Humanitext Reader

保萨尼亚斯 · 希腊志 §1.29.9-1.29.16

塔纳格拉之战与通往阿卡德米路旁的墓葬

第 35 段,共 465 段 · 希腊语

内容简介

记述了雅典与阿尔戈斯的结盟以及塔纳格拉之战,并介绍了安葬在通往阿卡德米道路旁的阿波罗多罗斯、科林斯战役的阵亡者、西西里远征的将士,以及科农、芝诺、埃菲阿尔特斯、吕库古等著名政治家和学者的坟墓。

§1.29.9Ἀθηναίοις δὲ οὐκ ἀνεκτὰ ἐφαίνετο περιυβρίσθαι, καὶ ὡς ἐκομίζοντο ὀπίσω συμμαχίαν ἐποιήσαντο Ἀργείοις Λακεδαιμονίων ἐχθροῖς τὸν ἅπαντα οὖσι χρόνον.
对雅典人而言,遭受侮辱显得不可容忍,在他们撤回之后,便立即与阿尔戈斯人结盟,而阿尔戈斯人自古以来就是拉凯戴蒙人的敌人。
ὕστερον δὲ μελλούσης Ἀθηναίων ἐν Τανάγρᾳ γίνεσθαι πρὸς Βοιωτοὺς καὶ Λακεδαιμονίους μάχης, ἀφίκοντο Ἀθηναίοις Ἀργεῖοι βοηθοῦντες· καὶ παραυτίκα μὲν ἔχοντας πλέον τοὺς Ἀργείους νὺξ ἐπελθοῦσα ἀφείλετο τὸ σαφὲς τῆς νίκης, ἐς δὲ τὴν ὑστεραίαν ὑπῆρξε κρατῆσαι Λακεδαιμονίοις Θεσσαλῶν προδόντων Ἀθηναίους.
后来,当雅典人即将在塔纳格拉与波奥蒂亚人和拉凯戴蒙人交战时,阿尔戈斯人前来援助雅典人;起初,尽管阿尔戈斯人占了优势,但夜幕降临使他们失去了确凿的胜利,而到了第二天,由于色萨利人背叛了雅典人,拉凯戴蒙人得以夺取胜利。
§1.29.10καταλέξαι δέ μοι καὶ τούσδε ἐπῆλθεν, Ἀπολλόδωρον ξένων ἡγεμόνα, ὃς Ἀθηναῖος μὲν ἦν, ἐκπεμφθεὶς δὲ ὑπὸ Ἀρσίτου σατράπου τῆς ἐφʼ Ἑλλησπόντῳ Φρυγίας διεφύλαξε Περινθίοις τὴν πόλιν ἐσβεβληκότος ἐς τὴν Περινθίαν Φιλίππου στρατῷ·
我也想列举这些人:雇佣兵指挥官阿波罗多罗斯,他是雅典人,但被赫レスポント斯辖区内弗里吉亚的萨特拉普阿尔西特斯派遣,在腓力率军入侵佩林索斯领土时,为佩林索斯人守住了城市。
οὗτός τε οὖν ἐνταῦθα τέθαπται καὶ Εὔβουλος ὁ Σπινθάρου καὶ ἄνδρες οἷς ἀγαθοῖς οὖσιν οὐκ ἐπηκολούθησε τύχη χρηστή, τοῖς μὲν ἐπιθεμένοις τυραννοῦντι Λαχάρει, οἱ δὲ τοῦ Πειραιῶς κατάληψιν ἐβούλευσαν Μακεδόνων φρουρούντων, πρὶν δὲ εἰργάσθαι τὸ ἔργον ὑπὸ τῶν συνειδότων μηνυθέντες ἀπώλοντο.
因此,他被安葬于此,还有斯宾塔罗斯之子埃乌布罗斯,以及一些虽然勇敢却未获得好运的男子——一些人袭击了僭主拉哈雷斯,而另一些人则在马其顿人守卫时企图占领比雷埃夫斯,但在事情付诸实施之前,被知情者告发而遭杀害。
§1.29.11κεῖνται δὲ καὶ οἱ περὶ Κόρινθον πεσόντες· ἐδήλωσε δὲ οὐχ ἥκιστα ὁ θεὸς ἐνταῦθα καὶ αὖθις ἐν Λεύκτροις τοὺς ὑπὸ Ἑλλήνων καλουμένους ἀνδρείους τὸ μηδὲν ἄνευ Τύχης εἶναι, εἰ δὴ Λακεδαιμόνιοι, Κορινθίων τότε καὶ Ἀθηναίων, ἔτι δὲ καὶ Ἀργείων καὶ Βοιωτῶν κρατήσαντες, ὕστερον ὑπὸ Βοιωτῶν μόνων ἐν Λεύκτροις ἐς τοσοῦτον ἐκακώθησαν.
