§411ὅτε δʼ ἔστιν ἐξ ἀρχῆς καὶ τούτους κἀκείνους χειροῦσθαι ἢ διʼ ἐκείνων καὶ τούτους αἱρεῖν, πανταχῆ νικᾷ τὰ βέλτιστα.
既然从一开始就可以既支配这些人又支配那些人,或者通过那些人也争取到这些人,那么最优秀的事物在一切方面都获胜。
μάρτυρας δὲ καὶ τούτων ἔχομεν ποιητὰς, οἳ τοὺς ἀρίστους καὶ ἀσφαλεστάτους τῶν ῥητόρων μάλιστα ζηλοῦσθαί φασι καὶ μακαρίζεσθαι παρὰ τοῖς πλήθεσι.
关于这一点,我们也拥有诗人们作为证人,他们说雄辩家里最优秀、最稳健的人,在大众中受到最大的羡慕和祝福。
καὶ τί δεῖ τοὺς παλαιοὺς καταλέγειν ἢ ποιητὰς ἢ ῥήτορας;
那么,何必列举古人的诗人和雄辩家呢?
ἀλλʼ ἡμῶν τουτωνὶ, θεὸς δʼ εὐμενὴς παραπέμποι τὸν λόγον, τίνες πω μείζους θορύβους ἐν συλλόγοις ἐκίνησαν;
相反,关于我们自己——愿慈悲的神明引导我的言辞——有谁曾在集会中激起过更大的欢呼呢?
ἢ τίς μᾶλλον σὺν θεοῖς εἰπεῖν, τουτὶ γὰρ ἔμοιγε ἡγείσθω πάσης παρρησίας, ἀμφοτέρων ἥψατο τῶν ἐθνῶν, λέγω καὶ τῶν δεξιῶν καὶ τῶν οὓς πολλοὺς ὀνομάζομεν, οἵ γε καὶ μηδενὸς αὐτοὺς ἐπαναγκάζοντος νόμου διώμοτοι τὴν ψῆφον φέρουσιν.
或者有谁更能在神明的帮助下说——愿这被我认为比一切坦言更为重要——触动了这两个阶层,我是说既包括那些聪慧之人,也包括我们所说的大众,而大众在没有任何法律强迫他们的情况下,甚至起誓投下他们的票?
ἐῶ τἄλλα.
其余的事暂且不提。
ἀλλʼ ἃ νυνὶ φθέγγεσθε ἐπὶ τούτοις ὁρᾶτε δήπουθεν.
但对于这些话,你们现在发出的欢呼声,你们自己想必是看得到的。
ἔστιν οὖν ὅ τι πώποτε πρὸς χάριν ἡμεῖς εἴπομεν τῶν ἀκροατῶν;
那么,我们可曾为了讨好听众而说过半句话吗?
οὐδὲ γρῦ.
连半个字也没有!
καίτοι πολλὰ καὶ παντοῖα.
然而我们却说过许多而且各种各样的话。
μόνοι γὰρ τῶν πώποτε ἁψαμένων λόγων εὐχόμεθα, ὅπερ μετριώτατον εἰπεῖν, ὁπόσα ἐστὶ καὶ νομίζεται περὶ λόγους ἀγαθὰ εἰς μίαν δύναμιν κατακλείσαντες δεικνύναι μεθʼ ὑπερβολῆς.
因为在所有曾接触过言论的人中,唯独我们期望——这是最温和的说法——将言论中存在且被公认为美好的一切事物凝结成一种力量,并以卓越的方式展现出来。
οὕτως ἐγώ.
我就是这样的人。
καὶ οὐδʼ ὁτιοῦν φαίην ἂν χαρίζεσθαι καὶ οὐδὲν ὅ τι οὐ χαρίζεσθαι, ἀνθʼ ὧν εἰκότως τὰ προσήκοντα χαρίζομαι.
