§329ὅμως τούτους τοὺς ἑτέρωθι γελοίους ἐνταῦθα ἐν εὐφημίᾳ τέθειται, οὐχ ἵνα τούτους ἐπαινέσειεν, ἀλλʼ ἵνα Ὁμήρῳ, ἀηδὲς μὲν εἰπεῖν, τὸ δὲ ἀληθὲς ἀποκρύψασθαι μὴ ἀνεχόμενος, ἐπηρεάσειε, λέγω.
尽管如此,他却把这些在别处显得滑稽的人放在这里的赞美之词中,这并非为了赞扬他们,而是为了侮辱荷马——尽管说起来令人不快,但我无法容忍隐瞒真相,所以直言不讳。
τίς γάρ ἐστιν ὁ λέγων
καὶ μὴν Τάνταλον εἰσεῖδον
καὶ
τὸν δὲ μέτʼ εἰσενόησα;
因为是谁在说:\n“况且我看见了坦塔罗斯”\n以及,\n“在他之后我认出了”?
οὐκοῦν ἐκείνους μὲν διὰ τῶν Ὁμήρου κωμῳδεῖ, Ὅμηρον δʼ αὖ διʼ ἐκείνων.
\n因此,他通过荷马的言辞来嘲弄他们,反过来又通过他们来嘲弄荷马。
παρενθήκη δὲ καὶ Ἡσίοδος αὐτῷ γέγονεν.
而赫西俄德对他来说也成了一个附带的插曲。
ὥστʼ ἐγὼ θαυμάζω τίνας ἂν τὰς βλασφημίας εἰς αὐτοὺς ἐποιήσατο, εἰ τὴν πόλιν αὐτὴν διέβαλλον, ἢ τὴν πολιτείαν ἀφῃροῦντο, ὁπότʼ οὐδὲν ἔχων ἕτερον προφέρειν ἢ ὅτι πλείους ἴσως τοῦ δέοντος ἐπαινοῦσιν, αὐτὸς οὕτως ἀνομοίως αὐτοῖς προσενήνεκται.
所以我感到奇怪,如果他们真的在诽谤城邦本身或夺取国制,他会对他们进行怎样的诽谤,因为当他除了他们或许赞赏得超过必要之外没有其他可以指责的地方时,他自己却对他们表现得如此不相称。
ἀτὰρ, ὦ ἄριστε Καπίτων, ἐνεθυμήθην καὶ τοῦτο μεταξὺ τῶν λόγων ὅτι πάντα εἴδωλά ἐστι τῷ ἀνδρὶ, καὶ τοῦτο μὲν οἱ ποιηταὶ μιμηταὶ εἰδώλων ἀρετῆς, τοῦτο δὲ ἡ ῥητορικὴ πολιτικῆς μορίου εἴδωλον.
但是,我优秀的卡皮托啊,在这些论证的过程中我也想到了这一点:对这个人来说,一切都是幻象——一方面诗人们是美德幻象的模仿者,另一方面修辞学是政治一部分的幻象。
εἰδώλων δὲ πλέον πρόθυρον
φαίη ἂν εἰς αὐτὸν Ὅμηρος.
\n“但门口塞满了幻象,”\n荷马会对他说。
πότερον ταῦτα θρασύτερα καὶ προπετέστερα, ἢ τἀμὰ, ἐν οἷς φημι Πλάτωνα ἀποδημῆσαι ὑπὲρ αὐτῶν, καί φημι ταῦτα λέγειν οὐ τὴν ἀποδημίαν κακίζων, ἀλλὰ τῇ ἀποδημίᾳ τὸν λόγον πιστούμενος.
是这些话更加大胆和鲁莽,还是我的话更加大胆——在我的话中,我声称柏拉图为了他们而游历在外? 我这样说并不是为了贬低他的游历,而是为了通过他的游历来证实我的论据。
ναὶ, ἀλλʼ ἀπεστερήκαμεν αὐτὸν δόξης φιλοσοφίας, ὥσπερ ἐκεῖνος τοὺς μὲν τῆς τραγῳδίας ποιητὰς οὐδʼ ἐν λόγῳ τίθησιν, Ὅμηρον δὲ τραγῳδιοποιὸν προσείρηκεν, οὐ τοῦτον τούτῳ κοσμῶν, ἀλλὰ τούτους μὲν διὰ τούτων κολούων, τοῦτον δὲ ᾧ τιμᾷ καθαιρῶν.
是的,但我们是否剥夺了他哲学的声誉,就像他甚至不把悲剧诗人放在眼里,却称荷马为悲剧作家一样? 这并非为了用这个头衔来装饰荷马,而是为了通过荷马贬低他们,并通过他所赋予的荣誉来拉低荷马。
πλέον γὰρ οἶμαι τὴν τραγῳδίαν Ὁμήρῳ συνῄδεσαν οἱ Ἕλληνες.
因为我认为希腊人知道悲剧更多地与荷马联系在一起。
ἀλλʼ Ἐπίχαρμος δῆτα δικαίως αὐτῷ κωμῳδίας ἄκρος, ᾧ ταῦτʼ ἄριστα φαίην ἂν ἔγωγε ἔχειν ὅσα τῆς φωνῆς τῆς Ἀττικῆς ἐστιν ἐγγυτάτω.