在科林斯周围阵亡的人也安葬于此;神在此处,以及后来在留克特拉,尤其明白地昭示了:那些被希腊人称为勇敢的人,若无命运眷顾,也终将化为乌有,因为当时击败科林斯人、雅典人、阿尔戈斯人和波奥蒂亚人的拉凯戴蒙人,后来在留克特拉仅被波奥蒂亚人一方就重创至如此地步。
μετὰ δὲ τοὺς ἀποθανόντας ἐν Κορίνθῳ στήλην ἐπὶ τοῖσδε ἑστάναι τὴν αὐτὴν σημαίνει τὰ ἐλεγεῖα, τοῖς μὲν ἐν Εὐβοίᾳ καὶ Χίῳ τελευτήσασι, τοὺς δὲ ἐπὶ τοῖς ἐσχάτοις τῆς Ἀσιανῆς ἠπείρου διαφθαρῆναι δηλοῖ, τοὺς δὲ ἐν Σικελίᾳ.
在科林斯阵亡者之后,哀歌诗句表明,同一块石碑也是为以下这些人设立的:为那些在欧倍亚和希奥斯去世的人,并表明有些人是在亚洲大陆的极远端牺牲的,另一些人则是在西西里。
§1.29.12γεγραμμένοι δέ εἰσιν οἵ τε στρατηγοὶ πλὴν Νικίου, καὶ τῶν στρατιωτῶν ὁμοῦ τοῖς ἀστοῖς Πλαταιεῖς· Νικίας δὲ ἐπὶ τῷδε παρείθη, γράφω δὲ οὐδὲν διάφορα ἢ Φίλιστος, ὃς ἔφη Δημοσθένην μὲν σπονδὰς ποιήσασθαι τοῖς ἄλλοις πλὴν αὑτοῦ καὶ ὡς ἡλίσκετο αὑτὸν ἐπιχειρεῖν ἀποκτεῖναι, Νικίᾳ δὲ τὴν παράδοσιν ἐθελοντῇ γενέσθαι· τούτων ἕνεκα οὐκ ἐνεγράφη Νικίας τῇ στήλῃ, καταγνωσθεὶς αἰχμάλωτος ἐθελοντὴς εἶναι καὶ οὐκ ἀνὴρ πολέμῳ πρέπων.
石碑上刻有除尼基阿斯以外的各位将军,在士兵中,与公民并列的还有普拉塔亚人;尼基阿斯之所以被漏掉,我写下的原因与菲利斯托斯所说并无二致,菲利斯托斯说,德摩斯梯尼确实为除自己以外的其他人达成了投降协议,并且在被俘时企图自杀,而尼基阿斯则是自愿投降的;由于这些原因,尼基阿斯没有被刻在石碑上,因为他被判定为自愿被俘,而非适应战争的男子。
§1.29.13εἰσὶ δὲ ἐπʼ ἄλλῃ στήλῃ καὶ οἱ μαχεσάμενοι περὶ Θρᾴκην καὶ ἐν Μεγάροις καὶ ἡνίκα Ἀρκάδας τοὺς ἐν Μαντινείᾳ καὶ Ἠλείους ἔπεισεν Ἀλκιβιάδης Λακεδαιμονίων ἀποστῆναι καὶ οἱ πρὶν ἐς Σικελίαν ἀφικέσθαι Δημοσθένην Συρακουσίων κρατήσαντες.
在另一块石碑上,还有在色雷斯周围及梅加拉交战的人,以及当阿尔基比亚德说服曼蒂尼亚的阿卡迪亚人和伊利斯人脱离拉凯戴蒙人时参战的人,还有在德摩斯梯尼到达西西里之前击败叙拉古人的人。
ἐτάφησαν δὲ καὶ οἱ περὶ τὸν Ἑλλήσποντον ναυμαχήσαντες καὶ ὅσοι Μακεδόνων ἐναντία ἠγωνίσαντο ἐν Χαιρωνείᾳ καὶ οἱ μετὰ Κλέωνος ἐς Ἀμφίπολιν στρατεύσαντες, οἵ τε ἐν Δηλίῳ τῷ Ταναγραίων τελευτήσαντες καὶ ὅσους ἐς Θεσσαλίαν Λεωσθένης ἤγαγε καὶ οἱ πλεύσαντες ἐς Κύπρον ὁμοῦ Κίμωνι, τῶν τε σὺν Ὀλυμπιοδώρῳ τὴν φρουρὰν ἐκβαλόντων τριῶν καὶ δέκα ἄνδρες οὐ πλείους.
此外,还安葬了在赫レスポント斯周围进行海战的人,在喀罗尼亚与马其顿人对抗时战斗的所有人,随克勒翁远征阿姆菲波利斯的人,在塔纳格拉的德利翁牺牲的人,莱奥斯梯尼带领前往色萨利的人,与济蒙一同航行至塞浦路斯的人,以及与奥林匹奥多罗斯一起驱逐守军的战士中、仅有十三名而绝无更多的男子。
