Humanitext Reader

阿里斯·台德斯 · 反对舞者 §409-410

保持固有和谐与卓越创作者的说服力

第 5 段,共 8 段 · 希腊语

内容简介

作者通过船只和日常物品的例子说明保持原有和谐与纯洁的重要性,并论证了最优秀的创作者(如荷马、悲剧诗人和雄辩家)如何凭借其作品的完美性,自然而然地在少数精英和广大群众中都获得最高的赞誉和说服力。

§409ὡς ἀηδέστατα πάντων;
难道是作为所有船只中最令人不快的吗?
ἆρʼ οὐχ οἵτινες μέγιστοι καὶ σεμνότατοι καὶ ἅμα τῆς ἁρμονίας ἐπὶ πλεῖστον ἥκοντες;
难道不是那些最大、最庄严、同时也最达到结构和谐境界的船只吗?
ναῦς δὲ τίς αἱρετὴ καὶ πλείστην ἔχουσα τοῖς ἐπιβάταις εὐθυμίαν τε καὶ ἡδονήν;
那么,什么样的船最值得选择,能给乘客带来最大的喜悦和快乐呢?
πότερον ἡ διεφθαρμένη καὶ ἐρρωγυῖα καὶ ὑπὸ τῆς ἀντλίας δυομένη κάτω, ἢ πολὺ τοὐναντίον ἥτις ὡς ἀκριβέστατα καὶ στεγανώτατα ἔχει καὶ πόρρωθεν ἤσκηται ἐπιθεῖν τοῖς κύμασιν;
是那只破损、开裂、因积水而向下沉没的船,还是恰恰相反,那只最精密、最防水、且早已准备好在波浪上航行的船?
εἶτʼ ἐπὶ μὲν τῶν ἄλλων οὕτως ἕκαστον τὸν αὑτοῦ λόγον σῶζον ὡς πλείστους ἄγει καὶ πείθει, ἐπὶ δʼ αὐτῶν τῶν λόγων πῶς ὦ πρὸς θεῶν φήσομεν;
那么,如果在其他事物中,每一个都因保持其自身本有的规律而吸引并说服了最多的人,那么在言论本身上,奉神之名,我们又该怎么说呢?
καὶ μὴν εἰ μὲν ἄλλου του χάριν ὁ λόγος εὑρέθη, μὴ τοῦ πείθειν, ἴσως ἄν τις ἀμφισβήτησις ἦν·
况且,如果言论是为了其他目的而被发明,而不是为了说服,或许还会有所争议。
ὅτε δʼ ἐστὶν εὔδηλον ὡς ἐφʼ ἓν τοῦτο ἅπασα ἡ τῆς λογικῆς δυνάμεως ἕξις ὥρμηται, δυοῖν ἀνάγκη δή που θάτερον, ἢ μὴ ὀρθῶς ἔχειν μηδʼ ἱκανῶς τὸν λόγον, ἢ ὁμοῦ βέλτιστόν τε εἶναι καὶ κρατεῖν τῶν ἀκουόντων.
但是,既然显而易见,理性能力的整个状态都指向这唯一的目标,那么两者之中必居其一:要么言论是不正确、不充分的,要么它在最优秀的同时也支配着听众。
ὥστʼ οὐδὲν δεῖ διαφθείρειν αὐτὸν ὑπὲρ τοῦ κρατεῖν, ἀλλʼ ὥσπερ τὰ μηχανήματα αἱρεῖν πέφυκε, κἂν μηδεὶς εἰδῇ τῶν ἐναντίων ἐξ ὅτων καὶ ὅπως συνετέθη, οὕτω λόγος εὖ συντεθεὶς τὸ αὑτοῦ δρᾷ, κἂν τοῖς ἀπειροτάτοις ἐντύχῃ.
因此,完全没有必要为了支配而破坏言论,相反,正如攻城器械在天性上就是为了攻占而造,即使敌人中没有人知道它们是用什么材料、如何建造的,一篇构造良好的言论也会发挥其自身的作用,即使它遇到最毫无经验的人。
θαυμάζω δὲ, εἰ οἶνον μὲν καὶ σῖτον καὶ ἔλαιον καὶ μέλι καὶ κρέα καὶ τραγήματα καὶ γάλα καὶ χρήματα καὶ ὕδωρ καὶ ξύλα καὶ λίθους οὐδʼ ἂν εἷς ἡδίω φήσειε τὰ διεφθαρμένα τῶν ἀδιαφθόρων, λόγους δὲ τοὺς ὡς καθαρώτατα καὶ εἰλικρινέστατα ἔχοντας ἀηδεστέρους εἶναι τῶν διεφθαρμένων.
而我感到奇怪的是,如果对于酒、麦、油、蜜、肉、点心、奶、财富、水、木材和石块,没有任何人会说腐坏的比完好的更令人愉快,却会有人认为处于最纯洁、最真实状态的言论,比那些被破坏的言论更令人不快。
οὐδʼ ἂν εἷς ταῦτα φήσειε, καὶ ταῦθʼ ὅτι οὐ τοῦ παραδόξου λέγεται χάριν, ἀλλʼ ἀμήχανον ἄλλως ἔχειν, αὐτὰ κατηγορεῖ.
绝没有人会这样说;而且,这些话并不是为了惊世骇俗而说,而是因为事情不可能有其他结果,事实本身就是证明。
τίς ἄριστος ἐπῶν ποιητής;
谁是最好的史诗诗人?
Ὅμηρος.
荷马。
τίς δʼ ὡς πλείστους ἀνθρώπων ἀρέσκει καὶ τῷ μάλιστα χαίρουσιν;
又是谁取悦了最多的人,让人们最感到快乐?
ἢ τοῦτό γε καὶ αὐτὸς ὑπὲρ αὑτοῦ προείδετο;
难道不是他自己也预见到了关于自己的这一点吗?
διαλεγόμενος γὰρ ταῖς Δηλιάσι καὶ καταλύων τὸ προοίμιον, εἴ τις ἔροιθʼ ὑμᾶς, φησὶν "ὦ κοῦραι, τίς δʼ ὕμμιν ἀνὴρ ἥδιστος ἀοιδῶν ἐνθάδε πωλεῖται καὶ τέῳ τέρπεσθε μάλιστα,"
因为在与德洛斯的少女们交谈并结束他的序言时,他说,如果有人问你们:“姑娘们,在你们看来,来到这里的歌者中谁最甜美,你们最因谁而感到愉悦?
