§1.29.1τοῦ δὲ Ἀρείου πάγου πλησίον δείκνυται ναῦς ποιηθεῖσα ἐς τὴν τῶν Παναθηναίων πομπήν.
在阿雷奥帕戈斯附近展示着一艘为泛雅典娜节游行而制造的船。
καὶ ταύτην μὲν ἤδη πού τις ὑπερεβάλετο· τὸ δὲ ἐν Δήλῳ πλοῖον οὐδένα πω νικήσαντα οἶδα, καθῆκον ἐς ἐννέα ἐρέτας ἀπὸ τῶν καταστρωμάτων.
对于这艘船,或许已经有人超越了其规模;但据我所知,至今还没有人超越德洛斯岛的那艘船,它从甲板向下可容纳九名桨手。
§1.29.2Ἀθηναίοις δὲ καὶ ἔξω πόλεως ἐν τοῖς δήμοις καὶ κατὰ τὰς ὁδοὺς θεῶν ἐστιν ἱερὰ καὶ ἡρώων καὶ ἀνδρῶν τάφοι· ἐγγυτάτω δὲ Ἀκαδημία, χωρίον ποτὲ ἀνδρὸς ἰδιώτου, γυμνάσιον δὲ ἐπʼ ἐμοῦ.
雅典人在城外各区以及道路旁也设有诸神的圣所、英雄与凡人的坟墓;最近的是阿卡德米,昔日曾是一位私人的领地,但在我这个时代已成为一所体育馆。
κατιοῦσι δʼ ἐς αὐτὴν περίβολός ἐστιν Ἀρτέμιδος καὶ ξόανα Ἀρίστης καὶ Καλλίστης· ὡς μὲν ἐγὼ δοκῶ καὶ ὁμολογεῖ τὰ ἔπη τὰ Πάμφω, τῆς Ἀρτέμιδός εἰσιν ἐπικλήσεις αὗται, λεγόμενον δὲ καὶ ἄλλον ἐς αὐτὰς λόγον εἰδὼς ὑπερβήσομαι.
在向那里走下去的途中,有一处阿耳忒弥斯的围墙圣所,以及阿里斯特和卡利斯特的木雕像;正如我所认为的,且潘福斯的诗作亦表示赞同,这些都是阿耳忒弥斯的别名,但我虽知关于她们的另一种传说,却不予提及。
καὶ ναὸς οὐ μέγας ἐστίν, ἐς ὃν τοῦ Διονύσου τοῦ Ἐλευθερέως τὸ ἄγαλμα ἀνὰ πᾶν ἔτος κομίζουσιν ἐν τεταγμέναις ἡμέραις.
此外还有一座不大的神殿,每年在固定的日子里,他们都会将埃勒乌特列乌斯·狄奥尼索斯的神像抬入其中。
§1.29.3ἱερὰ μέν σφισι ταύτῃ τοσαῦτά ἐστι, τάφοι δὲ Θρασυβούλου μὲν πρῶτον τοῦ Λύκου, ἀνδρὸς τῶν τε ὕστερον καὶ ὅσοι πρὸ αὐτοῦ γεγόνασιν Ἀθηναίοις λόγιμοι τὰ πάντα ἀρίστου—παρέντι δέ μοι τὰ πλείω τοσάδε ἐς πίστιν ἀρκέσει τοῦ λόγου· τυραννίδα γὰρ ἔπαυσε τῶν τριάκοντα καλουμένων σὺν ἀνδράσιν ἑξήκοντα τὸ κατʼ ἀρχὰς ὁρμηθεὶς ἐκ Θηβῶν, καὶ Ἀθηναίους στασιάζοντας διαλλαγῆναι καὶ συνθεμένους ἔπεισε μεῖναι—, πρῶτος μέν ἐστιν οὗτος τάφος, ἐπὶ δὲ αὐτῷ Περικλέους τε καὶ Χαβρίου καὶ Φορμίωνος.