§1.29.14φασὶ δὲ Ἀθηναῖοι καὶ Ῥωμαίοις ὅμορόν τινα πολεμοῦσι πόλεμον στρατιὰν οὐ πολλὴν πέμψαι, καὶ ὕστερον ναυμαχίας Ῥωμαίων πρὸς Καρχηδονίους γινομένης τριήρεις πέντε Ἀττικαὶ παρεγένοντο· ἔστιν οὖν καὶ τούτοις ἐνταῦθα τοῖς ἀνδράσιν ὁ τάφος.
雅典人还说,在罗马人进行邻近战争时,他们曾派遣过一支人数不多的军队,后来在罗马人与迦太基人进行海战时,有五艘阿提卡三段桨船参战;因此,这些人的坟墓也在于此。
Τολμίδου δὲ καὶ τῶν σὺν αὐτῷ δεδήλωται μὲν ἤδη μοι τὰ ἔργα καὶ ὅν τρόπον ἐτελεύτησαν· ἴστω δὲ ὅτῳ φίλον κειμένους σφᾶς κατὰ τὴν ὁδὸν ταύτην.
托尔米德及其部下的功绩和他们如何牺牲,我此前已经说明;对此感兴趣的人,当知他们就安葬在这条路旁。
κεῖνται δὲ καὶ οἱ σὺν Κίμωνι τὸ μέγα ἔργον πεζῇ καὶ ναυσὶν αὐθημερὸν κρατήσαντες· §1.29.15τέθαπται δὲ καὶ Κόνων καὶ Τιμόθεος, δεύτεροι μετὰ Μιλτιάδην καὶ Κίμωνα οὗτοι πατὴρ καὶ παῖς ἔργα ἀποδειξάμενοι λαμπρά.
与济蒙一同在同一天于陆地和海洋中取得伟大胜利的人们也安葬于此;科农与蒂莫西乌斯也被安葬于此,他们是继米尔蒂亚德和济蒙之后,作为父子展示了辉煌功绩的第二对榜样。
κεῖται δὲ καὶ Ζήνων ἐνταῦθα ὁ Μνασέου καὶ Χρύσιππος ὁ Σολεύς, Νικίας τε ὁ Νικομήδους ζῷα ἄριστος γράψαι τῶν ἐφʼ αὑτοῦ, καὶ Ἁρμόδιος καὶ Ἀριστογείτων οἱ τὸν Πεισιστράτου παῖδα Ἵππαρχον ἀποκτείναντες, ῥήτορές τε Ἐφιάλτης, ὃς τὰ νόμιμα τὰ ἐν Ἀρείῳ πάγῳ μάλιστα ἐλυμήνατο, καὶ Λυκοῦργος ὁ Λυκόφρονος.
穆纳塞阿斯之子芝诺、索里的克律西波斯、在同时代最擅长绘制动物的尼科美德之子尼基阿斯,以及杀死了庇西特拉图之子希帕科斯的哈尔莫迪乌斯和阿里斯托革顿也安葬于此,还有对阿雷奥帕戈斯的传统法度破坏最甚的修辞学家埃菲阿尔特斯,以及吕科弗隆之子吕库古。
§1.29.16Λυκούργῳ δὲ ἐπορίσθη μὲν τάλαντα ἐς τὸ δημόσιον πεντακοσίοις πλείονα καὶ ἑξακισχιλίοις ἢ ὅσα Περικλῆς ὁ Ξανθίππου συνήγαγε, κατεσκεύασε δὲ πομπεῖα τῇ θεῷ καὶ Νίκας χρυσᾶς καὶ παρθένοις κόσμον ἑκατόν, ἐς δὲ πόλεμον ὅπλα καὶ βέλη καὶ τετρακοσίας ναυμαχοῦσιν εἶναι τριήρεις· οἰκοδομήματα δὲ ἐπετέλεσε μὲν τὸ θέατρον ἑτέρων ὑπαρξαμένων, τὰ δὲ ἐπὶ τῆς αὐτοῦ πολιτείας ἃ ᾠκοδόμησεν ἐν Πειραιεῖ νεώς εἰσιν οἶκοι καὶ τὸ πρὸς τῷ Λυκείῳ καλουμένῳ γυμνάσιον.
吕库古为国库筹集的资金,比克桑提普斯之子伯里克利所收集的还要多六千五百塔兰同,他为女神制造了游行器皿、金色的胜利女神像以及为一百位处女准备的饰物,并为战争准备了武器、箭矢和四百艘供海战使用的三段桨船;在建筑方面,他在他人动工的基础上完成了剧院,而在他执政期间在比雷埃夫斯建造的则是船坞和靠近被称为吕克昂场所的体育馆。
ὅσα μὲν οὖν ἀργύρου πεποιημένα ἦν καὶ χρυσοῦ, Λαχάρης καὶ ταῦτα ἐσύλησε τυραννήσας· τὰ δὲ οἰκοδομήματα καὶ ἐς ἡμᾶς ἔτι ἦν.
然而,所有由金银制成之物,拉哈雷斯在实行僭主统治时皆将其掠夺;但那些建筑直到我们的时代依然存在。

