§10.9.7Λακεδαιμονίων δὲ ἀπαντικρὺ τούτων ἀναθήματά ἐστιν ἀπʼ Ἀθηναίων Διόσκουροι καὶ Ζεὺς καὶ Ἀπόλλων τε καὶ Ἄρτεμις, ἐπὶ δὲ αὐτοῖς Ποσειδῶν τε καὶ Λύσανδρος ὁ Ἀριστοκρίτου στεφανούμενος ὑπὸ τοῦ Ποσειδῶνος, Ἀγίας τε ὃς τῷ Λυσάνδρῳ τότε ἐμαντεύετο καὶ Ἕρμων ὁ τὴν ναῦν τοῦ Λυσάνδρου τὴν στρατηγίδα κυβερνῶν. §10.9.8τοῦτον μὲν δὴ τὸν Ἕρμωνα Θεόκοσμος ποιήσειν ἔμελλεν ὁ Μεγαρεὺς ἅτε ὑπὸ τῶν Μεγαρέων ἐγγραφέντα ἐς τὴν πολιτείαν·
在这些献纳物的对面,是拉刻代蒙人战胜雅典人后的献纳物:迪奥斯库里兄弟、宙斯、阿波罗和阿耳忒弥斯,此外还有波塞冬,以及正由波塞冬加冕的阿里斯托克里托斯之子赖桑德,当时为赖桑德占卜的预言家哈吉亚斯,以及驾驶赖桑德旗舰的舵手赫尔蒙。
οἱ δὲ Διόσκουροι Ἀντιφάνους εἰσὶν Ἀργείου καὶ ὁ μάντις τέχνη Πίσωνος ἐκ Καλαυρείας τῆς Τροιζηνίων· Ἀθηνόδωρος δὲ καὶ Δαμέας, ὁ μὲν τὴν Ἄρτεμίν τε καὶ Ποσειδῶνα εἰργάσατο, ἔτι δὲ τὸν Λύσανδρον, Ἀθηνόδωρος δὲ τὸν Ἀπόλλωνα ἐποίησε καὶ τὸν Δία· §10.9.9οὗτοι δὲ Ἀρκάδες εἰσὶν ἐκ Κλείτορος. ἀνάκεινται δὲ καὶ ὄπισθεν τῶν κατειλεγμένων ὅσοι συγκατειργάσαντο τῷ Λυσάνδρῳ τὰ ἐν Αἰγὸς ποταμοῖς ἢ αὐτῶν Σπαρτιατῶν ἢ τῶν συμμαχησάντων, εἰσὶ δὲ οἵδε· Ἄρακος μὲν καὶ Ἐριάνθης, ὁ μὲν αὐτῶν ἐκ Λακεδαίμονος, ὁ δὲ Ἐριάνθης Βοιώτιος ὑπὲρ τοῦ Μίμαντος, ἐντεῦθεν μὲν Ἀστυκράτης, Χῖοι δὲ Κηφισοκλῆς καὶ Ἑρμόφαντός τε καὶ Ἱκέσιος, Τίμαρχος δὲ καὶ Διαγόρας Ῥόδιοι, Κνίδιος δὲ Θεόδαμος, ἐκ δὲ Ἐφέσου Κιμμέριος, καὶ Μιλήσιος Αἰαντίδης. §10.9.10τούτους μὲν δὴ ἐποίησε Τίσανδρος, τοὺς δὲ ἐφεξῆς Ἄλυπος Σικυώνιος, Θεόπομπον Μύνδιον καὶ Κλεομήδην Σάμιον καὶ ἐξ Εὐβοίας Ἀριστοκλέα τε Καρύστιον καὶ Αὐτόνομον Ἐρετριέα καὶ Ἀριστόφαντον Κορίνθιον καὶ Ἀπολλόδωρον Τροιζήνιον καὶ ἐξ Ἐπιδαύρου Δίωνα τῆς ἐν τῇ Ἀργολίδι. ἐχόμενοι δὲ τούτων Ἀξιόνικός ἐστιν Ἀχαιὸς ἐκ Πελλήνης, ἐκ δὲ Ἑρμιόνος Θεάρης, καὶ Φωκεύς τε Πυρρίας καὶ Κώμων Μεγαρεὺς καὶ Ἀγασιμένης Σικυώνιος, ἐκ δὲ Ἀμβρακίας καὶ Κορίνθου τε καὶ Λευκάδος Τηλυκράτης καὶ Πυθόδοτος Κορίνθιος καὶ Ἀμβρακιώτης Εὐαντίδας· τελευτᾷ δὲ Ἐπικυδίδας καὶ Ἐτεόνικος οἱ Λακεδαιμόνιοι· Πατροκλέους δὲ καὶ Κανάχου φασὶν ἔργα.
