Humanitext Reader

保萨尼亚斯 · 希腊志 §10.21.1-10.21.7

皮莱之战中加拉太军队的溃败

第 439 段,共 465 段 · 希腊语

内容简介

加拉太军队在皮莱与希腊军队交战,因地形不利和雅典三段桨船的侧翼袭击而大败撤退。文中记述了年轻的雅典战士基迪亚斯的英勇事迹,以及加拉太人对死者不加安葬的习俗。

§10.21.1προελθὼν οὖν ἀπὸ τῆς Ἡρακλείας—ἐπυνθάνετο γὰρ παρὰ αὐτομόλων τοὺς συνειλεγμένους ἐς Πύλας ἀπὸ ἑκάστης πόλεως— ὑπερεφρόνει τε τοῦ Ἑλληνικοῦ καὶ ἦρχεν ἐς τὴν ἐπιοῦσαν μάχης ἅμα ἀνίσχοντι τῷ ἡλίῳ, οὔτε Ἕλληνα ἔχων μάντιν οὔτε ἱεροῖς ἐπιχωρίοις χρώμενος, εἰ δὴ ἔστι γε μαντεία Κελτική.
因此,他从赫拉克莱亚向前推进——因为他从逃兵那里获悉了各城邦聚集在皮莱的人数——他极其轻视希腊军队,并在次日太阳升起时开始战斗。 他既没有雇佣希腊占卜师,也没有使用本土的祭礼(如果真的存在什么凯尔特占卜术的话)。
ἐνταῦθα οἱ Ἕλληνες ἐν σιγῇ τε ἐπῄεσαν καὶ ἐν κόσμῳ· καὶ ὡς ἀφίκοντο ἐς χεῖρας, οὔτε σφίσιν οἱ πεζοὶ τοσοῦτο ἀπὸ τῆς τάξεως ἐξέθεον ὥστε τὴν φάλαγγα ἐπιταράσσειν τὴν οἰκείαν καὶ οἱ ψιλοὶ μένοντες κατὰ χώραν τά τε ἀκόντια ἔπεμπον καὶ ὅσα ἀπὸ τῶν τόξων ἢ σφενδονῶν.
此时,希腊人静默且井然有序地迎击;当双方交手时,步兵们并没有从阵线中冲出太远,以至于扰乱了他们自己的方阵,而轻装兵则坚守原地,投掷标枪,并射出弓箭或投石器所能发射的一切。
§10.21.2τὰ δὲ ἱππικὰ ἀμφοτέροις ἀχρεῖα ἐγένετο ἅτε οὐ στενοῦ μόνον χωρίου τοῦ μετὰ τὰς Πύλας ὄντος ἀλλὰ καὶ ὑπὸ αὐτοφυοῦς πέτρας λείου καὶ διὰ τῶν ῥευμάτων τὸ συνεχὲς τὰ πλείονα καὶ ὀλισθηροῦ.
双方的骑兵都毫无用处,因为皮莱后方的不仅通道狭窄,而且由于天然的岩石而十分平滑,且大部分地方因溪流而持续湿滑。
τοῖς δὲ Γαλάταις τὰ μὲν τῆς σκευῆς ἀσθενέστερα ἦν—θυρεοὺς γὰρ τοὺς ἐπιχωρίους εἶχον, καὶ ἄλλο σφίσιν οὐκ ἦν ὅπλον σκέπη σώματος—, πλέον δὲ ἔτι ἐμπειρίᾳ τῇ ἐς τὰ πολεμικὰ ἀπέδεον.
对于加拉太人来说,他们的防具较为薄弱——因为他们只持有当地的盾牌,没有其他武装来保护身体——而更严重的是,他们还缺乏军事上的经验。
§10.21.3οἱ δὲ ἐν ὀργῇ τε ἐπὶ τοὺς ἐναντίους καὶ θυμῷ μετὰ οὐδενὸς λογισμοῦ καθάπερ τὰ θηρία ἐχώρουν·
然而,他们对敌人怀着毫无理智的愤怒与狂热,像野兽一样冲锋。
καὶ οὔτε πελέκεσι διαιρουμένους ἢ ὑπὸ μαχαιρῶν ἡ ἀπόνοια τοὺς ἔτι ἐμπνέοντας ἀπέλειπεν, οὔτε ὅσοι βέλεσι καὶ ἀκοντίοις διεπείροντο, ὑφῄρουν τοῦ θυμοῦ, μέχρι οὗ παρέμενεν ἡ ψυχή·
那些因战斧或战刀而被劈开、但尚存一丝气息的人,其疯狂也并未离他们而去;那些被箭矢和标枪刺穿的人,只要灵魂尚在,也绝不减退其斗志。
οἱ δὲ καὶ ἐκ τῶν τραυμάτων τὰ δόρατα οἷς ἐβέβληντο ἀνασπῶντες ἠφίεσάν τε ἐς τοὺς Ἕλληνας καὶ ἐχρῶντο ἐκ χειρός.
有些人甚至从伤口中拔出刺中自己的长矛,投向希腊人,或者在肉搏战中使用。
§10.21.4ἐν τούτῳ δὲ οἱ ἐπὶ τῶν τριήρων Ἀθηναῖοι μόγις μὲν καὶ οὐκ ἄνευ κινδύνου, παραπλεύσαντες δὲ ὅμως διὰ τῆς ἰλύος, ἣ ἐπὶ πλεῖστον ἐπέχει τῆς θαλάσσης, καὶ τὰς ναῦς ὅτι ἐγγύτατα τῶν βαρβάρων σχόντες, βέλεσί τε παντοίοις ἐς τὰ πλάγια καὶ τοξεύμασιν ἐς αὐτοὺς ἐχρῶντο.