§410"ὑμεῖς δʼ εὖ μάλα πᾶσαι ἀποκρίνασθʼ εὐφήμως, τυφλὸς ἀνὴρ, οἰκεῖ δὲ Χίῳ ἐνὶ παιπαλοέσσῃ.
” “你们所有人都应当用美好、赞许的话语回答:‘是一个盲人,他住在多岩石的希奥斯。
" πάλιν εἰς τραγῳδίαν τίνες ἐνδοξότατοι καὶ πᾶσιν ὡς ἔπος εἰπεῖν τοῖς κριταῖς νικῶντες;
’” 再者,在悲剧方面,谁最著名,且几乎在所有裁判眼中都是获胜者?
οἶμαι μὲν, οἱ βέλτιστοι Σοφοκλῆς, Αἰσχύλος, Εὐριπίδης.
我认为是最优秀的那些人:索福克勒斯、埃斯库罗斯、欧里庇得斯。
μὴ γάρ τις τούτων μάλιστα, ἀλλʼ ὅτι γε ὑπὲρ πάντας οὗτοι τοὺς ἄλλους.
因为这并不是说他们中谁最如此,而是因为他们确实超越了所有其他人。
ῥητόρων δὲ τῶν εἰς ἡμᾶς τίς γνωριμώτατος καὶ θαυμαστότατος καὶ μέγιστον ὄνομα ἔχων ἐν τοῖς πολλοῖς;
而在我们这个时代的雄辩家里,在大众中谁最著名、最令人赞叹、名声最大?
ὁ πλεῖστον ὑπερσχὼν τῷ καλῷ τῷ περὶ τοὺς λόγους.
是那些在关于言论的美感上最杰出的人。
πάντες ὧν μέγιστα ὀνόματα ἐπὶ τοῖς ἑαυτῶν ἀντὶ μαρτύρων εἰσί μοι.
在他们各自领域中拥有最大声望的所有人,都是我的证人。
νὴ Δίʼ, εἴποι τις ἂν, ἀλλʼ ἠκολούθησαν οἱ πολλοὶ τῇ δόξῃ τῶν ὀλίγων καὶ ἀκριβῶς ἐξ ἀρχῆς τὰς ψήφους ἐνεγκόντων.
“奉宙斯之名,”也许有人会说,“但是大众跟随了少数从一开始就准确投票的人的意见。
οὐ διαφέρομαι.
”我不反对。
ἀλλʼ οὖν τοῦτό γʼ εὔδηλον ὅτι κἀν τοῖς ὀλίγοις κἀν τοῖς πολλοῖς εὐδοκιμεῖν ἀνάγκη τὰ βελτίω, καὶ τοσούτῳ μᾶλλον ὅσῳ περ ἂν ᾖ τελεώτερα.
但无论如何,这一点是显而易见的:无论是在少数人还是在多数人之中,更优秀的事物必然会获得好评,而且它们越完美,就越是如此。
ἔτι δʼ εἰ τοσοῦτόν ἐστι τὸ κράτος τῶν ἀκριβεστάτων, ὥστε καὶ ἑτέρους εὐδοκιμεῖν, οὗτοί εἰσιν οἱ παρασκευάζοντες ἀφʼ ὧν ἂν κρίνωσι, πῶς οὐ πανταχῆ τὸ ἀκριβὲς ἰσχυρόν;
此外,如果最精密者的力量如此之大,以至于其他人也因他们而获得好评,且正是他们提供了人们据以判断的准则,那么精密怎么会不在一切方面都强大呢?
ἢ τί δεῖ τοὺς ἀκριβεστάτους θεραπεύειν ἀφέντα τοὺς πολλοὺς ἀρέσκειν ζητεῖν, οἳ τῶν ἀκριβεστάτων εἰσὶν, οὐχ αὑτῶν;
或者,为什么需要放弃培养最精密的人,而去寻求取悦大众呢? 因为大众属于最精密的人,而不属于他们自己。
ἐκείνως μὲν γὰρ ὑπʼ ἀμφοτέρων κριθησόμεθα καὶ θαυμασθησόμεθα, οὕτω δὲ ὑπʼ οὐδετέρων σχεδὸν εἴπερ μηδὲν ἰσχυρόν ἐστι τῶν πολλῶν.
因为在第一种情况下,我们将被双方评判并赞赏,但在第二种情况下,如果大众自身没有任何力量,我们将几乎不被任何一方认可。
ἀλλʼ ἐγὼ τί φημί;
但我到底在说什么呢?
καὶ τοῖς ἀρίστοις ἕπεσθαι τοὺς πολλοὺς καὶ καθʼ αὑτοὺς εὐθὺς μοίρᾳ τινὶ θείᾳ τὰ κράτιστα θαυμάζειν.
大众不仅跟随最优秀的人,而且他们自己也会通过某种神圣的命运,立即赞赏最强大的事物。
καὶ γὰρ ἂν εἴη παγγέλοιον, εἰ διʼ ἑτέρων μὲν ἀκριβῶν ἴσασι τοὺς ἀκριβεῖς, αὐτοὶ δʼ ἀγνοοῦσι, καὶ τοὺς μὲν κρίνοντας αὐτῶν ἀντικρίνουσιν αὐτοὶ βελτίους ἑαυτῶν εἶναι, τοὺς δʼ ἐξ ἀρχῆς τὰ κράτιστα δεικνύντας οὐ θαυμάσονται, οἳ μετὰ τῆς ἐπιστήμης καὶ τὴν δύναμιν τοῦ πείθειν οὖσαν κέκτηνται.
因为这实在太滑稽了:如果他们通过其他精密的裁判知道谁是精密的,而他们自己却一无所知;并且,虽然他们承认那些替他们做判断的人比自己更优秀,却不赞赏那些从一开始就展现出最强大力量的人——这些人不仅拥有知识,还拥有说服的力量。
οὐδεὶς ὅστις οὐ φήσει ταῦθʼ οὕτως ἔχειν.
没有人会不承认事情就是这样。
καίτοι κἂν εἰ μὴ συναμφοτέρους ἄγειν ἐξῆν, τό γε τῶν βελτίστων μέρος αἱρετώτερον οἶμαι τοῖς εἰς βελτίους ἀξιοῦσι τελεῖν·
然而,即使不可能同时引导双方,对于那些认为自己应当归入更优秀行列的人来说,我认为选择最优秀者的这一方是更值得追求的。

