§1.31.1δῆμοι δὲ οἱ μικροὶ τῆς Ἀττικῆς, ὡς ἔτυχεν ἕκαστος οἰκισθείς, τάδε ἐς μνήμην παρείχοντο·
阿提卡的小德摩斯(区),根据其各自偶然建成的历史,为后世留下了以下可资纪念的事物。
Ἀλιμουσίοις μὲν Θεσμοφόρου Δήμητρος καὶ Κόρης ἐστὶν ἱερόν, ἐν Ζωστῆρι δὲ ἐπὶ θαλάσσης καὶ βωμὸς Ἀθηνᾶς καὶ Ἀπόλλωνος καὶ Ἀρτέμιδος καὶ Λητοῦς.
对阿利穆斯人来说,有一座立法者德墨忒尔与科勒的神殿,在海边的佐斯泰尔,有雅典娜、阿波罗、阿尔特弥斯及勒托的祭坛。
τεκεῖν μὲν οὖν Λητὼ τοὺς παῖδας ἐνταῦθα οὔ φασι, λύσασθαι δὲ τὸν ζωστῆρα ὡς τεξομένην, καὶ τῷ χωρίῳ διὰ τοῦτο γενέσθαι τὸ ὄνομα.
人们说,勒托并非在此地生下孩子,而是因即将分娩而在此解开了腰带(佐斯泰尔),该地因此得名。
Προσπαλτίοις δέ ἐστι καὶ τούτοις Κόρης καὶ Δήμητρος ἱερόν, Ἀναγυρασίοις δὲ Μητρὸς θεῶν ἱερόν· Κεφαλῆσι δὲ οἱ Διόσκουροι νομίζονται μάλιστα, Μεγάλους γὰρ σφᾶς οἱ ταύτῃ θεοὺς ὀνομάζουσιν.
对普罗斯帕尔塔人来说,同样有一座科勒与德墨忒尔的神殿,对阿纳居鲁斯人来说,则有一座众神之母的神殿;在凯法莱,双子神受到特别的崇敬,因为此地的居民称他们为“伟大的神明”。
§1.31.2ἐν δὲ Πρασιεῦσιν Ἀπόλλωνός ἐστι ναός·
在普拉西亚有一座阿波罗的神殿。
ἐνταῦθα τὰς Ὑπερβορέων ἀπαρχὰς ἰέναι λέγεται, παραδιδόναι δὲ αὐτὰς Ὑπερβορέους μὲν Ἀριμασποῖς, Ἀριμασποὺς δʼ Ἰσσηδόσι, παρὰ δὲ τούτων Σκύθας ἐς Σινώπην κομίζειν, ἐντεῦθεν δὲ φέρεσθαι διὰ Ἑλλήνων ἐς Πρασιάς, Ἀθηναίους δὲ εἶναι τοὺς ἐς Δῆλον ἄγοντας·
据说,超北极人的初熟之果送达此地。 据说,超北极人将其转交给阿里马斯波人,阿里马斯波人转交给伊塞多涅斯人,从他们那里由斯基泰人运往西诺普,再从那里通过希腊人运往普拉西亚,而雅典人则是将其带到德洛斯岛的人。
τὰς δὲ ἀπαρχὰς κεκρύφθαι μὲν ἐν καλάμῃ πυρῶν, γινώσκεσθαι δὲ ὑπʼ οὐδένων.
据说,这些初熟之果藏在麦秆中,无人知其究竟。
ἔστι δὲ μνῆμα ἐπὶ Πρασιαῖς Ἐρυσίχθονος, ὡς ἐκομίζετο ὀπίσω μετὰ τὴν θεωρίαν ἐκ Δήλου, γενομένης οἱ κατὰ τὸν πλοῦν τῆς τελευτῆς.
普拉西亚附近有埃里西克通的墓,他是在去德洛斯岛进行神圣奉献后返回的途中,在航行中去世的。
§1.31.3Κραναὸν δὲ τὸν βασιλεύσαντα Ἀθηναίων ὅτι μὲν ἐξέβαλεν Ἀμφικτύων κηδεστὴν ὄντα, ἔτι πρότερον εἴρηταί μοι·
至于统治过雅典人的克拉纳奥斯,阿姆菲克堤翁将其驱逐——尽管他是其岳父——一事,我此前已经提及。
φυγόντα δὲ αὐτὸν σὺν τοῖς στασιώταις ἐς τὸν δῆμον τὸν Λαμπτρέα ἀποθανεῖν τε αὐτοῦ καὶ ταφῆναί φασι, καὶ ἔστι καὶ ἐς ἐμὲ ἐν τοῖς Λαμπτρεῦσι Κραναοῦ μνῆμα.
但人们说,他与他的党羽一同逃到了兰普特赖的德摩斯,死在那里并葬于该处。 直到我的时代,在兰普特赖人中仍有克拉纳奥斯的墓。
Ἴωνος δὲ τοῦ Ξούθου —καὶ γὰρ οὗτος ᾤκησε παρὰ Ἀθηναίοις καὶ Ἀθηναίων ἐπὶ τοῦ πολέμου τοῦ πρὸς Ἐλευσινίους ἐπολεμάρχησε —τάφος ἐν Ποταμοῖς ἐστι τῆς χώρας.
