← アイリオス・アリステイデス

カピトンへ

§325-326

ペリクレスへの無知の告発とプラトンの脱線

著者は、プラトンによるペリクレスへの無知の告発が対話篇において不要な脱線であり不当であることを示す。さらに、プラトン自身がホメロスや他者を無用に批判した例を挙げて、自らの批判的正当性を主張する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§325

εὐγνωμοσύνης.1 ἐγὼ μὲν γὰρ ἐφαινόμην οὐδʼ ἐν αὐτοῖς τοῖς ἀναγκαίοις ἀποτόμως τῷ λόγῳ χρώμενος, ἀλλὰ πεφεισμένως καὶ σχηματιζόμενος τὰ πρέποντα, ὁ δʼ ἀνδρὶ τῶν κατʼ αὐτὸν ἐνδοξοτάτῳ οὕτω ῥᾳδίως ἀμαθίαν ἐγκέκληκε, καὶ ταῦτα ἀκούοντος μειρακίου2 ἐπιτηδείου καταφρονῆσαι καὶ ὁτουοῦν, καὶ ᾧ3 θεῖός τε καὶ ἐπίτροπος καὶ ἀντὶ τοῦ πατρὸς ἂν ἦν.4 ὥστʼ ἐγὼ μὲν οὐδὲ ψέγω οὐδʼ ἐξελέγξω, δέδοικα δὲ μή τις ἐμοῦ γοργότερον βλέπων φῇ συνῳδὰ ταῦτα εἶναι ταῖς αἰτίαις ἃς Σωκράτης εἶχεν, ὡς ἀναπείθων τοὺς νέους τῶν πρεσβυτέρων καταφρονεῖν. καὶ ἐὰν δὴ λέγω ὅτι Περικλέα φασὶ καὶ τὰ ἴδια οὐδὲν ἀτιμότερον βιῶναι Σωκράτους σεμνότητος ἕνεκα κἀν ταῖς στρατείαις ταῖς κοιναῖς λυσιτελέστερον εἶναι Σωκράτους συμπαρόντα, ἐὰν ταῦτα λέγω, φήσεις με ῥητορεύειν. οὐκοῦν ταῦτα ἐῶ σὴν χάριν. ἀλλὰ τοσοῦτον δέομαι πυθέσθαι, ποῦ ταῦτα ἀναγκαῖον ἐγκαταμῖξαι τοῖς διαλόγοις; οὐ γὰρ ἄν μοι θαυμαστὸν εἴη εἰ μηδεὶς ἔχοι δεῖξαι. τεκμαίρομαι δʼ ἑνὶ μικρῷ. εἰ γάρ τις ἅπαν τοῦτο ἐξέλοι, ἀρξάμενος ἀπὸ τοῦ πέπονθας δὲ οὐ σὺ μόνος τοῦτο, ἀλλὰ καὶ οἱ πολλοὶ τῶν πραττόντων τὰ τῆσδε τῆς πόλεως ἢ καὶ ἔτι ἀπʼ ἐκείνου διὸ καὶ ᾁττεις ἄρα πρὸς τὰ πολιτικὰ πρὶν παιδευθῆναι μέχρι τοῦ ἀλλὰ μὰ Δίʼ οὐκ ἔχω, εἰ τοῦτό τις ἐξέλοι, τί χείρων ὁ λόγος γίγνεται, ἢ τί ἧττον προτρέπει τὸν Ἀλκιβιάδην, ἐὰν οὕτω τὸ συνεχὲς ᾖ ἀμαθίᾳ γὰρ συνοικεῖς, ὦ βέλτιστε, τῇ ἐσχάτῃ, ὡς ὁ λόγος σοῦ κατηγορεῖ καὶ σὺ σαυτοῦ. εἶεν. τί οὖν διανοεῖ περὶ σεαυτοῦ; πότερον ἐᾶν ὡς νῦν ἔχεις, ἢ ἐπιμέλειάν τινα ποιεῖσθαι; τί χείρων ἐγίγνετο ὁ λόγος, εἰ ταῦτα οὑτωσί πως εἶχεν; ἐγὼ μὲν οὐχ ὁρῶ. εἰ γὰρ τῶν ἄλλων τισὶ τῶν πολλῶν ἐβούλετο ἐπιτιμῆσαι προτροπῆς ἕνεκα τοῦ μειρακίου, ἐξῆν ὅπερ εἴρηκα ποιῆσαι. διείλεκται γάρ που καὶ περὶ τούτων ἰδίᾳ, ὡς οὐ χρὴ πρὸς τὸν δεῖνα ὁρᾶν αὐτὸν, ἀλλὰ πρὸς τοὺς ἀληθινοὺς ἀνταγωνιστάς. οὐκοῦν δεινὸν, εἰ Πλάτων μὲν κωμῳδεῖ Περικλέα μηδεμιᾶς ἀνάγκης οὔσης, ἡμῖν δὲ μηδὲ τοσοῦτον εἰπεῖν ἄνευ μέμψεως ἐξέσται ὡς ἀπεδήμησε Πλάτων εἰς Σικελίαν. καίτοι τί τοῦτο αἰσχυνόμεθα οἱ φιλοῦντες ἐκεῖνον; Παρμενίδης τοίνυν ἔστιν αὐτῷ σύγγραμμα θεῖον. τί οὖν πρὸς τὸ ἓν καὶ πολλὰ καὶ τὰς πολλὰς ταύτας στροφὰς τὸ γενέσθαι Ζήνωνα παιδικὰ Παρμενίδου; ποῦ τοῦτο ἀναγκαῖον ἦν προφέρειν ἀνδρὶ τηλικούτῳ; ἀλλʼ ὅμως εἴρηκε κόσμου τινὸς ἕνεκα τῶν λόγων. ἀλλὰ νὴ Δία ὡς Ὅμηρον μύρῳ χρίσας ἐκπέμπει χελιδόνος τιμὴν καταθεὶς, οὕτως ἡμεῖς Πλάτωνα ἐκπέμπειν ἐκ τῶν πόλεων ἐκελεύομεν ἢ μετʼ ἀδείας τοσαύτης κακῶς αὐτὸν εἰρήκαμεν; ἢ τούτους πάλιν αὖ τοὺς Γοργιείους λόγους παραιτούμεθα μὴ δυσχεραίνειν ἐὰν διαγράφωμεν,5 ὥσπερ ἐκεῖνος βούλεται τὸν Ὅμηρον διαγράφειν, ὡσπερεί τις ἑλλανοδίκης πρὸς ἐπῶν κρίσιν ᾑρημένος; ἀλλὰ τοὺς ἑταίρους τοῦ Πλάτωνος κωμῳδοῦμεν ὥσπερ ἐκεῖνος τοὺς Ὁμήρου, καὶ ταῦτα μέντοι πρὸς θεῶν τί τοῦ λόγου προσαναγκάζοντος αὐτόν; οὐ γὰρ ἔγωγε ἐπινοῶ. οὐκ ἂν οἱ φύλακες καθʼ αὑτοὺς ᾤκουν, εἰ μὴ κακῶς Ὅμηρος ἤκουσεν; ἀλλὰ γυναῖκες κοιναὶ ταῦτα ἐπηνάγκαζον; ἀλλʼ ἡ χιλιέτης πορεία χεῖρον ἂν εἴρητο αὐτῷ, εἰ μὴ Κρεόφυλος ἤκουσε κακῶς; ἀλλὰ τί τοῦτο ἐβούλετο αὐτῷ κωμῳδεῖν Ὅμηρον διὰ κενῆς; καὶ μὴν οὐδὲ αὐτό γε τοῦτο παρῃτήσατο εἰς τοσοῦτον οὔτε ἀρχόμενος τῶν πρὸς αὐτὸν λόγων, ὥσπερ ἡμεῖς πολλὰ παρῃτησάμεθα, οὔτε ἐν τοῖς ὕστερον, ἀλλʼ ἓν γὰρ τοῦτʼ εἶπε βραχὺ, ὡς οὐ πρό γε τῆς ἀληθείας τιμητέος ἁνήρ. ἡ δὲ ἀλήθεια οὐκ ἐπηνάγκαζε Κρεόφυλον ἄγειν εἰς λόγον. ἢ Πλάτωνι μὲν καὶ ἀπὸ τῶν ὀνομάτων ἐξέσται διασύρειν οὓς βούλεται καὶ διὰ τούτων ἑτέρους πάλιν, ἡμῖν δὲ οὐδὲ ἀπὸ τῶν ἔργων τῶν ἐκείνου τοὺς ἐκείνου λόγους ἐλέγχειν ἐξέσται; καὶ τὸ μὲν δὴ περὶ τῶν ἐπῶν ἀφῶμεν αὐτῷ

