§1.11.1τὰ μὲν οὖν Λυσιμάχου τοιαῦτα ἐγένετο·
因此,利西马科斯的事迹便是如此发展的。
Ἀθηναίοις δὲ εἰκών ἐστι καὶ Πύρρου.
不过,雅典人那里也有庇洛斯的雕像。
οὗτος ὁ Πύρρος Ἀλεξάνδρῳ προσῆκεν οὐδέν, εἰ μὴ ὅσα κατὰ γένος· Αἰακίδου γὰρ τοῦ Ἀρύββου Πύρρος ἦν, Ὀλυμπιάδος δὲ Ἀλέξανδρος τῆς Νεοπτολέμου, Νεοπτολέμῳ δὲ καὶ Ἀρύββᾳ πατὴρ ἦν Ἀλκέτας ὁ Θαρύπου.
这位庇洛斯与亚历山大(大王)并无关联,除非就谱系而言;因为庇洛斯是阿留巴斯之子艾阿基德斯的儿子,而亚历山大则是新普托勒莫斯之女奥林匹亚斯的儿子,而塔鲁波斯之子阿尔克塔斯则是新普托勒莫斯和阿留巴斯的父亲。
ἀπὸ δὲ Θαρύπου ἐς Πύρρον τὸν Ἀχιλλέως πέντε ἀνδρῶν καὶ δέκα εἰσὶ γενεαί· πρῶτος γὰρ δὴ οὗτος ἁλούσης Ἰλίου τὴν μὲν ἐς Θεσσαλίαν ὑπερεῖδεν ἀναχώρησιν, ἐς δὲ τὴν Ἤπειρον κατάρας ἐνταῦθα ἐκ τῶν Ἑλένου χρησμῶν ᾤκησε.
从塔鲁波斯到阿喀琉斯之子庇洛斯有十五代人;因为正是后者,在伊利奥斯陷落时,放弃了返回色萨利,而是在伊庇鲁斯登陆,并根据赫勒诺斯的神谕在那里定居。
καί οἱ παῖς ἐκ μὲν Ἑρμιόνης ἐγένετο οὐδείς, ἐξ Ἀνδρομάχης δὲ Μολοσσὸς καὶ Πίελος καὶ νεώτατος ὁ Πέργαμος.
他与赫耳弥俄涅并无子嗣,但与安德洛玛刻生下了莫洛索斯、皮埃洛斯以及最年轻的培尔加摩斯。
ἐγένετο δὲ καὶ Ἑλένῳ Κεστρῖνος· τούτῳ γὰρ Ἀνδρομάχη συνῴκησεν ἀποθανόντος ἐν Δελφοῖς Πύρρου.
赫勒诺斯也生了凯斯特里诺斯;因为在庇洛斯于德尔斐去世后,安德洛玛刻便与他共同生活。
§1.11.2Ἑλένου δὲ ὡς ἐτελεύτα Μολοσσῷ τῷ Πύρρου παραδόντος τὴν ἀρχὴν Κεστρῖνος μὲν σὺν τοῖς ἐθέλουσιν Ἠπειρωτῶν τὴν ὑπὲρ Θύαμιν ποταμὸν χώραν ἔσχε, Πέργαμος δὲ διαβὰς ἐς τὴν Ἀσίαν Ἄρειον δυναστεύοντα ἐν τῇ Τευθρανίᾳ κτείνει μονομαχήσαντά οἱ περὶ τῆς ἀρχῆς καὶ τῇ πόλει τὸ ὄνομα ἔδωκε τὸ νῦν ἀφʼ αὑτοῦ· καὶ Ἀνδρομάχης—ἠκολούθει γάρ οἱ—καὶ νῦν ἐστιν ἡρῷον ἐν τῇ πόλει.
当赫勒诺斯临终前将统治权传给庇洛斯之子莫洛索斯时,凯斯特里诺斯与自愿随行的伊庇鲁斯人一起,占领了斯亚米斯河上方的土地,而培尔加摩斯则渡海前往亚洲,在与特乌特拉尼亚的统治者阿雷乌斯单挑中为了争夺统治权而将其杀死,并用自己的名字为该城命名,即现在的名字;而安德洛玛刻的祠堂(因为她曾跟随他)至今仍在城中。
Πίελος δὲ αὐτοῦ κατέμεινεν ἐν Ἠπείρῳ, καὶ ἐς πρόγονον τοῦτον ἀνέβαινε Πύρρος τε ὁ Αἰακίδου καὶ οἱ πατέρες, ἀλλʼ οὐκ ἐς Μολοσσόν.
