§10.11.1πλησίον δὲ τοῦ ἀναθήματος τοῦ Ταραντίνων Σικυωνίων ἐστὶ θησαυρός· χρήματα δὲ οὔτε ἐνταῦθα ἴδοις ἂν οὔτε ἐν ἄλλῳ τῶν θησαυρῶν.
在塔拉斯人奉纳物的附近是西库昂人的宝库;但在那里和任何其他宝库中,你都看不到财宝。
Κνίδιοι δὲ ἐκόμισαν ἀγάλματα ἐς Δελφοὺς Τριόπαν οἰκιστὴν τῆς Κνίδου παρεστῶτα ἵππῳ καὶ Λητὼ καὶ Ἀπόλλωνά τε καὶ Ἄρτεμιν ἀφιέντας τῶν βελῶν ἐπὶ Τιτυόν· ὁ δὲ καὶ τετρωμένος ἐστὶν ἤδη τὸ σῶμα.
克尼多斯人送来了雕像到德尔斐:克尼多斯的建城者特里奥帕斯立于马旁,以及勒托、阿波罗和阿耳忒弥斯正向提堤俄斯射箭,而后者的身体已经受伤。
§10.11.2ταῦτα ἕστηκε παρὰ τὸν Σικυωνίων θησαυρόν· ἐποιήθη δὲ καὶ ὑπὸ Σιφνίων ἐπὶ αἰτίᾳ τοιᾷδε θησαυρός.
这些雕像立在西库昂人的宝库旁;锡夫诺斯人也因如下原因建造了一个宝库。
Σιφνίοις ἡ νῆσος χρυσοῦ μέταλλα ἤνεγκε, καὶ αὐτοὺς τῶν προσιόντων ἐκέλευσεν ὁ θεὸς ἀποφέρειν δεκάτην ἐς Δελφούς· οἱ δὲ τὸν θησαυρὸν ᾠκοδομήσαντο καὶ ἀπέφερον τὴν δεκάτην.
对于锡夫诺斯人来说,他们的岛屿带来了金矿,神命令他们将收入的十分之一送到德尔斐;于是他们建造了宝库并送去十分之一。
ὡς δὲ ὑπὸ ἀπληστίας ἐξέλιπον τὴν φοράν, ἐπικλύσασα ἡ θάλασσα ἀφανῆ τὰ μέταλλά σφισιν ἐποίησεν.
但当他们因贪婪而停止缴纳时,海水淹没并使他们的矿藏消失了。
§10.11.3ἀνέθεσαν δὲ καὶ ἀνδριάντας Λιπαραῖοι ναυμαχίᾳ κρατήσαντες Τυρρηνῶν.
利帕拉人在海战中击败提雷尼亚人后,也奉纳了立像。
οἱ δὲ Λιπαραῖοι οὗτοι Κνιδίων μὲν ἦσαν ἄποικοι, τῆς δὲ ἀποικίας ἡγεμόνα γενέσθαι φασὶν ἄνδρα Κνίδιον· ὄνομα δὲ εἶναί οἱ Πένταθλον Ἀντίοχος ὁ Ξενοφάνους Συρακούσιος ἐν τῇ Σικελιώτιδι συγγραφῇ φησι.
这些利帕拉人是克尼多斯人的殖民者,据说有一位克尼多斯男子成为了殖民的领袖;叙拉古人色诺芬尼之子安提奥科斯在他的《西西里史》中说,他的名字叫彭塔特洛斯。
λέγει δὲ καὶ ὡς ἐπὶ Παχύνῳ τῇ ἄκρᾳ τῇ ἐν Σικελίᾳ κτίσαντες πόλιν αὐτοὶ μὲν ἐκπίπτουσιν ὑπὸ Ἐλύμων καὶ Φοινίκων πολέμῳ πιεσθέντες, τὰς νήσους δὲ ἔσχον ἐρήμους ἔτι ἢ ἀναστήσαντες τοὺς ἐνοικοῦντας, ἃς κατὰ τὰ τὰ ἔπη τὰ Ὁμήρεια Αἰόλου καὶ ἐς ἡμᾶς ἔτι ὀνομάζουσι.
他还说,他们在西西里的巴库诺斯岬角创建了一座城市,但由于在战争中受到埃利米人和腓尼基人的压迫而被驱逐,他们随后占领了那些当时仍荒无人烟或在驱逐了居民之后的岛屿,根据荷马史诗,直到今天我们仍称这些岛屿为埃俄罗斯的岛屿。
§10.11.4τούτων Λιπάραν μὲν κτίσαντες πόλιν ἐνταῦθα οἰκοῦσιν, Ἱέραν δὲ καὶ Στρογγύλην καὶ Διδύμας γεωργοῦσι διαβαίνοντες ναυσὶν ἐς αὐτάς.
在这些岛屿中,他们创建了利帕拉城并居住于此,而通过乘船渡海去耕作希埃拉、斯特龙古莱和迪杜迈。
ἐν δὲ τῇ Στρογγύλῃ καὶ πῦρ δῆλόν ἐστιν ἀνιὸν ἐκ τῆς γῆς· καὶ ἐν Ἱέρᾳ δὲ πῦρ τε αὐτόματον ἐπὶ ἄκρας ἀνακαίεται τῆς νήσου καὶ ἐπὶ θαλάσσῃ λουτρά ἐστιν ἐπιτήδεια, εἰ δέξεταί σε ἠπίως τὸ ὕδωρ, ἐπεὶ ἄλλως γε χαλεπὸν ὑπὸ ζεστότητός ἐστιν ἐμβαίνεσθαι.
