§1.33.1Μαραθῶνος δὲ ἀπέχει τῇ μὲν Βραυρών, ἔνθα Ἰφιγένειαν τὴν Ἀγαμέμνονος ἐκ Ταύρων φεύγουσαν τὸ ἄγαλμα ἀγομένην τὸ Ἀρτέμιδος ἀποβῆναι λέγουσι, καταλιποῦσαν δὲ τὸ ἄγαλμα ταύτῃ καὶ ἐς Ἀθήνας καὶ ὕστερον ἐς Ἄργος ἀφικέσθαι·
在一方面,布劳龙距离马拉松不远,据传阿伽门农之女伊菲革涅亚在逃离陶利人之地时,曾带着阿耳忒弥斯的雕像在此登岸;她将雕像留在此地,随后前往雅典,后来又去了阿格斯。
ξόανον μὲν δὴ καὶ αὐτόθι ἐστὶν Ἀρτέμιδος ἀρχαῖον, τὸ δὲ ἐκ τῶν βαρβάρων οἵτινες κατὰ γνώμην ἔχουσι τὴν ἐμήν, ἐν ἑτέρῳ λόγῳ δηλώσω·
事实上,该地也有一个古老的阿耳忒弥斯木雕像,但至于来自异族的那个雕像依我之见究竟是哪一个,我将在另一篇记叙中予以说明。
§1.33.2Μαραθῶνος δὲ σταδίους μάλιστα ἑξήκοντα ἀπέχει Ῥαμνοῦς τὴν παρὰ θάλασσαν ἰοῦσιν ἐς Ὠρωπόν.
沿着海岸前往奥罗波斯的人,会发现拉姆诺斯距离马拉松大约有六十斯塔德。
καὶ αἱ μὲν οἰκήσεις ἐπὶ θαλάσσῃ τοῖς ἀνθρώποις εἰσί, μικρὸν δὲ ἀπὸ θαλάσσης ἄνω Νεμέσεώς ἐστιν ἱερόν, ἣ θεῶν μάλιστα ἀνθρώποις ὑβρισταῖς ἐστιν ἀπαραίτητος.
人们的住所分布在海边,而从海边往上走一点,就是涅墨西斯的圣域。
δοκεῖ δὲ καὶ τοῖς ἀποβᾶσιν ἐς Μαραθῶνα τῶν βαρβάρων ἀπαντῆσαι μήνιμα ἐκ τῆς θεοῦ ταύτης·
在所有神明中,她对傲慢的世人最不宽恕。
καταφρονήσαντες γὰρ μηδέν σφισιν ἐμποδὼν εἶναι τὰς Ἀθήνας ἑλεῖν, λίθον Πάριον ὡς ἐπʼ ἐξειργασμένοις ἦγον ἐς τροπαίου ποίησιν.
看来,这位女神的愤怒也降临在那些在马拉松登陆的异族人身上;因为他们轻视雅典,以为夺取它毫无阻碍,竟然带着帕罗斯岛的大理石来制作战胜纪念碑,仿佛战事已经大功告成一般。
§1.33.3τοῦτον Φειδίας τὸν λίθον εἰργάσατο ἄγαλμα μὲν εἶναι Νεμέσεως, τῇ κεφαλῇ δὲ ἔπεστι τῆς θεοῦ στέφανος ἐλάφους ἔχων καὶ Νίκης ἀγάλματα οὐ μεγάλα·
菲迪亚斯将这块石头雕刻成了涅墨西斯的雕像。
ταῖς δὲ χερσὶν ἔχει τῇ μὲν κλάδον μηλέας, τῆ δεξιᾷ δὲ φιάλην, Αἰθίοπες δὲ ἐπὶ τῇ φιάλῃ πεποίηνται.
在女神的头上有一顶饰有鹿和不大的尼刻(胜利女神)雕像的冠冕;在她的手里,一手持着苹果树的树枝,右手端着一个浅杯,杯上雕刻着埃塞俄比亚人。
συμβαλέσθαι δὲ τὸ ἐς τοὺς Αἰθίοπας οὔτε αὐτὸς εἶχον οὔτε ἀπεδεχόμην τῶν συνιέναι πειθομένων, οἳ πεποιῆσθαι σφᾶς ἐπὶ τῇ φιάλῃ φασὶ διὰ ποταμὸν Ὠκεανόν· οἰκεῖν γὰρ Αἰθίοπας ἐπʼ αὐτῷ, Νεμέσει δὲ εἶναι πατέρα Ὠκεανόν.