但皮埃洛斯本人留在了伊庇鲁斯,艾阿基德斯之子庇洛斯以及他的父辈就是上溯到这位祖先,而不是莫洛索斯。
§1.11.3ἦν δὲ ἄχρι μὲν Ἀλκέτου τοῦ Θαρύπου ἐφʼ ἑνὶ βασιλεῖ καὶ τὰ Ἠπειρωτῶν·
直到塔鲁波斯之子阿尔克塔斯统治时期,伊庇鲁斯人的国家还处于单一国王统治之下;但阿尔克塔斯的儿子们在发生内讧后,决定平等共同统治,并彼此保持忠诚。
οἱ δὲ Ἀλκέτου παῖδες, ὥς σφισι στασιάσασι μετέδοξεν ἐπʼ ἴσης ἄρχειν, αὐτοί τε πιστῶς ἔχοντες διέμειναν ἐς ἀλλήλους καὶ ὕστερον Ἀλεξάνδρου τοῦ Νεοπτολέμου τελευτήσαντος ἐν Λευκανοῖς, Ὀλυμπιάδος δὲ διὰ τὸν Ἀντιπάτρου φόβον ἐπανελθούσης ἐς Ἤπειρον, Αἰακίδης ὁ Ἀρύββου τά τε ἄλλα διετέλει κατήκοος ὢν Ὀλυμπιάδι καὶ συνεστράτευσε πολεμήσων Ἀριδαίῳ καὶ Μακεδόσιν, οὐκ ἐθελόντων ἕπεσθαι τῶν Ἠπειρωτῶν.
后来,当新普托勒莫斯之子亚历山大在卢卡尼亚人那里去世,而奥林匹亚斯因害怕安提帕特而返回伊庇鲁斯时,阿留巴斯之子艾阿基德斯在其他方面一直顺从奥林匹亚斯,并与她一同出征攻击阿里达乌斯和马其顿人,尽管伊庇鲁斯人并不愿意跟随。
§1.11.4Ὀλυμπιάδος δὲ ὡς ἐπεκράτησεν ἀνόσια μὲν ἐργασαμένης καὶ ἐς τὸν Ἀριδαίου θάνατον, πολλῷ δὲ ἔτι ἀνοσιώτερα ἐς ἄνδρας Μακεδόνας, καὶ διὰ ταῦτα οὐκ ἀνάξια ὕστερον ὑπὸ Κασσάνδρου παθεῖν νομισθείσης, Αἰακίδην κατʼ ἀρχὰς μὲν οὐδʼ αὐτοὶ διὰ τὸ Ὀλυμπιάδος ἔχθος ἐδέχοντο Ἠπειρῶται, εὑρομένου δὲ ἀνὰ χρόνον παρὰ τούτων συγγνώμην δεύτερα ἠναντιοῦτο Κάσσανδρος μὴ κατελθεῖν ἐς Ἤπειρον.
但当奥林匹亚斯取得优势后,她在阿里达乌斯之死一事上犯下了不敬之罪,对马其顿男子更是犯下了远为不敬的行径,并因此被认为后来死于卡桑德之手是罪有应得,起初伊庇鲁斯人自己也由于对奥林匹亚斯的仇恨而不愿接纳艾阿基德斯;但随着时间的推移,当他获得他们的宽恕时,卡桑德再次反对他返回伊庇鲁斯。
γενομένης δὲ Φιλίππου τε ἀδελφοῦ Κασσάνδρου καὶ Αἰακίδου μάχης πρὸς Οἰνιάδαις, Αἰακίδην μὲν τρωθέντα κατέλαβε μετʼ οὐ πολὺ τὸ χρεών·
当卡桑德的兄弟菲力与艾阿基德斯在俄尼亚代附近发生战斗时,受了伤的艾阿基德斯在不久后便迎来了死亡的宿命。
§1.11.5Ἠπειρῶται δὲ Ἀλκέταν ἐπὶ βασιλείᾳ κατεδέξαντο, Ἀρύββου μὲν παῖδα καὶ ἀδελφὸν Αἰακίδου πρεσβύτερον, ἀκρατῆ δὲ ἄλλως θυμοῦ καὶ διʼ αὐτὸ ἐξελασθέντα ὑπὸ τοῦ πατρός.
于是伊庇鲁斯人迎立阿尔克塔斯为王,他是阿留巴斯之子,艾阿基德斯的兄长,但他平日里性情暴躁、无法控制愤怒,因此曾被其父亲驱逐。
καὶ τότε ἥκων ἐξεμαίνετο εὐθὺς ἐς τοὺς Ἠπειρώτας, ἐς ὃ νύκτωρ αὐτόν τε καὶ τοὺς παῖδας ἐπαναστάντες ἔκτειναν.
