Humanitext Reader

保萨尼亚斯 · 希腊志 §1.19.1-1.19.6

德尔菲尼昂与伊利索斯河畔圣所

第 21 段,共 465 段 · 希腊语

内容简介

作者描述了雅典奥林匹亚宙斯神殿周边的阿波罗神庙、基诺萨格斯、吕刻昂等圣所以及伊利索斯河畔的古迹,并介绍了希罗德建造的白石竞技场。

§1.19.1μετὰ δὲ τὸν ναὸν τοῦ Διὸς τοῦ Ὀλυμπίου πλησίον ἄγαλμά ἐστιν Ἀπόλλωνος Πυθίου· ἔστι δὲ καὶ ἄλλο ἱερὸν Ἀπόλλωνος ἐπίκλησιν Δελφινίου.
在奥林匹亚宙斯神殿之后,附近有一尊皮托阿波罗的雕像;还有另一座阿波罗神庙,被称为德尔菲尼奥斯。
λέγουσι δὲ ὡς ἐξειργασμένου τοῦ ναοῦ πλὴν τῆς ὀροφῆς ἀγνὼς ἔτι τοῖς πᾶσιν ἀφίκοιτο Θησεὺς ἐς τὴν πόλιν·
他们说,当神殿除了屋顶之外已经完工时,尚不为众人所知的忒修斯来到了这座城市。
οἷα δὲ χιτῶνα ἔχοντος αὐτοῦ ποδήρη καὶ πεπλεγμένης ἐς εὐπρεπές οἱ τῆς κόμης, ὡς ἐγίνετο κατὰ τὸν τοῦ Δελφινίου ναόν, οἱ τὴν στέγην οἰκοδομοῦντες ἤροντο σὺν χλευασίᾳ, ὅ τι δὴ παρθένος ἐν ὥρᾳ γάμου πλανᾶται μόνη·
因为他穿着一件及脚的长袍,头发被漂亮地编起来,当他来到德尔菲尼奥斯神殿附近时,建造屋顶的人嘲笑地问他,为什么一个正值婚龄的处女会独自一人徘徊。
Θησεὺς δὲ ἄλλο μὲν αὐτοῖς ἐδήλωσεν οὐδέν, ἀπολύσας δὲ ὡς λέγεται τῆς ἁμάξης τοὺς βοῦς, ἥ σφισι παρῆν, ἀνέρριψεν ἐς ὑψηλότερον ἢ τῷ ναῷ τὴν στέγην ἐποιοῦντο.
忒修斯没有向他们表明别的事情,而是像人们所说的那样,把他们那里的车上的牛解开,把它们往上扔得比他们建造神殿屋顶的高度还要高。
§1.19.2—ἐς δὲ τὸ χωρίον, ὃ Κήπους ὀνομάζουσι, καὶ τῆς Ἀφροδίτης τὸν ναὸν οὐδεὶς λεγόμενός σφισίν ἐστι λόγος· οὐ μὴν οὐδὲ ἐς τὴν Ἀφροδίτην, ἣ τοῦ ναοῦ πλησίον ἕστηκε.
——但是,关于他们称之为“花园”(凯波伊)的地方,以及阿佛洛狄忒的神殿,他们没有任何流传的说法;对于立在神殿附近的阿佛洛狄忒像也是如此。
ταύτης γὰρ σχῆμα μὲν τετράγωνον κατὰ ταὐτὰ καὶ τοῖς Ἑρμαῖς, τὸ δὲ ἐπίγραμμα σημαίνει τὴν Οὐρανίαν Ἀφροδίτην τῶν καλουμένων Μοιρῶν εἶναι πρεσβυτάτην.
因为她的形状是四角柱形,与赫耳墨斯神柱相同,而铭文则表明,天上的阿佛洛狄忒是所谓命运三女神(莫伊赖)中最年长的一位。
τὸ δὲ ἄγαλμα τῆς Ἀφροδίτης τῆς ἐν Κήποις ἔργον ἐστὶν Ἀλκαμένους καὶ τῶν Ἀθήνῃσιν ἐν ὀλίγοις θέας ἄξιον.
而在“花园”中的阿佛洛狄忒雕像是阿尔卡美涅斯的作品,也是雅典少数值得一看的杰作之一。
§1.19.3ἔστι δὲ Ἡρακλέους ἱερὸν καλούμενον Κυνόσαργες· καὶ τὰ μὲν ἐς τὴν κύνα εἰδέναι τὴν λευκὴν ἐπιλεξαμένοις ἔστι τὸν χρησμόν, βωμοὶ δέ εἰσιν Ἡρακλέους τε καὶ Ἥβης, ἣν Διὸς παῖδα οὖσαν συνοικεῖν Ἡρακλεῖ νομίζουσιν· Ἀλκμήνης τε βωμὸς καὶ Ἰολάου πεποίηται, ὃς τὰ πολλὰ Ἡρακλεῖ συνεπόνησε τῶν ἔργων.
还有一座被称为基诺萨格斯的赫拉克勒斯圣所;至于关于那只白狗的事,读过神谕的人自然可以知晓。 那里有赫拉克勒斯和赫柏的祭坛,人们认为,赫柏作为宙斯的女儿,与赫拉克勒斯结合;还建有阿尔克墨涅的祭坛,以及与赫拉克勒斯共同承担了大部分劳绩的伊奥劳斯的祭坛。
Λύκειον δὲ ἀπὸ μὲν Λύκου τοῦ Πανδίονος ἔχει τὸ ὄνομα, Ἀπόλλωνος δὲ ἱερὸν ἐξ ἀρχῆς τε εὐθὺς καὶ καθʼ ἡμᾶς ἐνομίζετο, Λύκειός τε ὁ θεὸς ἐνταῦθα ὠνομάσθη πρῶτον· λέγεται δὲ ὅτι καὶ Τερμίλαις, ἐς οὓς ἦλθεν ὁ Λύκος φεύγων Αἰγέα, καὶ τούτοις αἴτιός ἐστι Λυκίους ἀπʼ αὐτοῦ καλεῖσθαι.