关于埃塞俄比亚人的用意,我本人既无法推测,也无法接受那些自以为理解之人的说法,他们声称,由于俄刻阿诺斯河的缘故,这些人才被雕刻在杯子上;因为他们说埃塞俄比亚人居住在它旁边,而俄刻阿诺斯是涅墨西斯的父亲。
§1.33.4Ὠκεανῷ γὰρ οὐ ποταμῷ, θαλάσσῃ δὲ ἐσχάτῃ τῆς ὑπὸ ἀνθρώπων πλεομένης προσοικοῦσιν Ἴβηρες καὶ Κελτοί, καὶ νῆσον Ὠκεανὸς ἔχει τὴν Βρεττανῶν· Αἰθιόπων δὲ τῶν ὑπὲρ Συήνης ἐπὶ θάλασσαν ἔσχατοι τὴν Ἐρυθρὰν κατοικοῦσιν Ἰχθυοφάγοι, καὶ ὁ κόλπος ὃν περιοικοῦσιν Ἰχθυοφάγων ὀνομάζεται.
因为居住在俄刻阿诺斯旁边的,并不是河流,而是人类航行的最边缘的海洋,那里住着伊比利亚人和凯尔特人,而且俄刻阿诺斯还怀抱着不列颠人的岛屿;而在苏埃内之外的埃塞俄比亚人中,居住在红海沿岸最边缘的是食鱼人,他们居住的湾区也因此被称为食鱼人湾。
οἱ δὲ δικαιότατοι Μερόην πόλιν καὶ πεδίον Αἰθιοπικὸν καλούμενον οἰκοῦσιν· οὗτοι καὶ τὴν ἡλίου τράπεζάν εἰσιν οἱ δεικνύντες, οὐδέ σφισιν ἔστιν οὔτε θάλασσα οὔτε ποταμὸς ἄλλος γε ἢ Νεῖλος.
而最正义的人则居住在美罗埃城和被称为埃塞俄比亚平原的地方;正是这些人展示了“太阳的食桌”,在他们的土地上既没有海洋,除了尼罗河之外也没有其他河流。
§1.33.5εἰσὶ δὲ καὶ ἄλλοι πρόσοικοι Μαύροις Αἰθίοπες ἄχρι Νασαμώνων παρήκοντες.
此外,还有其他与毛里人接壤并一直延伸到纳萨莫内斯人那里的埃塞俄比亚人。
Νασαμῶνες γάρ, οὓς Ἄτλαντας Ἡρόδοτος, οἱ δὲ μέτρα φάμενοι γῆς εἰδέναι Λιξίτας καλοῦσι, Λιβύων οἱ ἔσχατοι πρὸς Ἄτλαντι οἰκοῦσι σπείροντες μὲν οὐδέν, ἀπὸ δὲ ἀμπέλων ζῶντες ἀγρίων.
因为纳萨莫内斯人(希罗多德称他们为阿特拉斯人,而自称懂得土地测量的人则称他们为里克西泰人)是居住在阿特拉斯山附近的利比亚人中最边缘的人,他们不播种任何作物,而是靠野生葡萄生存。
ποταμὸς δὲ οὐδὲ τούτοις τοῖς Αἰθίοψιν οὐδὲ τοῖς Νασαμῶσίν ἐστιν οὐδείς· τὸ γὰρ πρὸς τῷ Ἄτλαντι ὕδωρ, τρισί παρεχόμενον ἀρχὰς ῥεύμασιν, οὐδὲν τῶν ῥευμάτων ποιεῖ ποταμόν, ἀλλὰ πᾶν ὁμοίως αὐτίκα ἔχει συλλαβοῦσα ἡ ψάμμος.
在这些埃塞俄比亚人和纳萨莫内斯人那里同样没有任何河流;因为阿特拉斯山附近的水流虽然为三条溪流提供了源头,但没有一条溪流能成为河流,而是全都被沙土立刻吸干了。
οὕτως Αἰθίοπες ποταμῷ γε οὐδενὶ προσοικοῦσιν Ὠκεανῷ.
因此,埃塞俄比亚人根本不居住在任何河流旁,更不用说俄刻阿诺斯了。
§1.33.6τὸ δὲ ὕδωρ τὸ ἐκ τοῦ Ἄτλαντος θολερόν τέ ἐστι καὶ πρὸς τῇ πηγῇ κροκόδειλοι διπήχεων ἦσαν οὐκ ἐλάσσους, προσιόντων δὲ τῶν ἀνθρώπων κατεδύοντο ἐς τὴν πηγήν.
从阿特拉斯山流出的水是浑浊的,在水源附近有不小于两肘长的鳄鱼,当人们靠近时,它们就会潜入水中。
παρίστατο δὲ οὐκ ὀλίγοις τὸ ὕδωρ τοῦτο ἀναφαινόμενον αὖθις ἐκ τῆς ψάμμου ποιεῖν τὸν Νεῖλον Αἰγυπτίοις.
