§319καὶ ἐν αὐτοῖς τούτοις] μή πω τοσούτου μηδὲν ἄξιον ἔστω νικητήριον, ἀλλʼ ἅ τε αὐτὸς ἔπραξε καὶ τίνων ἔπραξε χάριν καὶ ἃ αὐτὸς καθαρῶς εἴρηκε, ταῦτα συμβαίνειν φημὶ τοῖς ὑπὲρ τῆς ῥητορικῆς λόγοις·
[而且,正是这些本身中] —— 且让我们假设还没有任何如此有价值的胜利象征。 但我主张,他自己所做的事、他为谁而做、以及他自己明确说过的话,这些都与捍卫雄辩术的论证相一致。
καὶ τοσούτῳ δέω κακίζειν ἐκεῖνον τούτοις, ὥστε εἰ δεῖ καὶ τοῦτο εἰπεῖν, καὶ ἐν αὐτοῖς τούτοις σεμνύνειν αὐτὸν ἡγοῦμαι, εἰ τούτων ἐκείνοις ὑπεναντίως ἐχόντων μὴ τὰ ἔργα μηδὲ τὰς πράξεις αὐτοῦ διαβάλλω, ἀλλʼ ἐκ τοῦ βίου καὶ τῶν ἔργων, ἃ μεθʼ ἡμῶν καὶ ὧν ἡμεῖς ἀξιοῦμεν εἶναι τίθημι, ταῦθʼ ἑτέρως ἔχοντα ἢ ὡς ἄν τις πιστεύσειεν ἀποφαίνω.
而且,我绝非在这些事情上说他的坏话,因此,如果也有必要说这个的话,我认为我恰恰在这些事情上尊崇他。 因为即使这些事情与他们的主张相反,我也没有中伤他的事迹或行为,而是从他的生活和事迹中(我将这些事迹视为站在我们这一边、并属于我们认为有价值的一类),向人们表明这些事情与某些人可能相信的并不相同。
δοκεῖ σοι ταῦτα κακίζοντος ἐκεῖνον εἶναι, ἤ τινος αὐθαδείας ἢ προπετείας μετασχεῖν;
这在你看来像是说他坏话的人的言论,还是带有某种傲慢或轻率的色彩?
ἐγὼ μὲν οὐκ οἶμαι.
我并不这么认为。
ἀλλʼ εἰ δεῖ τι τούτοις ἔγκλημα ἐνεγκεῖν, μᾶλλον ἄν τις καλέσειε δικαίως εὐλάβειαν πλείω τῆς προσηκούσης.
但如果必须对这些事情提出任何指责,人们更应当且公正地称之为超乎适度的谨慎。
καίτοι ἐκεῖνός γε ὅπου καὶ μικρὸν ἐλέγχειν ἔχει τινὰ τῶν πρεσβυτέρων, ἢ καὶ τῶν καθʼ ἑαυτὸν ἐνδόξων ἀνδρῶν, οὐδὲν ὑφίεται.
然而,他自己一旦能稍微反驳任何长辈、甚至是他同时代的著名人物时,便绝不退让。
ἀλλὰ μή πω περὶ τούτων.
但这些事情我们姑且先不谈。
ἀλλὰ τί χρῆν με ποιεῖν ὦ πρὸς Διός;
可是凭着宙斯之名,我该怎么做呢?
πότερον μὴ μνησθῆναι τὸ παράπαν τῆς εἰς Σικελίαν ἀποδημίας ὥσπερ τι τῶν ἀπορρήτων μέλλοντα ἐρεῖν;
我是不是根本不该提及他前往西西里的旅行,仿佛要说出某种不可言说的秘密一样?
ἀλλʼ οὔτε ψήφισμα συνῄδειν ἀπαγορεῦον καὶ τῷ λόγῳ συνέφερε, καὶ ἅμα ἀληθὲς ἦν· καὶ γὰρ ἔπλευσεν οὐχ ἅπαξ καὶ ὑπὲρ τοῦ Δίωνι γενέσθαι τὰ δίκαια.
但我既不知道有什么法令禁止这样做,而且这也有利于论证,同时它又是事实;因为他确实航行了不只一次,而且是为了给迪翁伸张正义。
ἔστω δὲ ταῦτα·
就让这些过去吧。
ἐφαίνετο δὲ ἐν τοῖς λόγοις Γοργίου εἰρηκὼς οὐ πολλοῦ τινος ἄξιον τὸ μὴ ἀδικεῖσθαι.
