Humanitext Reader

阿里斯·台德斯 · 反对舞者 §415-416

庸俗歌舞的批判与赫拉克勒斯神话的歪曲

第 8 段,共 8 段 · 希腊语

内容简介

叙述者批判了为了取悦大众而进行的有害歌舞与言论的庸俗性,并结合赫拉克勒斯神话及社会角色论证了其不合理性。他警告说,容忍虚假的言论是对城邦与宇宙秩序的严重威胁。

§415δʼ εὐθὺς καταγελῶσι, μᾶλλον δὲ καὶ παρʼ αὐτὴν τὴν θέαν οὕτω χαίρουσιν ὡς ἄν τινες παίζοντες.
……(离去后)便立刻加以嘲笑,或者更确切地说,甚至在观看的当时,他们就表现得像在嬉戏一样高兴。
ἀλλʼ οὐδέν γʼ, οἶμαι, γελοῖον τιμιώτερον τῶν σπουδαίων, οὕτω πολλοῦ δεῖ τά γε δὴ καταγέλαστα ἔμπροσθεν ἄν ποτε τῶν σπουδαίων γενέσθαι.
但我认为,任何荒谬的事物都不会比严肃的事物更受尊重,因此,可笑的事物绝不可能被置于严肃的事物之前。
ἀλλὰ μὴν ὅπου καὶ αὐτὸ τὸ εὐδοξεῖν περὶ πολλοῦ ποιούμεθα ὑπὲρ τῆς εἰς ὕστερον μνήμης, ὧν γʼ ἐφʼ ἡμέρᾳ καὶ παραχρῆμα τέθνηκεν ἡ δόξα, ποῦ τις ἂν τούτους τιθείη;
然而,既然我们为了后世的记忆而高度重视名声本身,那么对于那些名声在一天之内、在瞬间便已消亡的人,我们又该将他们置于何处呢?
νὴ Δίʼ ἀλλὰ καὶ Ἡρακλῆς ἐν Λυδοῖς ὠρχήσατο.
‘以宙斯之名,但赫拉克勒斯也曾在吕底亚人中跳舞!
οἱ δέ γʼ αὐτοὶ κἀκεῖνο μυθολογοῦσι περὶ Ἡρακλέους, ὅτι τὴν γυναῖκα τὴν αὑτοῦ καὶ τοὺς υἱεῖς ἀπέκτεινεν, οὐχ ὡς θέμις εἰπεῖν διατεθείς·
’然而,那些人自己也关于赫拉克勒斯流传着那样的神话,说他杀死了自己的妻子和儿子,处于一种非言语所能形容的疯狂状态。
ἃ τίς ἂν πείθοιτο εὖ φρονῶν;
凡是神志清醒的人,谁会相信这些呢?
σὺ δʼ οὖν εἰ τὰ μάλιστα πιστεύεις, ἀπόκριναί μοι πρὸς αὐτοῦ τοῦ Ἡρακλέους, εἰ καὶ αὐτὸς τούτου χάριν ἡδέως ἂν τὰ σαυτοῦ διαφθείραις.
但如果你完全相信,那么请凭着赫拉克勒斯本人回答我,你是否也会为了这个缘故,乐意毁灭你自己的财产?
ἀλλʼ οὐκ ἐρεῖς.
但你不会这样说。
ἐγὼ δʼ εἰ μὲν ὠρχήσατο ἐν Λυδοῖς Ἡρακλῆς οὐκ ἔχω λέγειν, εἰ δʼ ἄρα, ἀλλὰ μιᾷ γε ἡμέρᾳ καὶ τῆς παιδιᾶς ἕνεκα καὶ ἅμα σκώπτων ἴσως τοὺς Λυδοὺς, καὶ τέταρτον εἴποιμʼ ἂν ὅτι οὐδέν γε χείρων ἐν οἷς ὠρχεῖτο ἐγίγνετο, ἀλλʼ ἦν ὅστις ἦν.
至于赫拉克勒斯是否在吕底亚人中跳过舞,我无法奉告,但如果他确实跳过,那也只是在一天之内,为了娱乐,或许同时也为了嘲弄吕底亚人,第四,我想说的是,在他跳舞的事情上,他并没有变得更糟,而是保留了他的本色。
οἶδα δὲ καὶ Λακωνικάς τινας ὀρχήσεις καὶ τραγικάς γʼ ἑτέρας, ἐμμελείας, οἶμαι, καλουμένας—οὐ γὰρ ἡ ὄρχησις αἰσχρὸν, ἀλλὰ τὸ αἰσχρὸν φευκτὸν πανταχοῦ— ἀλλʼ ὑμεῖς οὐκ ἐν Λυδοῖς, οὐδʼ εἰσάπαξ, οὐδὲ σκώπτοντες, οὐδʼ ὑγιαίνοντες τἄνδοθεν, ἀλλʼ ἐν ἅπασιν ἀνθρώποις ἁπάσας τὰς ἡμέρας ἐξορχεῖσθε, ἃ μὴ ὅτι τοῦ Ἡρακλέους, ἀλλʼ οὐδὲ τῆς Ὀμφάλης ἐπαινεῖν ἦν.
我也知道一些拉哥尼亚式的舞蹈和另一种悲剧式的舞蹈,我想被称为‘恩梅莱亚’——因为跳舞本身并非可耻,而是可耻的事物在任何地方都应避免——但你们既不是在吕底亚,也不是仅此一次,既不是在嘲弄,也不是内心健康,而是在所有人面前,天天都在跳舞,这些事情不仅赫拉克勒斯,甚至连翁法勒也是不能赞许的。
τίσι δὲ καὶ προσήκων ὁ χαρακτήρ;
那么,这种特征适合谁呢?
πότερον τοῖς περὶ τοὺς πολιτικοὺς καὶ ἀγωνιστικοὺς τῶν λόγων;