吕刻昂因潘迪翁之子吕科斯而得名,但从最开始一直到我们这个时代,它都被认为是阿波罗的圣所,而这位神最初是在这里被称为吕刻俄斯的;据说,对于吕科斯在逃避埃勾斯时投奔的德尔米莱人来说,他们因他而被称为吕基亚人,也是由于他的缘故。
§1.19.4ἔστι δὲ ὄπισθεν τοῦ Λυκείου Νίσου μνῆμα, ὃν ἀποθανόντα ὑπὸ Μίνω βασιλεύοντα Μεγάρων κομίσαντες Ἀθηναῖοι ταύτῃ θάπτουσιν.
在吕刻昂后面有尼索斯的坟墓,他在统治麦加拉时被米诺斯杀害,雅典人将他的尸体运来并安葬于此。
ἐς τοῦτον τὸν Νῖσον ἔχει λόγος τρίχας ἐν τῇ κεφαλῇ οἱ πορφυρᾶς εἶναι, χρῆναι δὲ αὐτὸν τελευτᾶν ἐπὶ ταύταις ἀποκαρείσαις· ὡς δὲ οἱ Κρῆτες ἦλθον ἐς τὴν γῆν, τὰς μὲν ἄλλας ἐξ ἐπιδρομῆς ᾕρουν τὰς ἐν τῇ Μεγαρίδι πόλεις, ἐς δὲ τὴν Νίσαιαν καταφεύγοντα τὸν Νῖσον ἐπολιόρκουν· ἐνταῦθα τοῦ Νίσου λέγεται θυγατέρα ἐρασθῆναι Μίνω καὶ ὡς ἀπέκειρε τὰς τρίχας τοῦ πατρός.
关于这位尼索斯,有传说称他的头上长有紫色的头发,并且他注定要在这些头发被剪掉时死去;当克里特人来到这片土地时,他们通过袭击夺取了麦加里斯的其他城市,并包围了逃往尼塞亚的尼索斯;据说在这里,尼索斯的女儿爱上了米诺斯,并剪掉了父亲的头发。
§1.19.5ταῦτα μὲν οὕτω γενέσθαι λέγουσι· ποταμοὶ δὲ Ἀθηναίοις ῥέουσιν Ἰλισός τε καὶ Ἠριδανῷ τῷ Κελτικῷ κατὰ τὰ αὐτὰ ὄνομα ἔχων, ἐκδιδοὺς ἐς τὸν Ἰλισόν.
他们说这些事情就是这样发生的;雅典人这里流淌着河流,即伊利索斯河,以及与凯尔特人的埃里达诺斯同名、并注入伊利索斯河的另一条河流。
ὁ δὲ Ἰλισός ἐστιν οὗτος, ἔνθα παίζουσαν Ὠρείθυιαν ὑπὸ ἀνέμου Βορέου φασὶν ἁρπασθῆναι· καὶ συνοικεῖν Ὠρειθυίᾳ Βορέαν καί σφισι διὰ τὸ κῆδος ἀμύναντα τῶν τριήρων τῶν βαρβαρικῶν ἀπολέσαι τὰς πολλάς.
而这条伊利索斯河,据说就是奥蕾提亚在玩耍时被北风神波雷阿斯劫持的地方;波雷阿斯与奥蕾提亚结合,并因为姻亲关系帮助了雅典人,摧毁了大部分异族人的三段桨船。
ἐθέλουσι δὲ Ἀθηναῖοι καὶ ἄλλων θεῶν ἱερὸν εἶναι τὸν Ἰλισόν, καὶ Μουσῶν βωμὸς ἐπʼ αὐτῷ ἐστιν Ἰλισιάδων· δείκνυται δὲ καὶ ἔνθα Πελοποννήσιοι Κόδρον τὸν Μελάνθου βασιλεύοντα Ἀθηναίων κτείνουσι.
雅典人还希望伊利索斯河也是其他神明尊崇的对象,河畔有伊利索斯缪斯女神的祭坛;此外,还展示了伯罗奔尼撒人杀害当时统治雅典的梅兰托斯之子科德罗斯的地方。
§1.19.6διαβᾶσι δὲ τὸν Ἰλισὸν χωρίον Ἄγραι καλούμενον καὶ ναὸς Ἀγροτέρας ἐστὶν Ἀρτέμιδος· ἐνταῦθα Ἄρτεμιν πρῶτον θηρεῦσαι λέγουσιν ἐλθοῦσαν ἐκ Δήλου, καὶ τὸ ἄγαλμα διὰ τοῦτο ἔχει τόξον.
渡过伊利索斯河,有一个被称为阿格莱的地方,以及野生阿尔特米斯的庙宇;据说阿尔特米斯从德洛斯岛来到这里,首次在此狩猎,因此雕像手持弓箭。
τὸ δὲ ἀκούσασι μὲν οὐχ ὁμοίως ἐπαγωγόν, θαῦμα δʼ ἰδοῦσι, στάδιόν ἐστι λευκοῦ λίθου.
而对于听闻者来说或许不那么吸引人、但对于亲眼目睹者来说却是一大奇迹的,是一座用白石建成的竞技场。
μέγεθος δὲ αὐτοῦ τῇδε ἄν τις μάλιστα τεκμαίροιτο· ἄνωθεν ὄρος ὑπὲρ τὸν Ἰλισὸν ἀρχόμενον ἐκ μηνοειδοῦς καθήκει τοῦ ποταμοῦ πρὸς τὴν ὄχθην εὐθύ τε καὶ διπλοῦν.
人们可以尤其通过以下方式推测其规模:一座山丘从伊利索斯河上方开始,呈新月形,垂直且双重地向下延伸至河岸。
τοῦτο ἀνὴρ Ἀθηναῖος Ἡρώδης ᾠκοδόμησε, καί οἱ τὸ πολὺ τῆς λιθοτομίας τῆς Πεντελῆσιν ἐς τὴν οἰκοδομὴν ἀνηλώθη.
这是雅典人希罗德建造的,而彭特利孔石矿的大部分石材都被他消耗在了这项工程中。

