Humanitext Reader

保萨尼亚斯 · 希腊志 §1.9.6-1.9.8

利西马科斯的诸次征战与掘墓指控

第 10 段,共 465 段 · 希腊语

内容简介

本节叙述了利西马科斯与周边民族及其他继业者的战争、叶菲索斯城的重建,以及作者对历史学家希罗纽摩斯关于利西马科斯掘墓指控的驳斥。

§1.9.6τότε δὲ ὁ Λυσίμαχος πρώτοις τῶν περιοίκων ἐπολέμησεν Ὀδρύσαις, δεύτερα δὲ ἐπὶ Δρομιχαίτην καὶ Γέτας ἐστράτευσεν·
当时,利西马科斯在周边邻国中首先与奥德里萨人开战,其次出兵攻打德罗米海特斯和盖塔人。
οἷα δὲ ἀνδράσι συμβαλὼν οὐκ ἀπείροις πολέμων, ἀριθμῷ δὲ καὶ πολὺ ὑπερβεβληκόσιν, αὐτὸς μὲν ἐς τὸ ἔσχατον ἐλθὼν κινδύνου διέφυγεν, ὁ δέ οἱ παῖς Ἀγαθοκλῆς συστρατευόμενος τότε πρῶτον ὑπὸ τῶν Γετῶν ἑάλω.
由于遇到了并非没有战争经验且在数量上远远超过他们的对手,他自己陷入了极端的危险之中,但最终得以逃脱,而当时与他一同参战的儿子阿加托克利斯则首次被盖塔人俘虏。
Λυσίμαχος δὲ καὶ ὕστερον προσπταίσας μάχαις καὶ τὴν ἅλωσιν τοῦ παιδὸς οὐκ ἐν παρέργῳ ποιούμενος συνέθετο πρὸς Δρομιχαίτην εἰρήνην, τῆς τε ἀρχῆς τῆς αὑτοῦ τὰ πέραν Ἴστρου παρεὶς τῷ Γέτῃ καὶ θυγατέρα συνοικίσας ἀνάγκῃ τὸ πλέον·
利西马科斯此后在战斗中也遭遇了挫折,并且他没有轻视儿子的被俘,于是与德罗米海特斯缔结了和约,将自己领土中伊斯特尔河彼岸的部分让给该盖塔人,并把女儿嫁给了他,这在很大程度上是出于无奈。
οἱ δὲ οὐκ Ἀγαθοκλέα, Λυσίμαχον δὲ αὐτὸν ἁλῶναι λέγουσιν, ἀνασωθῆναι δὲ Ἀγαθοκλέους τὰ πρὸς τὸν Γέτην ὑπὲρ αὐτοῦ πράξαντος.
但也有人说,被俘的不是阿加托克利斯,而是利西马科斯本人,是阿加托克利斯替他与盖塔人交涉才使他得以获救。
ὡς δὲ ἐπανῆλθεν, Ἀγαθοκλεῖ Λυσάνδραν γυναῖκα ἠγάγετο, Πτολεμαίου τε τοῦ Λάγου καὶ Εὐρυδίκης οὖσαν.
当他返回后,他让阿加托克利斯娶了拉戈斯之子托勒密与欧律狄刻的女儿吕珊德拉为妻。
§1.9.7διέβη δὲ καὶ ναυσὶν ἐπὶ τὴν Ἀσίαν καὶ τὴν ἀρχὴν τὴν Ἀντιγόνου συγκαθεῖλε.
他还率船队渡海前往亚洲,共同推翻了安提柯的统治。
συνῴκισε δὲ καὶ Ἐφεσίων ἄχρι θαλάσσης τὴν νῦν πόλιν, ἐπαγαγόμενος ἐς αὐτὴν Λεβεδίους τε οἰκήτορας καὶ Κολοφωνίους, τὰς δὲ ἐκείνων ἀνελὼν πόλεις, ὡς Φοίνικα ἰάμβων ποιητὴν Κολοφωνίων θρηνῆσαι τὴν ἅλωσιν.
他还通过迁入勒贝多斯人和科洛封人作为居民,建造了如今直抵海边的新叶菲索斯城,同时摧毁了他们的原有城市,以至于科洛封人的双音步诗人菲尼克斯哀悼了那座城市的陷落。
Ἑρμησιάναξ δὲ ὁ τὰ ἐλεγεῖα γράψας οὐκέτι ἐμοὶ δοκεῖν περιῆν· πάντως γάρ που καὶ αὐτὸς ἂν ἐπὶ ἁλούσῃ Κολοφῶνι ὠδύρατο.
在我看来,撰写哀歌的赫耳墨西亚纳克斯当时似乎已不在人世;因为如果他还在,他必定也会为科洛封的陷落而哀伤。
Λυσίμαχος δὲ καὶ ἐς πόλεμον πρὸς Πύρρον κατέστη τὸν Αἰακίδου· φυλάξας δὲ ἐξ Ἠπείρου ἀπιόντα, οἷα δὴ τὰ πολλὰ ἐκεῖνος ἐπλανᾶτο, τήν τε ἄλλην ἐλεηλάτησεν Ἤπειρον καὶ ἐπὶ τὰς θήκας ἦλθε τῶν βασιλέων.
利西马科斯还与埃阿科斯之子庇洛斯爆发了战争;他乘庇洛斯离开伊庇鲁斯之机(因为庇洛斯经常在外游荡),蹂躏了伊庇鲁斯的其他地方,并到达了国王们的陵墓。
§1.9.8τὰ δὲ ἐντεῦθεν ἐμοί ἐστιν οὐ πιστά, Ἱερώνυμος δὲ ἔγραψε Καρδιανὸς Λυσίμαχον τὰς θήκας τῶν νεκρῶν ἀνελόντα τὰ ὀστᾶ ἐκρῖψαι.
但此后的事情对我而言并不可信,卡尔迪亚的希罗纽摩斯写道,利西马科斯掘毁了死者的陵墓,并将骨骸抛弃。
ὁ δὲ Ἱερώνυμος οὗτος ἔχει μὲν καὶ ἄλλως δόξαν πρὸς ἀπέχθειαν γράψαι τῶν βασιλέων πλὴν Ἀντιγόνου, τούτῳ δὲ οὐ δικαίως χαρίζεσθαι· τὰ δὲ ἐπὶ τοῖς τάφοις τῶν Ἠπειρωτῶν παντάπασίν ἐστι φανερὸς ἐπηρείᾳ συνθείς, ἄνδρα Μακεδόνα θήκας νεκρῶν ἀνελεῖν.
这位希罗纽摩斯在其他方面确实有因对除安提柯以外的国王怀有敌意而撰写历史的声誉,且对安提柯有不公正的偏袒;但在关于伊庇鲁斯人坟墓的事情上,他显然完全是出于恶意编造,声称一个马其顿人会掘毁死者的陵墓。
χωρὶς δὲ ἠπίστατο δή που καὶ Λυσίμαχος οὐ Πύρρου σφᾶς προγόνους μόνον ἀλλὰ καὶ Ἀλεξάνδρου τοὺς αὐτοὺς τούτους ὄντας· καὶ γὰρ Ἀλέξανδρος Ἠπειρώτης τε ἦν καὶ τῶν Αἰακιδῶν τὰ πρὸς μητρός, ἥ τε ὕστερον Πύρρου πρὸς Λυσίμαχον συμμαχία δηλοῖ καὶ πολεμήσασιν ἀδιάλλακτόν γε οὐδὲν πρὸς ἀλλήλους γενέσθαι σφίσι.
此外,利西马科斯想必也很清楚,这些不仅是庇洛斯的祖先,也是亚历山大的祖先;因为亚历山大在母系方面既是伊庇鲁斯人,也属于埃阿科斯家族,而后来庇洛斯与利西马科斯的结盟也表明,尽管他们曾交战,但彼此之间并未产生任何不可调和的仇恨。
τῷ δὲ Ἱερωνύμῳ τάχα μέν που καὶ ἄλλα ἦν ἐς Λυσίμαχον ἐγκλήματα, μέγιστον δὲ ὅτι τὴν Καρδιανῶν πόλιν ἀνελὼν Λυσιμάχειαν ἀντʼ αὐτῆς ᾤκισεν ἐπὶ τῷ ἰσθμῷ τῆς Θρᾳκίας χερρονήσου.
希罗纽摩斯或许对利西马科斯还有其他的指控,但最大的一点在于利西马科斯摧毁了卡尔迪亚人的城市,并在色雷斯半岛的地峡上建立了利西马基亚作为替代。