他们在这一带的圣所有这么些,而至于坟墓,首先是吕科斯之子色拉西布洛斯的墓,他在后代以及在他之前成为雅典名人的所有人中,在一切事上都是最优秀的——虽然我省略了大部分事情,但以下这些已足以为我的叙述提供佐证:因为他最初仅率领六十人从底比斯出发,便终结了所谓“三十人”的僭主统治,并说服了处于内讧中的雅典人达成和解、遵守协定并留下来——这确实是第一座坟墓,其后则是伯里克利、哈布里亚斯和福尔米翁的墓。
§1.29.4ἔστι δὲ καὶ πᾶσι μνῆμα Ἀθηναίοις ὁπόσοις ἀποθανεῖν συνέπεσεν ἔν τε ναυμαχίαις καὶ ἐν μάχαις πεζαῖς πλὴν ὅσοι Μαραθῶνι αὐτῶν ἠγωνίσαντο· τούτοις γὰρ κατὰ χώραν εἰσὶν οἱ τάφοι διʼ ἀνδραγαθίαν, οἱ δὲ ἄλλοι κατὰ τὴν ὁδὸν κεῖνται τὴν ἐς Ἀκαδημίαν, καὶ σφῶν ἑστᾶσιν ἐπὶ τοῖς τάφοις στῆλαι τὰ ὀνόματα καὶ τὸν δῆμον ἑκάστου λέγουσαι.
此外,还有一座为所有在海战和陆战中阵亡的雅典人设立的纪念碑,唯独在马拉松参战的人除外;因为由于他们的英勇,他们的坟墓留在当地,而其他人的坟墓则位于通往阿卡德米的道路旁,墓碑上刻着每个人的名字和所属的区。
πρῶτοι δὲ ἐτάφησαν οὓς ἐν Θρᾴκῃ ποτὲ ἐπικρατοῦντας μέχρι Δραβησκοῦ τῆς χώρας Ἠδωνοὶ φονεύουσιν ἀνέλπιστοι ἐπιθέμενοι· §1.29.5λέγεται δὲ καὶ ὡς κεραυνοὶ πέσοιεν ἐς αὐτούς.
最先被埋葬的是那些曾在色雷斯占领直至德拉贝斯科斯地区时,因埃多尼亚人出其不意地袭击而被屠杀的人;据说还有雷电击中了他们。
στρατηγοὶ δὲ ἄλλοι τε ἦσαν καὶ Λέαγρος, ᾧ μάλιστα ἐπετέτραπτο ἡ δύναμις, καὶ Δεκελεὺς Σωφάνης, ὃς τὸν Ἀργεῖόν ποτε πένταθλον Νεμείων ἀνῃρημένον νίκην ἀπέκτεινεν Εὐρυβάτην βοηθοῦντα Αἰγινήταις.
当时的将军除了其他人外,还有被委以军队重任的莱阿格罗斯,以及德凯勒亚的索法内斯,后者曾杀死了在内美阿竞技会上获得五项全能胜利的阿尔戈斯人欧里巴特斯,当时欧里巴特斯正在援助埃吉纳人。
στρατὸν δὲ ἔξω τῆς Ἑλλάδος Ἀθηναῖοι τρίτον τοῦτον ἔστειλαν· Πριάμῳ μὲν γὰρ καὶ Τρωσὶ πάντες Ἕλληνες ἀπὸ κοινοῦ λόγου κατέστησαν ἐς πόλεμον, Ἀθηναῖοι δὲ ἰδίᾳ μετʼ Ἰολάου τε ἐς Σαρδὼ καὶ δευτέραν ἐς τὴν νῦν Ἰωνίαν ἐστράτευσαν καὶ τρίτον δὴ τότε ἐς τὴν Θρᾴκην.
这是雅典人第三次向希腊境外派遣军队;因为针对普里阿摩斯和特洛伊人,全体希腊人是根据共同的决定投入战争的,而雅典人则是单独行动,第一次是与伊奥劳斯一起前往萨尔多,第二次是前往如今的伊奥尼亚,而这第三次便是当时前往色雷斯。
§1.29.6ἔστι δὲ ἔμπροσθεν τοῦ μνήματος στήλη μαχομένους ἔχουσα ἱππεῖς· Μελάνωπός σφισίν ἐστι καὶ Μακάρτατος ὀνόματα, οὓς κατέλαβεν ἀποθανεῖν ἐναντία Λακεδαιμονίων καὶ Βοιωτῶν τεταγμένους, ἔνθα τῆς Ἐλεωνίας εἰσὶ χώρας πρὸς Ταναγραίους ὅροι.
在墓前有一块刻有骑兵战斗的石碑;他们的名字是梅拉诺波斯和马卡塔托斯,他们在与拉凯戴蒙人和波奥蒂亚人对抗时阵亡,地点就在埃勒昂领地与塔纳格拉人接壤的边界处。
καὶ Θεσσαλῶν τάφος ἐστὶν ἱππέων κατὰ παλαιὰν φιλίαν ἐλθόντων, ὅτε σὺν Ἀρχιδάμῳ Πελοποννήσιοι πρῶτον ἐσέβαλον ἐς τὴν Ἀττικὴν στρατιᾷ, καὶ πλησίον τοξόταις Κρησίν· αὖθις δέ ἐστιν Ἀθηναίων μνήματα Κλεισθένους, ᾧ τὰ ἐς τὰς φυλὰς αἳ νῦν καθεστᾶσιν εὑρέθη, καὶ ἱππεῦσιν ἀποθανοῦσιν ἡνίκα συνεπελάβοντο οἱ Θεσσαλοὶ τοῦ κινδύνου.