公平さの(過剰さを)。というのも、私自身は、必要な事柄においてさえも、議論の中で容赦なく言葉を用いることはせず、控えめに、かつふさわしい形で表現を整えているように見えたからだ。それに対して、彼は自分と同時代で最も名高い男に、このように安易に無知の嫌疑をかけた。しかもそれは、誰をも見下しがちな年頃の若者が聞いている前であり、その男はその若者にとって、叔父であり後見人であり、父親の代わりとなるべき存在であった。したがって、私は非難することも論駁することもしないが、私より鋭い目を持つ者が、これらのことはソクラテスが受けていた「若者を説得して年長者を見下すようにさせた」という起訴事実と一致していると言うのではないかと恐れる。そして、もし私が、ペリクレスは私生活においてもソクラテスに劣らず威厳をもって生きたと言われており、共同の遠征においてもソクラテスよりも彼が居合わせることで有益であった、など言えば、あなたは私が弁論を弄していると言うだろう。だから、あなたに免じてこれらのことはやめておこう。しかし、ただこれだけを尋ねたい。対話篇の中にこれらのことを混ぜ込むことがどこで必要だったのか。誰もそれを示すことができないとしても、私にとって不思議ではないだろう。私は一つの小さな証拠から推測している。もし誰かが、「そしてこのことを経験しているのは君一人ではなく、この都市の国政に携わる多くの人々も同様だ」から始まる、あるいはさらにその前の「それゆえ、君は教育を受ける前に国政へと飛び出そうとしているのだ」から、「しかし、ゼウスにかけて、私には挙げられません」に至るまでの、この全体を取り除いたとしたら、もしこれを取り除いたとしたら、議論はどのように劣ったものになるだろうか。あるいは、もし文脈が次のようにつながっているとすれば、アルキビアデスを促す力がどれほど減じるだろうか。 「実に、優れた友よ、君は極限の無知と同居している。それは君の議論が君を告発し、君自身も自分を告発している通りだ。よし。では、君は自分についてどう考えているのか。今あるままで放置するつもりか、それとも何らかの配慮をするつもりか。」 もしこれらがこのようにあったとしたら、議論はどのように劣ったものになっただろうか。私にはわからない。というのも、もし彼が若者を勧告するために他の多くの者たちを非難したかったのだとしても、私が言ったようにすることが可能だったからだ。彼はこれらのことについても、あの人を見るべきではなく、真の競争相手を見るべきであると個別に語っている。それゆえ、プラトンが何の必要もないのにペリクレスを嘲笑することは(許され)、私たちには、プラトンがシケリアへ旅したということさえも、非難されることなしに語ることが許されないとすれば、それはひどいことではないか。しかし、彼を愛する私たちは、なぜこのことを恥じるのだろうか。さらに、彼には『パルメニデス』という神聖な著作がある。では、「一」と「多」、そしてこれらの多くの論理のねじれに対して、ゼノンがパルメニデスの愛童であったということが何の役に立つのだろうか。これほどの年齢の人物に対して、このことを持ち出すことがどこで必要だったのか。しかし、それにもかかわらず、彼は議論に装飾を加えるためにそれを語ったのだ。それとも、ゼウスにかけて、彼がホメロスに香油を塗り、ツバメの栄誉を与えて送り出したように、私たちはプラトンを国々から送り出すよう命じたか、あるいはそれほどの勝手な自由をもって彼を誹謗しただろうか。あるいは、私たちがこれらの『ゴルギアス』における議論を削除したとしても不快に思わないよう懇願しているだろうか。彼が、あたかも詩の審査のために選ばれたヘラノディケスであるかのように、ホメロスを削除することを望んでいるのと同じように。あるいは、私たちはプラトンの仲間たちを、彼がホメロスの仲間たちを嘲笑したように嘲笑しているだろうか。しかも神々の名において、議論が彼にそれを強いたからだというのだろうか。私には到底考えつかない。もしホメロスが悪評を立てられなかったとしたら、守護者たちは自分たちだけで暮らせなかっただろうか。あるいは、女性の共有がこれらのことを強いたのだろうか。あるいは、クレオピュロスが悪評を立てられなかったとしたら、彼にとって千年の旅路はもっと下手に語られていただろうか。しかし、何のために、彼は無駄にホメロスを嘲笑しようとしたのだろうか。しかも、彼は、私たちが多くのことを懇願したように、彼自身への議論を始めるにあたっても、またその後の議論においても、これをそれほど懇願しなかった。ただ一つ、「真理の前に、その男を重んじるべきではない」と短く言っただけだ。しかし、真理はクレオピュロスを議論に引き出すことを強いてはいなかった。あるいは、プラトンには、名前そのものによって自分が望む者たちを誹謗し、さらに彼らを通じて他の者たちをも誹謗することが許されるのに、私たちには、彼の行動から彼の議論を批判することさえ許されないというのだろうか。そして、詩に関する彼のことは水に流そう