当时他一返回,便立即对伊庇鲁斯人施以暴政,直到夜间他们发动起义,将他及其子嗣一并杀死。
ἀποκτείναντες δὲ τοῦτον Πύρρον τὸν Αἰακίδου κατάγουσιν· ἥκοντι δὲ εὐθὺς ἐπεστράτευε Κάσσανδρος, νέῳ τε ἡλικίᾳ ὄντι καὶ τὴν ἀρχὴν οὐ κατεσκευασμένῳ βεβαίως.
杀死他后,他们迎回了艾阿基德斯之子庇洛斯;但他一回来,卡桑德就向他发起进攻,因为他当时年纪尚轻,统治也未稳固。
Πύρρος δὲ ἐπιόντων Μακεδόνων ἐς Αἴγυπτον παρὰ Πτολεμαῖον ἀναβαίνει τὸν Λάγου· καί οἱ Πτολεμαῖος γυναῖκά τʼ ἔδωκεν ἀδελφὴν ὁμομητρίαν τῶν αὑτοῦ παίδων καὶ στόλῳ κατήγαγεν Αἰγυπτίων.
在马其顿人进攻时,庇洛斯前往埃及投奔拉古斯之子托勒密;托勒密将自己孩子们同母异父的姐妹嫁给他,并用埃及的舰队送他回国。
§1.11.6Πύρρος δὲ βασιλεύσας πρώτοις ἐπέθετο Ἑλλήνων Κορκυραίοις, κειμένην τε ὁρῶν τὴν νῆσον πρὸ τῆς αὑτοῦ χώρας καὶ ἄλλοις ὁρμητήριον ἐφʼ αὑτὸν οὐκ ἐθέλων εἶναι.
庇洛斯称王后,首先攻击了希腊人中的科尔库拉人,因为他看到该岛位于自己领土的前方,不希望它成为他人攻击自己的基地。
μετὰ δὲ ἁλοῦσαν Κόρκυραν ὅσα μὲν Λυσιμάχῳ πολεμήσας ἔπαθε καὶ ὡς Δημήτριον ἐκβαλὼν Μακεδονίας ἦρξεν ἐς ὃ αὖθις ἐξέπεσεν ὑπὸ Λυσιμάχου, τάδε μὲν τοῦ Πύρρου μέγιστα ἐς ἐκεῖνον τὸν καιρὸν δεδήλωκεν ἤδη μοι τὰ ἐς Λυσίμαχον ἔχοντα·
在科尔库拉陷落后,他在与利西马科斯交战中所遭受的一切,以及他如何驱逐德米特里乌斯并统治马其顿、直到再次被利西马科斯驱逐,这些庇洛斯在那个时期最伟大的事迹,我已经在他与利西马科斯的关系中阐明了。
§1.11.7Ῥωμαίοις δὲ οὐδένα Πύρρου πρότερον πολεμήσαντα ἴσμεν Ἕλληνα. Διομήδει μὲν γὰρ καὶ Ἀργείων τοῖς σὺν αὐτῷ οὐδεμίαν ἔτι γενέσθαι πρὸς Αἰνείαν λέγεται μάχην·
我们知道在庇洛斯之前,没有希腊人曾与罗马人交战。
Ἀθηναίοις δὲ ἄλλα τε πολλὰ ἐλπίσασι καὶ Ἰταλίαν πᾶσαν καταστρέψασθαι τὸ ἐν Συρακούσαις πταῖσμα ἐμποδὼν ἐγένετο μὴ καὶ Ῥωμαίων λαβεῖν πεῖραν· Ἀλέξανδρος δὲ ὁ Νεοπτολέμου, γένους τε ὢν Πύρρῳ τοῦ αὐτοῦ καὶ ἡλικίᾳ πρεσβύτερος, ἀποθανὼν ἐν Λευκανοῖς ἔφθη πρὶν ἐς χεῖρας ἐλθεῖν Ῥωμαίοις.
因为据说对于狄奥墨得斯和随同他的阿尔戈斯人而言,此后便没有再与埃涅阿斯发生过战斗;而对于雅典人,尽管他们曾期盼许多其他事情,甚至期望征服整个意大利,但在叙拉古的惨败阻碍了他们去试探罗马人的实力;而新普托勒莫斯之子亚历山大,虽然与庇洛斯同族且年纪较长,却在卢卡尼亚人那里去世,在能够与罗马人交手之前就死去了。