词汇与语法注释

  1. 409ὡς ἀηδέστατα — 承接前一章末尾的疑问(“那么对于船只,我们看着会感到喜悦、惊叹并带离去的是怎样的船呢?”)。此处“ὡς ἀηδέστατα”意为“难道是作为最令人不快的东西[而离去吗]?”,形成反问句式,其中“ὡς”引导表示状态或方式的副词短语。
  2. 409τῆς ἁρμονίας ἐπὶ πλεῖστον ἥκοντες — 动词“ἥκω”与属格(此处为“τῆς ἁρμονίας”)连用,构成习惯用法,表示“达到……的程度”。“ἐπὶ πλεῖστον”(在最大程度上)加强了这一程度。
  3. 409εἰ μὲν ἄλλου του χάριν ὁ λόγος εὑρέθη..., ἴσως ἄν τις ἀμφισβήτησις ἦν — 由条件从句中的“εἰ”加直陈式过去时(“εὑρέθη”)以及主句中的“ἄν”加直陈式过去时(“ἦν”)构成的反事实条件句,表示对过去(或现在)事实的相反假设:“如果言论是为了其他目的而被发明的,或许还会有所争议(但实际上并非如此)”。
  4. 410οἳ τῶν ἀκριβεστάτων εἰσὶν, οὐχ αὑτῶν — 在由关系代词“οἵ”(先行词为前文的“τοὺς πολλούς”)引导的从句中,属格“τῶν ἀκριβεστάτων”和“αὑτῶν”表示所属关系,意为“大众多属于最精密的人,而不属于他们自己”。

引用这一段

阿里斯·台德斯, 反对舞者 §409-410. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg050.humanitext-grc2:409-410

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。