Humanitext Reader

保萨尼亚斯 · 希腊志 §1.28.1-1.28.6

卫城周边的奉纳物与阿雷奥帕古斯

第 32 段,共 465 段 · 希腊语

内容简介

作者讨论了阿克罗波利斯内外的各种奉纳物、普罗皮莱亚附近的泉水与阿波罗圣所、阿雷奥帕古斯山上阿雷斯和俄瑞斯忒斯的审判,以及附近的塞姆奈(厄里倪厄斯)圣所。

§1.28.1Κύλωνα δὲ οὐδὲν ἔχω σαφὲς εἰπεῖν ἐφʼ ὅτῳ χαλκοῦν ἀνέθεσαν τυραννίδα ὅμως βουλεύσαντα· τεκμαίρομαι δὲ τῶνδε ἕνεκα, ὅτι εἶδος κάλλιστος καὶ τὰ ἐς δόξαν ἐγένετο οὐκ ἀφανὴς ἀνελόμενος διαύλου νίκην Ὀλυμπικὴν καί οἱ θυγατέρα ὑπῆρξε γῆμαι Θεαγένους, ὃς Μεγάρων ἐτυράννησε.
至于库伦,虽然他曾企图篡夺僭主之位,但我无法确定他们为何为他奉纳了一座青铜像;但我根据以下原因进行推测:因为他容貌极美,且因赢得奥林匹亚双跑比赛的胜利而名声显赫,并且他得以娶了曾统治麦加拉的塞阿革涅斯的女儿。
§1.28.2χωρὶς δὲ ἢ ὅσα κατέλεξα δύο μὲν Ἀθηναίοις εἰσὶ δεκάται πολεμήσασιν, ἄγαλμα Ἀθηνᾶς χαλκοῦν ἀπὸ Μήδων τῶν ἐς Μαραθῶνα ἀποβάντων τέχνη Φειδίου—καί οἱ τὴν ἐπὶ τῆς ἀσπίδος μάχην Λαπιθῶν πρὸς Κενταύρους καὶ ὅσα ἄλλα ἐστὶν ἐπειργασμένα λέγουσι τορεῦσαι Μῦν, τῷ δὲ Μυῒ ταῦτά τε καὶ τὰ λοιπὰ τῶν ἔργων Παρράσιον καταγράψαι τὸν Εὐήνορος· ταύτης τῆς Ἀθηνᾶς ἡ τοῦ δόρατος αἰχμὴ καὶ ὁ λόφος τοῦ κράνους ἀπὸ Σουνίου προσπλέουσίν ἐστιν ἤδη σύνοπτα—, καὶ ἅρμα κεῖται χαλκοῦν ἀπὸ Βοιωτῶν δεκάτη καὶ Χαλκιδέων τῶν ἐν Εὐβοίᾳ.
除了我列举的那些之外,雅典人还有两件因战争而奉纳的什一奉纳物:一件是因在马拉松登陆的波斯人而奉纳的青铜雅典娜雕像,这是菲迪亚斯的作品——据说缪斯为菲迪亚斯雕刻了她盾牌上的拉皮泰人与人马之战以及其上的其他所有图案,而尤埃诺尔之子帕拉西奥斯则为缪斯绘制了这些图案及其他作品的草图;这尊雅典娜雕像的矛尖和头盔的羽冠,从苏尼翁岬乘船驶来的人们已经可以远远望见——,另一件是作为击败波伊奥提亚人和欧波亚的卡尔基斯人的什一奉纳物而安置的青铜战车。
δύο δὲ ἄλλα ἐστὶν ἀναθήματα, Περικλῆς ὁ Ξανθίππου καὶ τῶν ἔργων τῶν Φειδίου θέας μάλιστα ἄξιον Ἀθηνᾶς ἄγαλμα ἀπὸ τῶν ἀναθέντων καλουμένης Λημνίας.
此外还有两件其他奉纳物:克桑提普斯之子伯里克利,以及在菲迪亚斯的作品中特别值得一观的雅典娜雕像,因奉纳者而被称作“雷姆诺斯人”。
§1.28.3τῇ δὲ ἀκροπόλει, πλὴν ὅσον Κίμων ᾠκοδόμησεν αὐτῆς ὁ Μιλτιάδου, περιβαλεῖν τὸ λοιπὸν λέγεται τοῦ τείχους Πελασγοὺς οἰκήσαντάς ποτε ὑπὸ τὴν ἀκρόπολιν· φασὶ γὰρ Ἀγρόλαν καὶ Ὑπέρβιον τοὺς οἰκοδομήσαντας εἶναι.
至于阿克罗波利斯,除了米太亚德之子希蒙建造的部分外,据说其余的城墙是曾经居住在阿克罗波利斯山下的佩拉斯吉人建造的;因为他们说阿格罗拉斯和许佩耳比奥斯是建造者。
πυνθανόμενος δὲ οἵτινες ἦσαν οὐδὲν ἄλλο ἐδυνάμην μαθεῖν ἢ Σικελοὺς τὸ ἐξ ἀρχῆς ὄντας ἐς Ἀκαρνανίαν μετοικῆσαι.
但当我询问他们是什么人时,我除了得知他们原本是西西里人并迁徙到了阿卡纳尼亚之外,未能了解到其他任何情况。