与此同时,乘坐三段桨船的雅典人虽历经艰难且并非没有危险,但仍沿着占据了大部分海域的淤泥地带航行,并将船只尽可能地靠近蛮族,向他们的侧翼发射各种投掷武器和箭矢。
καμνόντων δὲ λόγου μειζόνως τῶν Κελτῶν καὶ ἅτε ἐν στενοχωρίᾳ μικρὰ μὲν δρώντων, διπλάσια δὲ καὶ τετραπλάσια πασχόντων, ἀναχωρεῖν ἐς τὸ στρατόπεδον ἐσήμαινόν σφισιν οἱ ἡγεμόνες.
由于凯尔特人遭受了难以言表的苦难,且在狭窄的空间内无法施展(所造成的伤害极小),反而承受了双倍乃至四倍的伤亡,指挥官们便向他们发出向营地撤退的信号。
οἱ δὲ ἀτάκτως καὶ σὺν οὐδενὶ ἀναστρέφοντες κόσμῳ πολλοὶ μὲν συνεπατήθησαν ὑπὸ ἀλλήλων, πολλοὶ δὲ ἐς τὸ τέλμα ἐμπεσόντες ἠφανίσθησαν κατὰ τοῦ πηλοῦ, καὶ ἀπώλεια οὐκ ἐλάσσων ἀναχωροῦσιν αὐτοῖς ἢ ἐν τοῦ ἀγῶνος συνέβη τῇ ἀκμῇ.
然而,他们在无序且毫无纪律的情况下撤退,许多人互相践踏,许多人坠入沼泽,消失在泥潭中,他们撤退时所遭受的损失,绝不亚于在战斗最激烈时所受的损失。
§10.21.5τοὺς μὲν δὴ Ἕλληνας τὸ Ἀττικὸν ὑπερεβάλετο ἀρετῇ τὴν ἡμέραν ταύτην· αὐτῶν δὲ Ἀθηναίων Κυδίας μάλιστα ἐγένετο ἀγαθός, νέος τε ἡλικίαν καὶ τότε ἐς ἀγῶνα ἐλθὼν πολέμου πρῶτον.
在这一天,阿提卡人在勇气上超越了所有的希腊人;而在雅典人之中,基迪亚斯最为英勇,他年纪尚轻,当时是第一次参加战争。
ἀποθανόντος δὲ ὑπὸ τῶν Γαλατῶν τὴν ἀσπίδα οἱ προσήκοντες ἀνέθεσαν τῷ Ἐλευθερίῳ Διί, καὶ ἦν τὸ ἐπίγραμμα· " †ημαρλα δὴ ποθέουσα νέαν ἔτι Κυδίου ἥβην ἀσπὶς ἀριζήλου φωτός, ἄγαλμα Διί, ἇς διὰ δὴ πρώτας λαιὸν τότε πῆχυν ἔτεινεν, εὖτʼ ἐπὶ τὸν Γαλάταν ἤκμασε θοῦρος Ἄρης.
当他被加拉太人杀害后,他的亲属将他的盾牌献给了自由宙斯,其铭文如下: “这面属于显赫之人的盾牌,作为献给宙斯的礼物,至今仍在怀念基迪亚斯年轻的青春。 当狂暴的阿瑞斯对加拉太人施展威力之时,他才第一次将左臂伸入这面盾牌之中。
" §10.21.6τοῦτο μὲν δὴ ἐπεγέγραπτο πρὶν ἢ τοὺς ὁμοῦ Σύλλᾳ καὶ ἄλλα τῶν Ἀθήνῃσι καὶ τὰς ἐν τῇ στοᾷ τοῦ Ἐλευθερίου Διὸς καθελεῖν ἀσπίδας·
“这首诗确实是在苏拉及其同伙拆除雅典的其他物品以及自由宙斯柱廊中的盾牌之前刻上去的。
τότε δὲ ἐν ταῖς Θερμοπύλαις οἱ μὲν Ἕλληνες μετὰ τὴν μάχην τούς τε αὑτῶν ἔθαπτον καὶ ἐσκύλευον τοὺς βαρβάρους, οἱ Γαλάται δὲ οὔτε ὑπὲρ ἀναιρέσεως τῶν νεκρῶν ἐπεκηρυκεύοντο ἐποιοῦντό τε ἐπʼ ἴσης γῆς σφᾶς τυχεῖν ἢ θηρία τε αὐτῶν ἐμφορηθῆναι καὶ ὅσον τεθνεῶσι πολέμιόν ἐστιν ὀρνίθων.
然而当时在温泉关,希腊人在战斗结束后正在埋葬自己的死者并剥取蛮族的战利品,而加拉太人既没有派遣使者请求收回死者,也同样不在乎他们是入土为安,还是被野兽以及一切与死者为敌的鸟类所吞食。
§10.21.7ὀλιγώρως δὲ αὐτοὺς ἐς τῶν ἀπογινομένων ἔχειν τὰς ταφὰς δύο ἐμοὶ δοκεῖν τὰ ἀναπείθοντα ἦν, πολεμίους τε ἄνδρας ἐκπλῆξαι καὶ ὅτι ἔστι τεθνεώτων οὐ διʼ ἔθους οἶκτος αὐτοῖς.
在我的看来,加拉太人之所以对安葬死者采取如此冷漠的态度,有两个促成的原因:一是为了震慑敌人,二是因为哀悼死者并非他们的习俗。
ἀπέθανον δὲ παρὰ τὴν μάχην τεσσαράκοντα μὲν τοῦ Ἑλληνικοῦ, τοὺς δὲ τῶν βαρβάρων οὐχ οἷόν τε ἦν ἀκριβῶς ἐξευρεῖν· πολὺ γὰρ καὶ τὸ ἀφανισθὲν κατὰ τῆς ἰλύος ἐγένετο ἐξ αὐτῶν.
在这场战斗中,希腊军队损失了四十人,但要精确查明蛮族的死亡人数是不可能的,因为他们之中有很大一部分都消失在了淤泥之中。