但确实,埃庇卡耳摩斯被他理所当然地称为喜剧的顶峰,我敢说,他的作品中凡是离雅典方言最近的,都是最优秀的。
οὐκοῦν δεινὸν, εἰ οὗτος μὲν καὶ τραγῳδιοποιοὺς καὶ κωμῳδιοποιοὺς καὶ πόλιν καὶ πολιτείαν καὶ νόμους αὑτῷ καθίστησιν, ἡμῖν δὲ μηδὲ λόγου τινὸς ἐξέσται πρὸς αὐτὸν ἀμφισβητῆσαι, καὶ ταῦτα οὐ μύρῳ §330ἐπαλείφουσιν αὐτὸν, ἀλλὰ λόγοις τοῖς εὐφημοτάτοις καὶ ὧν οὐδʼ ἂν αὐτὸς μείζους ἠξίωσεν ἀκούειν ὑπὲρ αὑτοῦ.
那么,如果他自己为自己确立悲剧作家、喜剧作家、城邦、国制和法律,而我们甚至不被允许在任何论证中与他争论,这难道不奇怪吗? 而且这还不是用香膏涂抹他,而是用最赞美的话语,甚至是连他自己也认为自己配不上听到的更伟大的赞美。
εἰ γὰρ ἓν μόνον εἴπομεν ἀρχόμενοι τῶν λόγων τῶν πρὸς αὐτὸν, καλῶ δὲ ἐπὶ τῷ τολμήματι καὶ Ἑρμῆν λόγιον καὶ Ἀπόλλω μουσηγέτην καὶ Μούσας ἁπάσας, εἰ τοῦτο μόνον τὸ πάσας ἐπεθήκαμεν, τίς εἰς τοσοῦτον ἂν ἠρκὼς ἦν Πλάτωνα;
因为如果我们对他的论证开始时只说了一件事——我在这项大胆的尝试中祈求雄辩的赫耳墨斯、引领缪斯的神阿波罗以及所有的缪斯——如果我们只加上“所有的”这个词,谁能把柏拉图抬高到如此地步?
μὴ γάρ τοι νομίσῃς ῥῆμα ἄλλως ἐφόλκιον εἶναι τοῦτο, ὥσπερ Ὁμήρῳ ἐστὶ
Μοῦσαι δʼ ἐννέα πᾶσαι,
ἀλλʼ εἰ περὶ τῶν ἑαυτοῦ λέγειν ἔξεστιν, ἀμήχανον ὅσον ἐστὶ τὸ τῆς προσθήκης.
千万不要以为这个词是个无用的累赘,就像荷马那里的:\n“而全部九位缪斯,”\n但如果允许谈论自己的事情,这一添加的效果是无法估量的。
νὴ Δίʼ, εἴποι τις ἄν. ἀλλʼ ἐν τούτοις μόνοις ἡμῶν πλείω περιεργάζεται, τὰ δʼ ἄλλα μεστὸς εὐλαβείας ἁνήρ;
“确实如此,”有人可能会说,“但难道仅在这些事情上他比我们更爱多管闲事,而在其他事情上这人却充满了谨慎吗?
οὐκ Ἀριστοφάνει μὲν λύγγα προσάπτει, οὐδὲν πρὸς λόγον, μᾶλλον δὲ καὶ παντελῶς πρᾶγμα ἄχαρι καὶ ἀπᾷδον τῶν περὶ ἔρωτος λόγων, τοσοῦτον δὲ ἀπέχει τοῦ τἀναγκαῖα ἢ τοῦ ἀληθῆ λέγειν ὥστε ὅλην δή που τὴν συνουσίαν ἔψευσται καὶ τοὺς τεθνεῶτας ὡς ζῶντας συμπλάττει.
”他难道没有把打嗝强加给阿里斯托芬吗? 这与论证毫无关系,甚至完全是一件不体面、与关于爱的演说极不协调的事情。 他不仅远离说必要或真实的话,甚至对整个集会撒了谎,把死者当成活人来虚构。
γνοίης δʼ ἂν ἐξ αὐτῶν τῶν λεγομένων.
你从所说的话本身就可以知道。
Μαντινεῖς μὲν γὰρ, ὧν ἐν τῷ λόγῳ μέμνηται λέγων ὡς ἐπὶ Ἀρκάδων διῳκίσθησαν ἐπὶ τοῦ δεῖνος ἄρχοντος, Σωκράτης δὲ ἐτεθνήκει πρὸ τόσου καὶ τόσου, ὁ δὲ Ἀριστοφάνης αὐτῷ λύζει τε καὶ λέγει ταῦτα πρὸς τοῦ Σωκράτους.
因为他在演说中提到的曼提尼亚人,说他们在某个执政官时期在阿卡迪亚人的统治下被拆分居住,但苏格拉底在这之前很多年就已经去世了,然而阿里斯托芬却在他的作品中打着嗝,并对苏格拉底说出这些话。
εἶτʼ ἐκείνῳ μὲν ἔνια καὶ μηδαμῆ συμβαίνοντα ἔξεστι συμπλάττειν, κἂν ἔξω φανερῶς ᾖ τοῦ λόγου, ἡμῖν δὲ ἄρα τίς μνησικακήσει εἴ τι τῶν ὑπʼ αὐτοῦ πραχθέντων ἠνέγκαμεν εἰς μέσον;
那么,如果他被允许虚构一些与事实完全不符的事情,即使这些事情显然是在论证之外,那么如果我们把柏拉图所做的某些事情公开出来,又有谁会怨恨我们呢?