词汇与语法注释

  1. §1.9.6οἷα δὲ ἀνδράσι συμβαλὼν — 分词 συμβαλὼν 为主格单数,与主句主语(利西马科斯)一致;οἷα 与分词连用,强调原因(“因为遇到了……”)。
  2. §1.9.6τῆς τε ἀρχῆς τῆς αὑτοῦ τὰ πέραν Ἴστρου — 部分属格 τῆς ἀρχῆς τῆς αὑτοῦ 修饰分词 παρεὶς 的直接宾语、中性复数名词化短语 τὰ πέραν Ἴστρου(伊斯特尔河彼岸的地区),意为“在自己领土中伊斯特尔河彼岸的部分”。
  3. §1.9.7ἐμοὶ δοκεῖν — 不定式绝对用法,用于插入语 ἐμοὶ δοκεῖν(“依我看来”或“在我看来”)。
  4. §1.9.7ἂν ... ὠδύρατο — 助词 ἄν 与直陈式过去时(不定过去时) ὠδύρατο 连用,表示与过去事实相反的虚拟语气(“他必定也会哀伤[但实际上没有,因为他当时已不在人世]”)。
  5. §1.9.8ἐγκλήματα — 介词短语 ἐς Λυσίμαχον 替代了与名词 ἐγκλήματα 连用的宾格性属格(客观属格),表示指控或不满的对象(“针对利西马科斯的指控”)。

引用这一段

保萨尼亚斯, 希腊志 §1.9.6-1.9.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:1.9.6-1.9.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。