Humanitext Reader

阿里斯·台德斯 · 反对舞者 §413-414

迎合大众的辩辞自相矛盾与对卑俗献媚的批判

第 7 段,共 8 段 · 希腊语

内容简介

阿里斯泰德驳斥了那些取悦大众的雄辩家们自相矛盾的辩解,论证了真正的领导者与专业人士应该引导大众而非顺从大众。他进一步指出自由公民若模仿卑俗的艺人或娼妓来娱乐大众将是极大的耻辱,并表明大众自身也并非真正尊重这些低俗的奇观。

§413διπλασίαν τὴν ζημίαν ἐκτίνειν κελεύουσι τῶν ἀκόντων βλαψάντων.
……(法律)命令他们支付相当于无意伤害者两倍的罚金。
ἀρχὴν δὲ οὐδὲ συμβαλεῖν μοι δοκῶ δύνασθαι τί ποτʼ ἔσθʼ ὃ λέγουσι.
首先,我觉得自己甚至无法理解他们到底在说什么。
καὶ γὰρ ὡς οὐκ ἄκοντες ὑφίενται δοκοῦσί μοι λέγειν, καὶ πάλιν ὡς οὐχ ἑκόντες, ἀλλʼ ἄκοντες ὑφίενται.
因为在我看来,他们一方面似乎在说自己并不是违心地让步,另一方面又似乎在说自己不是自愿、而是违心地让步。
ὅταν μὲν γὰρ εἰς τοὺς ἀκροατὰς ἀναφέρωσι καὶ παρὰ τούτοις εἶναι φῶσι τὴν αἰτίαν, ὥσπερ ἄκοντες ἁμαρτάνειν λέγειν μοι δοκοῦσιν, ὅταν δʼ εἰδέναι μὲν ὡς οὐδὲν χρηστόν ἐσθʼ ὧν λέγουσιν, αἱρεῖσθαι δὲ λέγειν ὑπὲρ τοῦ ψυχαγωγεῖν, ἑκόντες ἁμαρτάνειν ὁμολογεῖν μοι δοκοῦσιν, ὥσπερ οἱ ἐν ταῖς τραγῳδίαις εἰδέναι μὲν φάσκοντες ἃ δράσουσι κατὰ, αὑτῶν δὲ κρατεῖν οὐ δύνασθαι.
当他们把责任推给听众、并声称原因在听众身上时,他们在我看来似乎是在说自己是无意中犯错;但当他们声称知道自己所说的话毫无益处,却为了取悦听众而选择这么说时,他们在我看来又似乎是在承认自己是故意犯错,就像悲剧中的人物,声称知道自己将要做出什么恶事,却无法控制自己。
τοιαῦτʼ ἐστὶ τὰ τούτων αἰνίγματα.
这就是他们的矛盾说辞。
καίτοι φησὶ μὲν δή που Κρατίνος τῶν αἰσχρῶν εἶναι φίλοισι χαριζόμενον πονηρὸν αὐτὸν εἶναι· οὗτοι δʼ εἰ μὲν φίλοις αὐτοῖς χρῶνται, παραπλησίως αὐτοῖς ἔχουσιν·
然而,克拉提诺斯想必说过,为了取悦朋友而让自己变得邪恶是可耻的事之一;如果这些人把大众当作朋友,那么他们自己也和大众处于相似的状态。
ὥστʼ εἰ τοῖς αὐτοῖς χαίρουσιν, αὑτοῖς ἄρʼ οὐχ ἧττον ἢ τούτοις χαρίζονται·
因此,如果他们喜欢同样的事物,那么他们取悦自己并不亚于取悦大众。
εἰ δʼ αὖ μὴ νομίζουσι φίλους, ἀντὶ τοῦ χαρίζονται;
但是,如果他们不把大众视为朋友,他们又是为了什么而取悦他们呢?
εἴτε γὰρ ὡς ἐρασταῖς εἴθʼ ὡς ἐρασταὶ, τό γε τῆς αἰσχύνης ἄφυκτον.
因为无论是作为被爱者还是作为爱者,耻辱都是无法逃避的。
αἰνίττονται δὲ κἀνταῦθα. φασὶ μὲν γὰρ τοὺς πολλοὺς ἐρᾶν αὑτῶν, φαίνονται δʼ αὐτοὶ τούτων ἐρῶντες, εἴ γʼ ἵνα τούτους ἀρέσωσιν ἀκολασταίνουσι.
他们在这里也同样在说哑谜:因为他们声称大众爱慕他们,但如果他们为了取悦大众而放任自己举止失检,那么他们自己显然是在爱慕大众。
καὶ μὴν εἰ μὲν οὐδὲν φροντίζουσιν αὐτῶν, τί μαθόντες φήσουσι χαρίζεσθαι;
而且,如果他们根本不在乎大众,他们凭什么声称在取悦他们?
εἰ δὲ φροντίζουσι, πότερον βελτίους ἂν ἦσαν παιδεύοντες καὶ τὴν οὖσαν ὁδὸν τῶν λόγων δεικνύντες, ἢ τῆς τούτων μοχθηρίας αὐτοὶ κληρονομοῦντες;
但如果他们在乎,那么是通过教育大众并向他们展示言论的正确道路来使他们变得更好,还是由他们自己来继承大众的恶劣,哪一种会更好呢?
ὥσπερ ἂν εἴ τις ἰατρὸς φάσκων εἶναι καὶ δέον αὐτὸν τοῖς κάμνουσι τὰ βέλτιστα συμβουλεύειν, τοῖς ἐκείνων αὐτὸς ὑπηρετοίη βουλήμασι καὶ τὴν τέχνην ὁρίζοιτο τῷ χαρίζεσθαι.
这就像一个人声称自己是医生,本应向病人提供最善的建议,自己却顺从病人的意愿,并以取悦病人来定义自己的医术。
