主要奋斗目标是驱逐扼守关隘、与他相对峙的人,并侵入温泉关内侧的希腊本土。