不少人认为,这水从沙土中重新显现,为埃及人形成了尼罗河。
ὁ δὲ Ἄτλας ὄρος ὑψηλὸν μέν ἐστιν οὕτως ὥστε καὶ λέγεται ταῖς κορυφαῖς ψαύειν τοῦ οὐρανοῦ, ἄβατον δὲ ὑπὸ ὕδατος καὶ δένδρων ἃ διὰ παντὸς πέφυκε·
阿特拉斯山极高,甚至被称为以其山巅触及天空,但由于到处生长着树木和水源,它是无法通行的。
τὰ μὲν δὴ πρὸς τοὺς Νασαμῶνας αὐτοῦ γινώσκεται, τὰ δὲ ἐς τὸ πέλαγος οὐδένα πω παραπλεύσαντα ἴσμεν.
它面向纳萨莫内斯人的部分为人所知,但面向外海的部分,我们尚未听说有任何人曾航行经过。
§1.33.7τάδε μὲν ἐς τοσοῦτον εἰρήσθω·
关于这些事就说到这里。
πτερὰ δʼ ἔχον οὔτε τοῦτο τὸ ἄγαλμα Νεμέσεως οὔτε ἄλλο πεποίηται τῶν ἀρχαίων, ἐπεὶ μηδὲ Σμυρναίοις τὰ ἁγιώτατα ξόανα ἔχει πτερά· οἱ δὲ ὕστερον—ἐπιφαίνεσθαι γὰρ τὴν θεὸν μάλιστα ἐπὶ τῷ ἐρᾶν ἐθέλουσιν—ἐπὶ τούτῳ Νεμέσει πτερὰ ὥσπερ Ἔρωτι ποιοῦσι.
无论是这尊涅墨西斯雕像,还是其他古老的雕像,都没有被制成带有翅膀的,因为即使是斯密纳人最神圣的木雕像也没有翅膀;但后世的人们——因为他们希望这位女神特别在恋爱中显现——为此给涅墨西斯加上了像爱神埃罗斯那样的翅膀。
νῦν δὲ ἤδη δίειμι ὁπόσα ἐπὶ τῷ βάθρῳ τοῦ ἀγάλματός ἐστιν εἰργασμένα, τοσόνδε ἐς τὸ σαφὲς προδηλώσας.
现在,为了清晰起见,在预先说明了这些之后,我将详述在雕像底座上所刻制的一切。
Ἑλένῃ Νέμεσιν μητέρα εἶναι λέγουσιν Ἕλληνες, Λήδαν δὲ μαστὸν ἐπισχεῖν αὐτῇ καὶ θρέψαι· πατέρα δὲ καὶ οὗτοι καὶ πάντες κατὰ ταὐτὰ Ἑλένης Δία καὶ οὐ Τυνδάρεων εἶναι νομίζουσι.
希腊人说涅墨西斯是海伦的母亲,而勒达曾哺乳并抚养了她;这些人以及其他所有人同样认为海伦的父亲是宙斯,而不是廷达瑞俄斯。
§1.33.8ταῦτα ἀκηκοὼς Φειδίας πεποίηκεν Ἑλένην ὑπὸ Λήδας ἀγομένην παρὰ τὴν Νέμεσιν, πεποίηκε δὲ Τυνδάρεών τε καὶ τοὺς παῖδας καὶ ἄνδρα σὺν ἵππῳ παρεστηκότα Ἱππέα ὄνομα· ἔστι δὲ Ἀγαμέμνων καὶ Μενέλαος καὶ Πύρρος ὁ Ἀχιλλέως, πρῶτος οὗτος Ἑρμιόνην τὴν Ἑλένης γυναῖκα λαβών·
听闻这些传说后,菲迪亚斯雕刻了由勒达领着走向涅墨西斯的海伦,他还雕刻了廷达瑞俄斯和他的孩子们,以及一个牵着马站立在旁的名为希培乌斯的男子;还有阿伽门农、墨涅拉俄斯,以及阿基琉斯之子皮鲁斯,此人是第一个娶海伦之女赫耳弥俄涅为妻的人。
Ὀρέστης δὲ διὰ τὸ ἐς τὴν μητέρα τόλμημα παρείθη, παραμεινάσης τε ἐς ἅπαν Ἑρμιόνης αὐτῷ καὶ τεκούσης παῖδα.
然而,俄瑞斯忒斯因对母亲犯下的罪行而被排除在外,尽管赫耳弥俄涅始终陪伴着他并为他生下了孩子。
ἑξῆς δὲ ἐπὶ τῷ βάθρῳ καὶ Ἔποχος καλούμενος καὶ νεανίας ἐστὶν ἕτερος·
接下来在底座上还有被称为埃波科斯的人以及另一个青年。
ἐς τούτους ἄλλο μὲν ἤκουσα οὐδέν, ἀδελφοὺς δὲ εἶναι σφᾶς Οἰνόης, ἀφʼ ἧς ἐστι τὸ ὄνομα τῷ δήμῳ.
关于他们,我没有听到过别的,只听说他们是伊诺埃的兄弟,而德摩斯的名字正是来源于她。