§1.28.4καταβᾶσι δὲ οὐκ ἐς τὴν κάτω πόλιν ἀλλʼ ὅσον ὑπὸ τὰ προπύλαια πηγή τε ὕδατός ἐστι καὶ πλησίον Ἀπόλλωνος ἱερὸν ἐν σπηλαίῳ· Κρεούσῃ δὲ θυγατρὶ Ἐρεχθέως Ἀπόλλωνα ἐνταῦθα συγγενέσθαι νομίζουσι.
对于下山的人来说,不是去往山下的城市,而是走到普罗皮莱亚下方,那里有一处泉水,附近有一个山洞里有阿波罗的圣所;人们相信阿波罗曾在此处与埃雷赫修斯的女儿克勒乌萨结合。
ὡς πεμφθείη Φιλιππίδης ἐς Λακεδαίμονα ἄγγελος ἀποβεβηκότων Μήδων ἐς τὴν γῆν, ἐπανήκων δὲ Λακεδαιμονίους ὑπερβαλέσθαι φαίη τὴν ἔξοδον, εἶναι γὰρ δὴ νόμον αὐτοῖς μὴ πρότερον μαχουμένους ἐξιέναι πρὶν ἢ πλήρη τὸν κύκλον τῆς σελήνης γενέσθαι· τὸν δὲ Πᾶνα ὁ Φιλιππίδης ἔλεγε περὶ τὸ ὄρος ἐντυχόντα οἱ τὸ Παρθένιον φάναι τε ὡς εὔνους Ἀθηναίοις εἴη καὶ ὅτι ἐς Μαραθῶνα ἥξει συμμαχήσων.
据说当波斯人在该地登陆时,菲利皮德斯被派往拉刻代蒙担任信使,他回来后说,拉刻代蒙人推迟了出兵,因为他们的律法规定在月亮圆满之前不得出兵交战;菲利皮德斯还说,潘在巴尔特尼翁山附近遇见了他,不仅说他对雅典人怀有善意,而且说他将前往马拉松共同参战。
οὗτος μὲν οὖν ὁ θεὸς ἐπὶ ταύτῃ τῇ ἀγγελίᾳ τετίμηται·
因此,这位神明因这一消息而受到了尊崇。
§1.28.5ἔστι δὲ Ἄρειος πάγος καλούμενος, ὅτι πρῶτος Ἄρης ἐνταῦθα ἐκρίθη, καί μοι καὶ ταῦτα δεδήλωκεν ὁ λόγος ὡς Ἁλιρρόθιον ἀνέλοι καὶ ἐφʼ ὅτῳ κτείνειε.
还有被称为阿雷奥帕古斯的地方,因为阿雷斯首先在此处受审,而传说也已经向我阐明了这些事,即他如何杀害哈利罗提奥斯以及因何原因杀他。
κριθῆναι δὲ καὶ ὕστερον Ὀρέστην λέγουσιν ἐπὶ τῷ φόνῳ τῆς μητρός· καὶ βωμός ἐστιν Ἀθηνᾶς Ἀρείας, ὃν ἀνέθηκεν ἀποφυγὼν τὴν δίκην.
他们说,后来俄瑞斯忒斯也因杀害母亲而在此受审;这里有一座阿雷亚雅典娜的祭坛,是他免于审判后奉纳的。
τοὺς δὲ ἀργοὺς λίθους, ἐφʼ ὧν ἑστᾶσιν ὅσοι δίκας ὑπέχουσι καὶ οἱ διώκοντες, τὸν μὲν Ὕβρεως τὸν δὲ Ἀναιδείας αὐτῶν ὀνομάζουσι.
而承受审判者和起诉者所站立的自然粗石,他们将其中一块称作“傲慢之石”,另一块称作“无耻之石”。
§1.28.6πλησίον δὲ ἱερὸν θεῶν ἐστιν ἃς καλοῦσιν Ἀθηναῖοι Σεμνάς, Ἡσίοδος δὲ Ἐρινῦς ἐν Θεογονίᾳ.
在这附近有一座女神们的圣所,雅典人称之为“塞姆埃”,而赫西俄德在《神统记》中称之为“厄里倪厄斯”。
πρῶτος δέ σφισιν Αἰσχύλος δράκοντας ἐποίησεν ὁμοῦ ταῖς ἐν τῇ κεφαλῇ θριξὶν εἶναι· τοῖς δὲ ἀγάλμασιν οὔτε τούτοις ἔπεστιν οὐδὲν φοβερὸν οὔτε ὅσα ἄλλα κεῖται θεῶν τῶν ὑπογαίων.
埃斯库罗斯是第一个让她们的头上除头发外还带有蛇的人;但这些雕像上没有任何可怕的特征,立在那里的其他冥界神明的雕像也是如此。
κεῖται δὲ καὶ Πλούτων καὶ Ἑρμῆς καὶ Γῆς ἄγαλμα· ἐνταῦθα θύουσι μὲν ὅσοις ἐν Ἀρείῳ πάγῳ τὴν αἰτίαν ἐξεγένετο ἀπολύσασθαι, θύουσι δὲ καὶ ἄλλως ξένοι τε ὁμοίως καὶ ἀστοί.
那里还立有普路托、赫耳墨斯和大地女神的雕像;在阿雷奥帕古斯被宣告无罪的人会在此处献祭,其他人也同样在此献祭,无论是外邦人还是本邦公民。