在斯特龙古莱,显然有火从地底升起;在希埃拉,岛屿的岬角上也有自燃之火,海边还有适宜的浴场,只要水温温和地接纳你,因为在其他情况下,由于炎热,走进去是相当困难的。
§10.11.5οἱ δὲ θησαυροὶ Θηβαίων ἀπὸ ἔργου τῶν ἐς πόλεμον, καὶ Ἀθηναίων ἐστὶν ὡσαύτως· Κνιδίους δὲ οὐκ οἶδα εἰ ἐπὶ νίκῃ τινὶ ἢ ἐς ἐπίδειξιν εὐδαιμονίας ᾠκοδομήσαντο, ἐπεὶ Θηβαίοις γε ἀπὸ ἔργου τοῦ ἐν Λεύκτροις καὶ Ἀθηναίοις ἀπὸ τῶν ἐς Μαραθῶνα ἀποβάντων ὁμοῦ Δάτιδί εἰσιν οἱ θησαυροί.
忒拜人的宝库源自战争中的功绩,雅典人的也是如此;但至于克尼多斯人,我不知道他们建造宝库是因为某种胜利还是为了展示富庶,因为对于忒拜人,宝库是源自留克特拉的功绩,而对于雅典人,则是源自与达提斯一同在马拉松登陆的人的战役。
Κλεωναῖοι δὲ ἐπιέσθησαν μὲν κατὰ τὸ αὐτὸ Ἀθηναίοις ὑπὸ νόσου τῆς λοιμώδους, κατὰ δὲ μάντευμα ἐκ Δελφῶν ἔθυσαν τράγον ἀνίσχοντι ἔτι τῷ ἡλίῳ, καὶ—εὕραντο γὰρ λύσιν τοῦ κακοῦ—τράγον χαλκοῦν ἀποπέμπουσι τᾷ Ἀπόλλωνι.
克莱奥奈人与雅典人同时受到瘟疫的折磨,根据德尔斐的神谕,他们在太阳初升时献祭了一只山羊,并且——因为他们找到了消除灾祸的方法——他们向阿波罗送去了一只青铜山羊。
Ποτιδαιατῶν δὲ τῶν ἐν Θρᾴκῃ καὶ Συρακουσίων, τῶν μέν ἐστιν ὁ θησαυρὸς ἀπὸ τοῦ Ἀττικοῦ τοῦ μεγάλου πταίσματος, Ποτιδαιᾶται δὲ εὐσεβείας τῆς ἐς τὸν θεὸν ἐποίησαν.
在色雷斯的波提达伊亚人和叙拉古人中,后者的宝库是源自雅典人的那次大惨败,而波提达伊亚人建造宝库则是出于对神的虔敬。
§10.11.6ᾠκοδόμησαν δὲ καὶ Ἀθηναῖοι στοὰν ἀπὸ χρημάτων ἃ ἐν τῷ πολέμῳ σφίσιν ἐγένετο ἀπό τε Πελοποννησίων καὶ ὅσαι Πελοποννησίοις ἦσαν τοῦ Ἑλληνικοῦ σύμμαχοι.
雅典人也用在战争中从伯罗奔尼撒人以及所有作为伯罗奔尼撒人盟友的希腊城邦那里获得的资金建造了一座柱廊。
ἀνάκειται δὲ καὶ πλοίων τὰ ἄκρα κοσμήματα καὶ ἀσπίδες χαλκαῖ· τὸ δὲ ἐπίγραμμα τὸ ἐπʼ αὐτοῖς ἀριθμεῖ τὰς πόλεις ἀφʼ ὧν οἱ Ἀθηναῖοι τὰ ἀκροθίνια ἀπέστειλαν, τήν τε Ἠλείων καὶ Λακεδαιμονίων Σικυῶνά τε καὶ Μέγαρα καὶ Πελληνέας Ἀχαιῶν Ἀμβρακίαν τε καὶ Λευκάδα καὶ αὐτὴν Κόρινθον· γενέσθαι δὲ ἀπὸ τῶν ναυμαχιῶν τούτων καὶ θυσίαν Θησεῖ καὶ τῷ Ποσειδῶνι ἐπὶ τῷ ὀνομαζομένῳ Ῥίῳ.
那里还奉纳了船首雕饰和青铜盾牌;上面的铭文列举了雅典人送去战利品的那些城市:伊利斯、拉刻代蒙、西库昂、墨加拉、阿开亚人的培勒涅、安布拉基亚、莱乌卡斯以及科林斯本身;并且因为这些海战,在被称为里翁的地方也向忒修斯和波塞冬举行了献祭。
καί μοι φαίνεται τὸ ἐπίγραμμα ἐς Φορμίωνα τὸν Ἀσωπίχου ἔχειν καὶ ἐς τοῦ Φορμίωνος τὰ ἔργα.
在我看来,这篇铭文似乎是指向阿索皮科斯之子福尔米翁以及福尔米翁的功绩。