οὐκοῦν ἀπολεῖς μὲν ἐκείνους, ἀπολεῖ δʼ αὐτὸς ἐν εὖ φρονοῦσι δικασταῖς, ἐπεὶ καὶ ἡ φύσις οὕτως ἔταξε τὸν στρατηγὸν ἡγεῖσθαι τῶν στρατιωτῶν, οὐ τοῖς στρατιώταις §414ἀκολουθεῖν, τὸν κορυφαῖον ὡσαύτως τοῦ χοροῦ, τῶν ναυτῶν τὸν κυβερνήτην, τοῦ ζεύγους τὸν ἡνίοχον, τὸν ἰατρὸν τῶν δεομένων.
因此,你不仅会毁灭他们,你自己也会在理智的法官面前遭到毁灭,因为自然也规定将军应当领导士兵,而不是追随士兵,同样,领唱者应当领导合唱队,舵手应当领导水手,御者应当领导马匹,医生应当领导需要治疗的人。
εἶτʼ ἐξὸν αὐτούς τε βελτίους εἶναι καὶ τοὺς συνόντας ὅπως βελτίους ἔσονται παρασκευάζειν, αὐτοί τε χείρους γίγνεσθε κἀκείνους ἔτι φαυλοτέρους ἢ εἰσὶν ἀποφαίνειν προαιρεῖσθε.
然而,既然你们本可以让自己变得更好,并引导同伴变得更好,你们却选择让自己变得更差,并使他们变得比原来还要不堪。
καὶ μὴν τὸ μὲν ὡς πέφυκέ τις καὶ προῄρηται λέγοντα ἀνύτειν ἄγειν ὡς ἀληθῶς ἐστι, τὸ δʼ ἐξίστασθαι τῆς ἰδέας ὑπὲρ τοῦ τι δοκεῖν ἄγεσθαι μᾶλλον ἢ ἄγειν ἐστίν.
确实,一个人根据自己的天性和选择来发言并达到目的,这才是真正的领导;但为了显得有些名气而背离自己的本色,这与其说是领导,不如说是被领导。
ὥστʼ εἰ μὲν οὐκ ἔχεις βελτίω τούτων, ἀμφότερα δυστυχεῖς, καὶ οἷς λέγεις καὶ οἷς οὐ δύνασαι λέγειν, εἰ δʼ ἐξὸν ἐκείνως ἄγειν οὕτω δέχει, πῶς οὐ παρανοεῖς;
因此,如果你没有比这些更好的东西,你在两方面都是不幸的,既在你所说的话上,也在你无法说出的话上;但如果本可以那样引导,你却接受了这样,你怎能不是失去理智?
ἢ τί σου τὸ καλὸν τῶν λόγων ἐστὶν, ὅστις γε περὶ αὐτῶν τῶν λόγων οὕτω βεβούλευσαι;
或者,对于在言论本身上做出了如此决定的你来说,你的言论之美又在哪里呢?
καὶ γὰρ αὖ κἀκεῖνο οὐ τὸν αὐτὸν τρόπον, οἶμαι, τῷ τε ῥήτορι καὶ φιλοσόφῳ καὶ πᾶσι δὴ τοῖς ἐπὶ τῆς ἐλευθερίου παιδείας προσήκει τέρπειν τοὺς ὄχλους, καὶ τοῖς ἀνδραποδώδεσι τούτοις ὀρχησταῖς, μίμοις, θαυματοποιοῖς.
因为同样,我认为,对于雄辩家、哲学者以及所有从事自由教育的人来说,取悦大众的方式,决不能与那些奴隶般的舞者、模仿戏演员、魔术师相同。
ἀλλὰ τούτοις μὲν πολλὴ συγγνώμη καὶ ποιεῖν ὁτιοῦν καὶ λέγειν, ἡμῖν δʼ, εἰ τὰ τούτων κακὰ μιμοίμεθα, πῶς εὐπρεπῶς ἕξει;
对于后者,无论做什么、说什么,都有很大的借口,但对于我们来说,如果我们模仿他们的恶劣行径,又怎能算得上体面?
ὅπου γὰρ οὐδʼ ἐλευθέρᾳ γυναικὶ καὶ ἑταίρᾳ ταὐτὰ δοκεῖ πρέπειν, οὐδʼ ἔτι μᾶλλον ταὐτά γʼ ἀνδράσι καὶ γυναιξὶ, κομιδῆ τοῖς γε ἀνδράσι ταὐτὰ πρέπειν ἅπερ ταῖς ἑταίραις οὐ φήσομεν.
因为既然自由的妇人与娼妓不被认为适合做同样的事,男人和女人就更不适合,我们绝不会说男人适合做与娼妓相同的事。
ὑμεῖς τοίνυν ὅταν εἰς ψαλτρίας τάττησθε καὶ τὰ τῶν Μουσῶν ὄργια χραίνητε ἐν τῷ δημοσίῳ, πότερον φιλοτιμίας δικαίως ἂν ἀμφισβητοίητε, ἢ ζῶντες ἂν κατορύττοισθε Περσιστί;
因此,当当你们把自己降到弹琴女的行列,并在公共场合玷污缪斯女神的神圣仪式时,你们是理所当然地要求名誉,还是应当按照波斯人的方式被活埋?
σκεψώμεθα δὴ καὶ τόδε, ὅτι οὐδὲ οἱ δῆμοι τὰ θεάματα ταῦτα, ὧν μάλιστʼ ἄν τις αὐτοὺς φήσειεν ἡττῆσθαι, παντὶ τῷ θυμῷ φιλοῦσιν οὐδὲ ἀσπάζονται.
让我们也考虑一下这一点,即大众对于那些人们认为最能征服他们的奇观,也并非全心全意地喜爱和欢迎。
τίς γάρ ἐστιν ὅστις οὐκ ἀξιοῖ βελτίων ὀρχηστοῦ παντὸς αὐτὸς εἶναι;
因为有谁不认为自己比任何舞者都更优秀呢?
ἢ τίς ἂν τῷ μίμῳ συγχωρήσειεν ἔξω φθέγγεσθαι;
或者有谁会容许模仿戏演员在台外发声呢?
ἀλλʼ ἐν μὲν τῷ παραχρῆμα γαργαλίζονται, ἀπελθόντες
但他们只是在当下感到被取悦,而一旦离去……