词汇与语法注释

  1. 1.28.1Κύλωνα — 先行宾格(prolepsis),将“库伦”提前到主句开头。在语义上,他是后续 `ἐφʼ ὅτῳ ... βουλεύσαντα` 从句的逻辑主语。
  2. 1.28.1γῆμαι Θεαγένους — 不定式 `γῆμαι`(娶)在语义上的主语是与格代名词 `οἱ` 所指的库伦,宾语是塞阿革涅斯的女儿(`θυγατέρα Θεαγένους`)。该不定式短语作为无人称动词 `ὑπῆρξε`(能够/发生)的主语。
  3. 1.28.2καί οἱ τὴν ἐπὶ τῆς ἀσπίδος — 与格代名词 `οἱ` 指菲迪亚斯(“为他”)。不定式 `τορεῦσαι` 的主语是 `Μῦν`(缪斯),而 `καataγράψαι` 的主语是 `Παρράσιον`(帕拉西奥斯),两个不定式从句均构成受主句动词 `λέγουσι`(人们说)支配的“带对格的不定式”结构。
  4. 1.28.3περιβαλεῖν — 不定式 `περιβαλεῖν` 的主语是宾格的 `Πελασγοὺς`,直接宾语是 `τὸ λοιπὸν τοῦ τείχους`,间接宾语是与格的 `τῇ ἀκροπόλει`。该不定式短语作为被动动词 `λέγεται`(据说)的主语。
  5. 1.28.4ὡς πεμφθείη — 连词 `ὡς` 引导间接引语(“据说……”)。在历史叙述语境中,使用了间接引语的希求法(`πεμφθείη` 及后续的 `φαίη`)。

引用这一段

保萨尼亚斯, 希腊志 §1.28.1-1.28.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:1.28.1-1.28.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。