但他似乎在对话录中的《高尔吉亚篇》说过,不遭受不公是没有多大价值的事。
εἰ δὲ ταῦτα ἀσθενῆ καὶ τοῦ μηδενὸς ἄξια, ἐν μέσῳ μὲν δὴ πρόκειται, λυόντων δὲ οἱ σοφοὶ, εἰ βούλονται, καὶ κακῶς λέγοντες ἐμέ. πάντως συνηθέστερον κακῶς λέγειν ἢ εὖ.
如果这些论证是软弱且无价值的,它们现在就摆在大家面前;如果智者们愿意,让他们在说我坏话的同时来反驳它们吧。 无论如何,说人坏话总比说人好话更常见。
ἀλλὰ σύν τινι ἔθει πρᾳοτέρῳ καὶ σχήματι χρῆν μνησθῆναι περὶ αὐτῶν;
但是,我本该用某种更温和的习惯和态度来提及它们吗?
οὐκοῦν ἤκουσας τῆς παραιτήσεως εἰ μὴ τότε, ἀλλὰ νῦν.
那么,你即便当时没有,现在也已经听到了这番辩解。
ὅτι δὲ οὐ τὰς παρὰ σοῦ ταύτας αἰτίας δείσαντες ὕστερον εἰσεποιήσαμεν ταῦτα, ἀλλʼ ἀπʼ ἀρχῆς ἐνῆν, κάλει τούτων μάρτυρας, εἰ βούλει, τοὺς ἀκούοντας.
至于我们并不是因为害怕你这些指责而在事后插入这些内容的,而是从一开始就包含在内,如果你愿意,请召唤当时的听众作为证人。
ἀλλὰ νὴ Δίʼ ἀνιαρὸν τοῦτο τοῖς Πλάτωνος ἑταίροις.
但是,凭着宙斯之名,“这对柏拉图的同伴来说是痛苦的。
ἕτερος λόγος οὗτος, οὐ πρὸς ἐμὲ, ἀλλὰ πρὸς ὁντιναδήποτε.
”这是另一个论点,不是针对我,而是针对任何人的。
ἢ καὶ τοῦτο ἀδικῶ ὅτι τὰ ἐκ τῶν Νόμων §320αὐτοῦ παρεγραψάμην;
或者,我因为从他的《法律篇》中引用了那段话,也是在做错事吗?
καὶ ὅπως γε, ἐπεὶ καὶ δυσχεραίνουσι, κἀκεῖνο ἐπιδείξουσιν ὡς οὐ τοῖς αὐτὸς αὑτοῦ περιπίπτει λόγοις, ἐπειδάν τι φάσκῃ.
而且,既然他们感到不满,他们又将如何表明,当他断言某事时,他并没有违背他自己的言论呢?
ἐκ τῶν Νόμων
τοῖς δʼ εὐδαιμόνως ζῶσιν ὑπάρχειν ἀνάγκη πρῶτον τὸ μὴ ἀδικεῖν ἄλλους, μήτε αὐτοὺς ὑφʼ ἑτέρων ἀδικεῖσθαι.
摘自《法律篇》: “对于那些幸福生活的人来说,首先必须不亏待他人,自己也不被他人亏待。
τούτοιν δὲ τὸ μὲν οὐ πάνυ χαλεπὸν, τοῦ δὲ μὴ ἀδικεῖσθαι κτήσασθαι δύναμιν παγχάλεπον· καὶ οὐκ ἔστιν αὐτὸ τελέως ἔχειν ἄλλως ἢ τελέως γενόμενον ἀγαθόν.
在这两者中,前者并不十分困难,但要获得不被亏待的力量却是极其困难的;除了成为完全善良的人之外,不可能完全拥有它。
ἐπὶ τούτοις αὖ τοῖς ῥήμασι τί ἡμεῖς ἐφθεγξάμεθα ἐν τῷ βιβλίῳ;
” 对于这些话,我们在书卷中又喊了些什么呢?
ἐκ τοῦ βιβλίου
ἰοῦ ἰοῦ τῆς μαρτυρίας.
摘自书卷: “噢! 噢! 多么伟大的证言!
τούτων ἐδεόμην.