苏托斯之子伊翁——因为他也曾居住在雅典人中,并在与埃琉西斯人的战争中担任过雅典人的军政官——的墓,则在这个地区的波塔莫伊。
§1.31.4ταῦτα μὲν δὴ οὕτω λέγεται, Φλυεῦσι δέ εἰσι καὶ Μυρρινουσίοις τοῖς μὲν Ἀπόλλωνος Διονυσοδότου καὶ Ἀρτέμιδος Σελασφόρου βωμοὶ Διονύσου τε Ἀνθίου καὶ νυμφῶν Ἰσμηνίδων καὶ Γῆς, ἣν Μεγάλην θεὸν ὀνομάζουσι· ναὸς δὲ ἕτερος ἔχει βωμοὺς Δήμητρος Ἀνησιδώρας καὶ Διὸς Κτησίου καὶ Τιθρωνῆς Ἀθηνᾶς καὶ Κόρης Πρωτογόνης καὶ Σεμνῶν ὀνομαζομένων θεῶν·
这些事情确是如此传说的。 另一方面,对于弗吕亚人和米里努斯人,前者拥有迪奥尼索多托斯·阿波罗、塞拉斯福罗斯·阿尔特弥斯的祭坛,以及安提奥斯·迪奥尼索斯、伊斯墨尼斯宁芙们、和大地的祭坛(他们称大地为“伟大的女神”);另一座神殿则拥有阿内西多拉·德墨忒尔、克特西奥斯·宙斯、提特罗涅·雅典娜、普罗托戈内·科勒、以及被称为“庄严”的女神们的祭坛。
τὸ δὲ ἐν Μυρρινοῦντι ξόανόν ἐστι Κολαινίδος.
在米里努斯的木雕神像则是科莱尼斯的神像。
Ἀθμονεῖς δὲ τιμῶσιν Ἀμαρυσίαν Ἄρτεμιν· §1.31.5πυνθανόμενος δὲ σαφὲς οὐδὲν ἐς αὐτὰς ἐπισταμένους τοὺς ἐξηγητὰς εὗρον, αὐτὸς δὲ συμβάλλομαι τῇδε.
阿特莫农人崇敬阿马里西亚·阿尔特弥斯;我在询问时发现,解说人对此并无确切了解,我自己则作如下推测。
ἔστιν Ἀμάρυνθος ἐν Εὐβοίᾳ· καὶ γὰρ οἱ ταύτῃ τιμῶσιν Ἀμαρυσίαν, ἑορτὴν δὲ καὶ Ἀθηναῖοι τῆς Ἀμαρυσίας ἄγουσιν οὐδέν τι Εὐβοέων ἀφανέστερον·
优波亚有一个地方叫阿马林托斯,因为那里的居民也崇敬阿马里西亚,且雅典人庆祝阿马里西亚节的盛大程度绝不亚于优波亚人。
ταύτῃ μὲν γενέσθαι τὸ ὄνομα ἐπὶ τούτῳ παρὰ Ἀθμονεῦσιν ἡγοῦμαι, τὴν δὲ ἐν Μυρρινοῦντι Κολαινίδα ἀπὸ Κολαίνου καλεῖσθαι.
因此,我认为该名字是在此基础上在阿特莫农人中产生的。 而米里努斯的科莱尼斯,我认为是以科莱诺斯的名字命名的。
γέγραπται δʼ ἤδη μοι τῶν ἐν τοῖς δήμοις φάναι πολλοὺς ὡς καὶ πρὸ τῆς ἀρχῆς ἐβασιλεύοντο τῆς Κέκροπος· ἔστι δὲ ὁ Κόλαινος ἀνδρὸς ὄνομα πρότερον ἢ Κέκροψ ἐβασίλευσεν —ὡς οἱ Μυρρινούσιοι λέγουσιν—ἄρξαντος.
我已经写过,许多德摩斯的居民说,在凯克洛普斯统治之前,他们就由诸王统治着;而科莱诺斯是一个在凯克洛普斯称王之前进行统治的男子的名字——正如米里努斯人所说的那样。
§1.31.6ἔστι δὲ Ἀχαρναὶ δῆμος·
还有一个德摩斯叫阿哈尔奈。
οὗτοι θεῶν Ἀπόλλωνα τιμῶσιν Ἀγυιέα καὶ Ἡρακλέα.
这些居民在众神中崇敬阿格耶乌斯·阿波罗和赫拉克勒斯。
καὶ Ἀθηνᾶς βωμός ἐστιν Ὑγείας· τὴν δʼ Ἱππίαν Ἀθηνᾶν ὀνομάζουσι καὶ Διόνυσον Μελπόμενον καὶ Κισσὸν τὸν αὐτὸν θεόν, τὸν κισσὸν τὸ φυτὸν ἐνταῦθα πρῶτον φανῆναι λέγοντες.
那里还有一座健康雅典娜的祭坛;他们称雅典娜为“马之雅典娜(希皮亚)”,称迪奥尼索斯为“歌者”,并称“常春藤”为同一位神,说常春藤这种植物最先出现于此地。