词汇与语法注释

  1. 413τῶν ἀκόντων βλαψάντων — 比较属格。指对自愿犯错者处以的“双倍罚金”与无意伤害者(ἀκόντων βλαψάντων)所处罚金的对比。
  2. 413τί μαθόντες — 用于质问动机、带有指责或荒谬意味的习惯用法(意为“究竟是何居心”、“凭什么”)。此处用以指出一方面声称不在乎大众,另一方面又自称取悦大众的矛盾。
  3. 413ὥσπερ ἂν εἴ τις ἰατρὸς... ὑπηρετοίη — 用 ὥσπερ ἂν εἴ(“仿佛、就像……一样”)引导虚拟比喻,后接希求语气(ὑπηρετοίη)。小词 ἄν 为这一比喻增添了潜在或假设的色彩。
  4. 414τὸ μὲν... λέγοντα ἀνύτειν — 冠词/定冠词起首的不定式短语,用作主语。宾格分词 λέγοντα 在泛指意义上充当不定式 ἀνύτειν 的逻辑主语(即“人通过发言来达到目的”)。
  5. 414ὅπου γὰρ — 关系地点副词 ὅπου(“在……地方”)在此引申为表示逻辑前提或原因的连词(意为“既然”、“在……情况下”),用以引出下文断言的依据。

引用这一段

阿里斯·台德斯, 反对舞者 §413-414. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg050.humanitext-grc2:413-414

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。