词汇与语法注释

  1. 1.19.1ὡς ἐξειργασμένου τοῦ ναοῦ πλὴν τῆς ὀροφῆς — 由名词 ναοῦ 和分词 ἐξειργασμένου 构成的属格独立结构。连词 ὡς 表示情况或背景,意为“当神殿……时”。
  2. 1.19.1οἷα δὲ χιτῶνα ἔχοντος αὐτοῦ ποδήρη — 由连词 οἷα 引导的属格独立结构,表示基于客观事实的原因(“因为他穿着……”)。后文的 πεπλεγμένης ... τῆς κόμης 同样作为表示原因的属格独立结构与之并列。
  3. 1.19.5Ἠριδανῷ τῷ Κελτικῷ — 与格用于表示与后续副词短语 κατὰ τὰ αὐτά(“相同、同样”)相比较的对象,意为“与凯尔特人的埃里达诺斯河相同”。
  4. 1.19.6διαβᾶσι — 动词 διαβαίνω 的不定过去时主动分词复数与格。在伴随地理视线移动的表述中,表示“对于渡过……的人来说(渡过去之后,那里有……)”,即所谓的判断与格(dativus iudicantis)。

引用这一段

保萨尼亚斯, 希腊志 §1.19.1-1.19.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:1.19.1-1.19.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。