词汇与语法注释

  1. §10.21.1ἦρχεν ἐς τὴν ἐπιοῦσαν μάχης — 动词 ἦρχεν(ἄρχω“开始”的未完成过去时主动态)支配属格补足语 μάχης(“战斗”),表示战斗的开始。介词短语 ἐς τὴν ἐπιοῦσαν 意为“在次日”,省略了修饰的名词 ἡμέραν(“日子”)。
  2. §10.21.2ἅτε οὐ στενοῦ μόνον χωρίου τοῦ μετὰ τὰς Πύλας ὄντος — 由表示原因的副词 ἅτε 引导的一连串属格绝对结构,其中名词 χωρίου 与分词 ὄντος 以及形容词 λείου, ὀλισθηροῦ 相呼应,用以解释为何该地形不适合骑兵作战。
  3. §10.21.3οὔτε πελέκεσι διαιρουμένους ἢ ὑπὸ μαχαιρῶν ἡ ἀπόνοια τοὺς ἔτι ἐμπνέοντας ἀπέλειπεν — 一个复杂的倒装结构。主语是后置的 ἡ ἀπόνοια(“疯狂、拼死的勇气”),动词是 ἀπέλειπεν,宾语是 τοὺς ἔτι ἐμπνέοντας(“尚存气息的人”)。现在时被动分词宾格 διαιρουμένους(“被劈开”)修饰宾语,并受 πελέκεσι(工具与格“用战斧”)和 ὑπὸ μαχαιρῶν(施事“因战刀”)支配。
  4. §10.21.6ἐποιοῦντό τε ἐπʼ ἴσης γῆς σφᾶς τυχεῖν ἢ θηρία τε αὐτῶν ἐμφορηθῆναι — 惯用表达 ἐποιοῦντο ἐπʼ ἴσης(“视同等、同样不在乎”)引导两个由选择连词 ἤ(“或”)连接的不定式短语 τυχεῖν(“获得埋葬”)和 ἐμφορηθῆναι(“被吞食”),表明加拉太人对这两种结果都同样漠不关心。

引用这一段

保萨尼亚斯, 希腊志 §10.21.1-10.21.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:10.21.1-10.21.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。