这正是我所需要的。
ταῦτα λέγει Πλάτων, ὁ τοῦ ἐπιγράμματος μετέχων καὶ διʼ ὃν τὸ Ἀρίστωνος γένος θεῖον ὡς ἀληθῶς.
柏拉图是这样说的——就是那位分享了墓志铭、并因他而使阿里斯顿的家族真正成为神圣的柏拉图。
τελέως ἄρα, ὦ δαιμόνιε, ῥητορικὴ καλὸν καὶ οὐ πρὸς παντὸς οὔτε λαβεῖν οὔτε κτήσασθαι.
那么,我那神奇的朋友,雄辩术完全是一件美好的事物,而且并不是所有人都能轻易接受或获得的。
φαίνει γὰρ καὶ σὺ τοῦτό γε συγχωρῶν, ὅτι ἐπὶ τῷ μὴ ἀδικεῖσθαι τέτακται.
因为你似乎也承认这一点,即它是为了不遭受不公而设置的。
οὐκοῦν ὅτε ἀδικεῖν μὲν οὐ προσηνάγκαζεν, ἀδικεῖσθαι δὲ οὐκ ἐᾷ, ὡς δὲ ἐκ τοῦ λόγου συνέβαινεν, οὐδέτερον τούτων ἐᾷ, οὔτε ἀδικεῖν οὔτε ἀδικεῖσθαι, εἰ μὲν καὶ τῆς φιλοσοφίας ὁ αὐτός ἐστιν ὅρος, φιλοσοφία τις οὖσα ἡ ῥητορικὴ φαίνεται, εἰ δὲ ἐξαρκεῖ τῇ φιλοσοφίᾳ μὴ ἀδικεῖν, ἡ ῥητορικὴ τελεώτερον·
因此,当它不强迫行不义,又不允许遭受不公,并且正如论证所推导的那样,这两者它都不允许(既不行不义也不遭受不公)——如果哲学的定义也是相同的话,雄辩术似乎就是一种哲学;但如果对于哲学来说,不行不义就足够了,那么雄辩术就更完全。
τὸ γὰρ χαλεπώτερον κτήσασθαι καὶ μεῖζον ἤδη προστίθησιν, ὅπως μηδʼ αὐτὸς ὑπʼ ἄλλων ἀδικήσεται.
因为它增加了更难获得且更大的东西,即自己不被他人亏待。
πῶς οὖν τὸ αὐτὸ ἅμα μὲν τελέως ἀγαθὸν καὶ μέγιστον τῶν ἀγαθῶν, ἅμα δʼ ἔσχατον τῶν κακῶν καὶ κολακεία;
那么,同一样事物怎么可能既是完全善良的、且是最大的善,同时又是极端的恶和奉承呢?
ἢ πῶς ἐλάχιστον οἱ ῥήτορες δύνανται, εἴ γε οὗ παγχάλεπον κτήσασθαι δύναμιν, τοῦτʼ αὐτοῖς περίεστιν;
或者,如果他们拥有这种极其难得的力量,雄辩家们所能做的事情怎么会如此微不足道呢?
ἐγὼ μὲν οὐκ ἔχω συμβαλεῖν.
我个人无法理解。
εὐδαίμονες ἄρα, οὐκ ἄθλιοι, κατὰ τὸν Πλάτωνος λόγον οἱ ῥήτορες, εἴ γε ὁ μὲν τελέως ἀγαθὸς εὐδαίμων, τοῦτο δὲ οὐκ ἔστι κτήσασθαι μὴ τελέως ἀγαθὸν γενόμενον.
那么,根据柏拉图的论证,雄辩家们是幸福的,而不是悲惨的,因为完全善良的人是幸福的,而不成为完全善良的人是不可能获得这一点的。
πότερον ταῦτα ὀρθῶς καὶ ἀναγκαίως ἔχει ἐνεγκεῖν εἰς μέσον, ἢ καὶ τοῦτο ἀδικοῦμεν καὶ περιεργαζόμεθα, εἰ μὴ προσκυνοῦμεν, ὡσπερεὶ κίστην ἀπόρρητα κρύπτουσαν;
” 将这些事情公之于众是正确且必要的,还是说,如果我们不把它们像隐藏着不可言说之秘密的箱子一样崇拜,我们就是做错事并多管闲事了呢?
ἐγὼ δὲ οὐ τοῦτο ᾤμην εἶναι τὸ τἀπόρρητα
但我并不认为,这就是不可言说之物的本质……