構文注5 件
  1. 325εὐγνωμοσύνης

    直前チャンクの末尾にある τὸ περιὸν τῆς(〜の過剰さ)に係っている属格名詞であり、チャンクをまたいだ緊密な文法接続を示している。

  2. 325μειρακίου

    接続詞 καὶ および指示代名詞の対格中性複数 ταῦτα とともに用いられた属格絶対格(ἀκούοντος μειρακίου)の主語であり、「しかも〜が聞いているところで」という付帯状況を強調する。

  3. 325ᾧ

    関係代名詞の与格。先行詞は μειρακίου(若者、すなわちアルキビアデス)であり、ペリクレスが彼(アルキビアデス)にとって「叔父であり後見人であった」という利害関係・関係性を示す。

  4. 325ἂν ἦν

    小辞 ἄν と直説法過去 ἦν の組み合わせ。過去の事実(ペリクレスは実際にはアルキビアデスの父ではない)に反する事態を仮定的に示すか、本来そうあるべきだった義務・適性を表す。

  5. 326διαγράψωμεν

    接続法現在能動態1人称複数。条件小辞 ἐὰν に導かれ、未来の仮想的な事態(「もし私たちが削除したとしても」)を表す。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 注 1 件
  • 2026-11-15 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0284.tlg047.humanitext-grc2:325-326