我可以说我绝无丝毫谄媚,但又无时无刻不在给予他们喜悦,作为回报,我理所当然地给予了他们所合宜的礼物。
εἶτʼ ἐγὼ τετηρηκὼς ἐπὶ τῶν πραγμάτων καὶ τῶν αὐτὸς ἐμαυτοῦ λόγων ὡς οὐκ ἀμισθὶ τὸ τὰ βέλτιστα λέγειν περιγίγνεται, συγχωρῶ τοῖς φληνάφοις τούτοις καταψεύδεσθαι τῶν πολλῶν, ὅτι τούτων ἕνεκα ἀμαθαίνουσιν;
既然我已经在实际事实和自身的言论中观察到,说出最优秀的话绝非没有回报,那我难道会容许这些信口开河的人诬蔑大众,声称自己是为了大众才表现得如此愚昧吗?
οὐχ ἕως γʼ ἂν ἐμαυτὸν ὑπάρχω γιγνώσκων.
只要我还认得我自己,就决不容许。
εἰ δέ τινες φάσκοντες αὖ βέλτιον ἢ κατὰ τούτους προῃρῆσθαι μὴ τυγχάνουσι τῶν πολλῶν, ἀλλʼ ἀποσβέννυνται πρίν τινα ἰδεῖν τὴν φλόγα, οὐδὲν τοῦτό γʼ ἐστὶ κατὰ τῶν σεμνοτέρων λόγων ἢ ὅλως κρειττόνων.
但如果有人一方面声称自己选择了比这些人更好的道路,却未能争取到大众,反而在任何人看到他们的光芒之前就熄灭了,这绝不能归咎于那些更庄严或总的来说更优秀的言论。
ἐνδείᾳ γὰρ τῶν μεγίστων αὐτὸ πάσχουσιν, οὔτε γνώμην ἱκανὴν οὔτε κόσμον παρασχόμενοι περὶ τοὺς λόγους.
因为他们之所以遭受这种命运,是由于缺乏最重要之物,既没有在言论中表现出足够的智慧,也没有表现出足够的修饰。
εἰ δʼ ἦσαν τέλεοι τὴν μουσικὴν, ὃ τῷ Ὀρφεῖ λέγεται προσεῖναι
但如果他们在文雅艺术上臻于完美,那据说属于奥菲斯的能力也会属于他们,从而能够吸引所有人。
§412κἂν τούτοις προσῆν, πάντας ἂν ἦγον. νῦν δʼ ἐκείνῳ μὲν καὶ τὰ ξύλα καὶ τοὺς λίθους ἄγειν προστίθησιν ὁ μῦθος διʼ ὑπερβολῆς, οἱ δʼ ἀντὶ ξύλων αὐτοὶ καὶ λίθων εἰσὶ τῷ μὴ κινεῖν.
但事实上,神话夸大其词地将甚至能移动木石的能力归功于奥菲斯,而这些人自己却因为无法感动任何人,反而成了木石一般。
ἀλλʼ ἡμεῖς οὐ τοῦτο προὐθέμεθα σκοπεῖν, πόσοι πταισμάτων εἰσὶ τρόποι περὶ τοὺς λόγους, οὐδʼ εἴ τινες καὶ ἕτεροι δυστυχοῦσιν, ἀλλʼ ὅτι τῆς ἀρετῆς οὐδεμία πω κακία τρόπαιον ἔστησεν.
但我们当初的目的并非要考察言论中失败的方式有多少种,也不是要看是否还有其他一些人遭遇不幸,而是要说明,恶劣从未能战胜优秀并树立起胜利的纪念碑。
οὐδʼ ἀφʼ ἑνὸς πράγματος τοῦτο λέγοντες οὐκ ἂν αἰσχυνοίμεθα· ἐπεί τοι καὶ τούτων αὖ τινα τῶν περὶ τοὺς ὄχλους καλινδουμένων καλῶς ἐγώ ποτʼ ἐφώρασα τἀναντία πράττοντα ἢ ἔσπευδεν.
即使仅凭单一事例来说这话,我们也无需感到羞愧;因为确实,我曾经非常漂亮地揭穿过一个在大众周围打转的人,他的所作所为恰恰与他极力追求的目标相反。
ᾖδε μὲν γὰρ ἐγκλίνας τῶν χαρίτων ἕνεκα, ἀκροτελεύτιον δʼ ἐπεφθέγγετο ἐφʼ ἑκάστῳ τῶν κομματίων ὥσπερ ἐν μέλει ταυτόν.