此外还有因古老的友谊而来的色萨利骑兵之墓,当时伯罗奔尼撒人在阿耳基达摩斯率领下首次以军队入侵阿提卡,其附近还有克里特弓箭手之墓;接着是雅典人的纪念碑:克利斯提尼之墓,他设计了如今存在的部落体制,以及在色萨利人分担危险时牺牲的骑兵之墓。
§1.29.7ἐνταῦθα καὶ Κλεωναῖοι κεῖνται, μετὰ Ἀργείων ἐς τὴν Ἀττικὴν ἐλθόντες· ἐφʼ ὅτῳ δέ, γράψω τοῦ λόγου μοι κατελθόντος ἐς τοὺς Ἀργείους.
这里还安葬着随阿尔戈斯人来到阿提卡的克勒奥奈人;至于原因,我将在叙述转入阿尔戈斯人时写下。
καὶ Ἀθηναίων δʼ ἔστι τάφος, οἳ πρὶν ἢ στρατεῦσαι τὸν Μῆδον ἐπολέμησαν πρὸς Αἰγινήτας.
此外还有雅典人之墓,他们在波斯人入侵之前与埃吉纳人交战。
ἦν δὲ ἄρα καὶ δήμου δίκαιον βούλευμα, εἰ δὴ καὶ Ἀθηναῖοι μετέδοσαν δούλοις δημοσίᾳ ταφῆναι καὶ τὰ ὀνόματα ἐγγραφῆναι στήλῃ· δηλοῖ δὲ ἀγαθοὺς σφᾶς ἐν τῷ πολέμῳ γενέσθαι περὶ τοὺς δεσπότας.
如果说雅典人确实与奴隶分享了公葬并将他们的名字刻在石碑上的权利,那确实是民众的一项公正决定;这表明奴隶们在战争中对他们的主人表现得很忠诚。
ἔστι δὲ καὶ ἀνδρῶν ὀνόματα ἄλλων, διάφορα δέ σφισι τὰ χωρία τῶν ἀγώνων· καὶ γὰρ τῶν ἐπʼ Ὄλυνθον ἐλθόντων οἱ δοκιμώτατοι καὶ Μελήσανδρος ἐς τὴν ἄνω Καρίαν ναυσὶν ἀναπλεύσας διὰ τοῦ Μαιάνδρου, ἐτάφησαν δὲ καὶ οἱ τελευτήσαντες §1.29.8πολεμοῦντος Κασσάνδρου καὶ οἱ συμμαχήσαντές ποτε Ἀργείων.
还有其他人的名字,他们战斗的地方各不相同;因为前往奥林索斯的最著名的战士们,以及乘船经由迈安德罗斯川溯流而上进入上卡里亚的梅勒桑德,也都被安葬于此,而且还安葬了那些在以下情况下死去的人:在卡桑德进行战争时牺牲的人,以及曾作为盟友参战的阿尔戈斯人。
πραχθῆναι δὲ οὕτω σφίσι τὴν πρὸς Ἀργείους λέγουσι συμμαχίαν· Λακεδαιμονίοις τὴν πόλιν τοῦ θεοῦ σείσαντος οἱ εἵλωτες ἐς Ἰθώμην ἀπέστησαν, ἀφεστηκότων δὲ οἱ Λακεδαιμόνιοι βοηθοὺς καὶ ἄλλους καὶ παρὰ Ἀθηναίων μετεπέμποντο· οἱ δέ σφισιν ἐπιλέκτους ἄνδρας ἀποστέλλουσι καὶ στρατηγὸν Κίμωνα τὸν Μιλτιάδου.
关于他们与阿尔戈斯人的盟约是如何达成的,人们如此说道:当神震动了拉凯戴蒙人的城邦时,黑劳士们反叛并撤往伊托梅,在他们反叛后,拉凯戴蒙人向雅典人及其他人请求派遣援军;雅典人便向他们派遣了精选的士兵以及米尔蒂亚德之子济蒙作为将军。
τούτους ἀποπέμπουσιν οἱ Λακεδαιμόνιοι πρὸς ὑποψίαν·
然而,拉凯戴蒙人由于怀疑而将这些人送了回来;