至于这位赫尔蒙,麦加拉人塞奥科斯莫斯原打算制作他的雕像,因为他已被麦加拉人接纳为公民;而迪奥斯库里兄弟是阿格斯人安蒂法内斯的作品,预言家则是特罗伊曾领地内卡劳雷亚的皮松的杰作;在阿特诺多罗斯和达梅阿斯之中,后者制作了阿耳忒弥斯、波塞冬以及赖桑德,而阿特诺多罗斯则制作了阿波罗和宙斯。
§10.9.11τὴν δὲ πληγὴν Ἀθηναῖοι τὴν ἐν Αἰγὸς ποταμοῖς οὐ μετὰ τοῦ δικαίου συμβῆναί σφισιν ὁμολογοῦσι· προδοθῆναι γὰρ ἐπὶ χρήμασιν ὑπὸ τῶν στρατηγησάντων, Τυδέα δὲ εἶναι καὶ Ἀδείμαντον οἳ τὰ δῶρα ἐδέξαντο παρὰ Λυσάνδρου.
雅典人承认,他们在羊河之役中所遭受的打击并非出于正义的战败;因为他们声称自己被将军们为了金钱而出卖,而泰德乌斯和阿德伊曼托斯正是从赖桑德那里收受贿赂的人。
καὶ ἐς ἀπόδειξιν τοῦ λόγου Σιβύλλης παρέχονται τὸν χρησμόν· "
καὶ τότʼ Ἀθηναίοισι βαρύστονα κήδεα θήσει
Ζεὺς ὑψιβρεμέτης, οὗπερ κράτος ἐστὶ μέγιστον,
νηυσὶ φερεπτολέμοισι μάχην καὶ δηιοτῆτα
ὀλλυμέναις δολεροῖσι τρόποις, κακότητι νομήων.
为了证明这一说法,他们出示了西比拉的神谕: “届时,在高处轰鸣、权力最大的宙斯,将给雅典人带来沉痛叹息的忧伤,让那些运载战争的船只在阴险的手段中、由于牧人们的邪恶而遭遇战斗和毁灭。
"
τὰ δὲ ἕτερα ἐκ Μουσαίου χρησμῶν μνημονεύουσι· "
καὶ γὰρ Ἀθηναίοισιν ἐπέρχεται ἄγριος ὄμβρος
ἡγεμόνων κακότητι, παραιφασίη δέ τις ἔσται
ἥττης· οὐ λήσουσι πόλιν, τίσουσι δὲ ποινήν. "
” 他们还提到了穆塞奥斯神谕中的其他诗句: “因为,由于领导者们的邪恶,狂暴的雨打向雅典人,但对于失败会有某种宽慰;他们不会瞒过城邦,而将付出代价。
§10.9.12ταῦτα μὲν δὴ ἐπὶ τοσοῦτον εἰρήσθω· τὸν δὲ ὑπὲρ τῆς καλουμένης Θυρέας Λακεδαιμονίων ἀγῶνα καὶ Ἀργείων, Σίβυλλα μὲν καὶ τοῦτον προεθέσπισεν ὡς συμβήσοιτο ἐξ ἴσου ταῖς πόλεσιν, Ἀργεῖοι δὲ ἀξιοῦντες ἐσχηκέναι πλέον ἐν τῷ ἔργῳ χαλκοῦν ἵππον—τὸν δούρειον δῆθεν—ἀπέστειλαν ἐς Δελφούς· τὸ δὲ ἔργον Ἀντιφάνους ἐστὶν Ἀργείου.
” 那么关于这些就说到这里;至于拉刻代蒙人与阿格斯人为那片被称为塞利亚的土地而进行的争斗,西比拉也曾预言这将在两座城邦之间平分秋色地发生,但阿格斯人坚称自己在战斗中占据了优势,便将一匹青铜马——据说就是那匹木马——送到了德尔斐;这件作品是阿格斯人安蒂法内斯的杰作。