词汇与语法注释

  1. 1.29.9ἔχοντας πλέον τοὺς Ἀργείους νὺξ ἐπελθοῦσα ἀφείλετο τὸ σαφὲς τῆς νίκης — 宾格 `τοὺς Ἀργείους`(及其修饰分词 `ἔχοντας πλέον`)作为动词 `ἀφείλετο` 的夺格性直接宾语,`τὸ σαφὲς τῆς νίκης` 为第二宾语。意为“夜幕降临,使占优势的阿尔戈斯人失去了确凿的胜利”。
  2. 1.29.10τοῖς μὲν ἐπιθεμένοις ... οἱ δὲ ... ἐβούλευσαν — 这是对前文 `ἄνδρες οἷς ... οὐκ ἐπηκολούθησε τύχη χρηστή` 的同位语结构。前半部分 `τοῖς μὲν` 受关系代词 `οἷς` 的格支配而采用与格,但后半部分转为主格 `οἱ δὲ`,从而产生了破格现象(anacoluthon)。
  3. 1.29.11τοὺς ὑπὸ Ἑλλήνων καλουμένους ἀνδρείους τὸ μηδὲν ἄνευ Τύχης εἶναι — 作为主句动词 `ἐδήλωσε` 宾语的带宾格不定式从句。`εἶναι` 的主语是 `τοὺς ὑπὸ Ἑλλήνων καλουμένους ἀνδρείους`(被希腊人称为勇敢的人),表语是 `τὸ μηδὲν`(微不足道、虚无)。
  4. 1.29.12καταγνωσθεὶς αἰχμάλωτος ἐθελοντὴς εἶναι — 伴随动词 `καταγιγνώσκω` 被动语态的主格表语结构。`καταγνωσθεί斯` 是指代尼基阿斯的被动分词,而 `αἰχμάλωτος ἐθελοντὴς εἶναι` 表示判定内容,意为“被判定为自愿投降的俘虏”。

引用这一段

保萨尼亚斯, 希腊志 §1.29.9-1.29.16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:1.29.9-1.29.16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。