他为了取悦听众而曲调谄媚地歌唱,在每个短句的末尾,就像唱歌一样,吟诵着同样的叠句。
οἱ δʼ ἀκροαταὶ καὶ ἐρώμενοι οὕτω σφόδρα ἐξεπλήττοντο καὶ κατείχοντο ὑπὸ τοῦ μέλους ὥσθʼ ὅτε δὴ ἐγίγνοντο πρὸς τῷ ῥήματι, ἐκγελάσαντες ἂν αὐτοὶ ὑπέβαλον, οὐκ ἀνταποδιδόντες ὥσπερ ἠχὼ τὴν φωνὴν, ἀλλὰ καὶ προλαμβάνοντες.
听众们,也是他的狂热崇拜者,被那旋律如此强烈地震撼和吸引,以至于每当到了那个特定的词时,他们就会哄堂大笑并自己接下去,不仅像回声一样随声附和,甚至还抢先说出来。
καὶ δῆτα ἡδὺς ἦν ὁ κορυφαῖος ἰὼν κατόπιν τοῦ χοροῦ.
确实,这位领唱者跟在合唱队后面走,样子真是滑稽可笑。
προσῆπτον δέ τι καὶ ἄλλο τοῦ κόρδακος οὕνεκα, ὥστʼ ἐλεινὸν τὸ χρῆμα τῆς συναυλίας εἶναι τοῦ τε σοφιστοῦ καὶ τῶν ἑταίρων ἐφʼ οἷς ἐπτόητο.
他们还为了做出低俗考达克斯舞的姿态而加上了别的动作,以至于这位智者与他所为之疯狂的同伴们合演的这出闹剧,实在是一件令人怜悯的事情。
τοιαῦτα οἱ τὸ βέλτιον τιμῶντες ἆθλα φέρονται παρὰ τῶν λογίων θεῶν καὶ τοιαῦτα οἱ λυμαινόμενοι τοῖς λόγοις.
尊重更优秀事物的人,从掌管言辞的神明那里得到这样的奖赏,而那些败坏言论的人,也得到这样的下场。
ἔπειτα ποιοῦσι παραπλήσιον ὥσπερ ἂν εἴ τις ἀνδρόγυνος ἢ εὐνοῦχος μὴ τὴν ἀσθένειαν τοῦ σώματος μηδὲ τὴν τύχην αἰτιῷτο, προνοίᾳ δὲ φάσκοι γενέσθαι τοιοῦτος.
接着,他们的所作所为就像是一个阴阳人或阉人,不归咎于自己身体的软弱或命运的安排,反而声称自己是由于深谋远虑才变成那样的。
ἀλλʼ οὔτʼ ἀληθῆ λέγεις, ὦ τᾶν, οὔθʼ ὅλως σωφρονεῖς, εἰ φὴς ἑκὼν ταῦτα τιμῆσαι.
但是,老兄,你既没有说实话,如果你说是自己自愿选择去尊重这些东西,那你也根本是不理智的。
καὶ νῦν ἐγὼ κινδυνεύω φιλανθρωπότερος περὶ τούτους εἶναι τοῖς λόγοις τούτοις ἤπερ αὐτοὶ περὶ σφᾶς αὐτούς.
现在,通过这些话,我可能对他们表现得比他们对自己还要仁慈。
ἐγὼ μὲν γὰρ ἄκοντας αὐτοὺς ἀποφαίνω καὶ δυστυχίᾳ τινὶ τοῦτο πάσχοντας, οἱ δʼ ἐξεπίτηδές φασι ποικίλλειν.
因为我表明他们是不情愿地变成这样,且是由于某种不幸才遭受如此境遇,而他们自己却说这是他们故意在玩弄花样。
οἱ δὲ νόμοι τοὺς ἑκουσίως πλημμελοῦντας
然而法律对于那些自愿犯错的人……