是适合那些从事政治和竞技言论的人吗?
τἀναντία μέντἂν πάθοιεν τῷ Καινεῖ τῷ Θετταλῷ γυναῖκες ἐξ ἀνδρῶν γενόμενοι.
那他们就会遭受与色萨利人凯纽斯相反的命运,由男人变成女人。
ἀλλὰ τοῖς περὶ τὴν διαλεκτικήν;
还是适合那些从事辩证法的人?
χαρίεις γʼ ἂν οὖν εἴης, ὦ μάσθλης, ἐπὶ σωφροσύνην καὶ ἀνδρείαν καὶ καρτερίαν ἐν τούτῳ τῷ μέλει παρακαλῶν, οὐ καρτερῶν αὐτὸς μένειν ἐν τῇ τάξει τῶν λόγων, ὡσπερεὶ Σαρδανάπαλλος τῇ κερκίδι τὴν κρόκην ὠθῶν ᾖδε τοὺς εἰς τὴν μάχην παρακλητικούς.
那你可真是太有风趣了,你这个献媚之徒,在这首乐曲中宣扬节制、勇敢和坚韧,自己却无法坚守在言论的阵营中,就像萨尔达那帕洛斯用织布梭子推着纬线,却唱着鼓舞士气上战场的歌一样。
ἀλλʼ ἡγεμόσι δὴ πρέπων ὁ τρόπος;
那么,这种方式适合领导者吗?
ἀλλὰ τοῖς βασιλεῦσιν;
适合君王吗?
§416ἀλλʼ ὅλως ἄρχουσιν;
还是适合所有的统治者?
οὐδʼ ἡλικίᾳ γε τῶν ἁπασῶν οὐδεμιᾷ.
甚至不适合任何年龄阶段的人。
πότερον γὰρ τοῖς νεωτέροις;
是适合年轻人吗?
ἀλλʼ ἑταιρεῖν δόξουσιν, ἐὰν ταῦτα ἀσπάζωνται.
如果他们乐于这些,就会被认为是男妓。
ἀλλὰ τοῖς ἀνδράσιν;
是适合成年男子吗?
ἀλλʼ οὐ δόξουσι βεβαιοῦν τὴν ἐπωνυμίαν.
但他们似乎无法证实自己的称号。
ἀλλὰ τοῖς πρεσβυτέροις;
是适合老年人吗?
ἀλλʼ ἀωρία πολλὴ τῆς αἰσχύνης.
那将是极不合时宜的耻辱。
λείπεται δὴ γυναιξὶ, καὶ ταύταις ταῖς ἀσελγεστάταις, πρὸς ἃς τούτους ἄξιον κρίνειν.
因此,剩下的只有女人,而且是那些最放荡的女人,将这些人与她们相提并论是合适的。
καίτοι ζηλοῦσι μὲν αὐτὰς, λείπονται δὲ συχνῷ τινι.
然而,他们虽然模仿她们,却大为逊色。
θαυμάζω δʼ εἰ τοῖς μὲν τὸ νόμισμα διαφθείρουσιν, ἔφη Δημοσθένης, θάνατος ἡ ζημία κεῖται, τοῖς δὲ τοὺς λόγους κιβδήλους καὶ παρασήμους ἀπεργαζομένοις παρρησιάζεσθαι δώσομεν, ἢ τοῦτο πρῶτον λέγειν ἐξεῖναι· κἂν μὲν ῥήματι πταίσῃ τις, ἀμαθὴς εὐθέως, ἂν δʼ ὅλῃ τῇ προαιρέσει διαφθείρῃ τὰ τεταγμένα, οὐκ ἄρα πόρρω πασῶν πανηγύρεων στήσεται.
德摩斯梯尼曾说,对于那些伪造货币的人,定有死刑作为惩罚,而对于那些使言论变得虚假和伪劣的人,我们却要给予他们发言的自由,或者允许他们首先说出这些话,这真让我感到惊讶;如果有人在一个词上出错,就会立刻被视为无知,但如果有人用他整个的选择来毁灭已确立的秩序,他却不会被拒于所有集会之外。
καὶ μὴν οὐχ ὑπὲρ λόγων ἡ βουλὴ μόνον, ἀλλʼ ὑπὲρ ἁπάσης εὐσχημοσύνης καὶ εὐταξίας καὶ τοῦ πότερον δεῖ τοῖς νόμοις ἐμμένειν, ἢ ποιεῖν ὅ τί τις βούλεται τῆς ἐφʼ ἡμέρᾳ χάριν ἡδονῆς.
况且,这次讨论不仅是为了言论,而是为了所有的体面和秩序,以及是为了遵守法律,还是为了每天短暂的享乐而为所欲为。
ὧν μὲν γὰρ ἐγὼ λέγω νικώντων, νικᾷ νόμος καὶ κόσμος, ὑφʼ ὧν οὐ μόνον αἱ πόλεις, ἀλλὰ καὶ γῆ πᾶσα καὶ οὐρανὸς αὐτὸς συνέστηκέ τε καὶ σώζεται, ἃ δʼ οὗτοι παραποιοῦσιν ἅπασι καὶ θείοις καὶ ἀνθρωπείοις πράγμασιν ἐχθρῶς ἔχει.
因为如果我说的话获胜,法律与秩序(宇宙)就获胜,不仅城邦,而且整个大地和天空本身都由此得以建立和保存;而这些人所伪造的东西,对于神圣和人世的所有事物都是敌对的。

词汇与语法注释

  1. §415πολλοῦ δεῖ — 无人称句式 πολλοῦ δεῖ(远非、绝不)后接带有表示潜在或可能的虚词 ἄν 的不定式 γενέσθαι。整体上表示强烈的否定:“可笑的事物绝不可能被置于严肃的事物之前”。
  2. §415εὖ φρονῶν — 现在分词 εὖ φρονῶν 表示条件(“如果神志清醒”)或主语的属性(“神志清醒的人”)。它与主句中的 ἄν πείθοιτο(潜在祈愿语气)相呼应,构成了一个带有强烈不可信色彩的反问句。
  3. §415τἀναντία ... τῷ Καινεῖ — 名词 τἀναντία(相反的事物)后接与格 τῷ Καινεῖ(对凯纽斯),意思是“与凯纽斯相反”。结合凯纽斯由女变男的神话,这里幽默地表现了他们将遭受相反的命运,即“由男变成女人(γυναῖκες ἐξ ἀνδρῶν γενόμενοι)”。
  4. §416οὐκ ἄρα πόρρω πασῶν πανηγύρεων στήσεται — 字面意思是“那么,他不会远离所有的公共集会”。通过双重否定式的表达(οὐκ ... πόρρω),讽刺地揭露了现实的荒谬:即便有人通过有意的选择毁灭了既定秩序,他实际上却依然能够堂而皇之地参加所有的公共节日集会。

引用这一段

阿里斯·台德斯, 反对舞者 §415-416. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg050.humanitext-grc2:415-416

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。