Humanitext Reader

阿里斯·台德斯 · 致卡皮托 §317-318

柏拉图的西西里之行与修辞学的价值

第 2 段,共 8 段 · 希腊语

内容简介

作者向与他同样敬爱柏拉图的友人表达了亲近之情,并解释说自己的言论绝非诋毁柏拉图,反而主张柏拉图前往西西里的行动本身就证明了修辞学的价值,进而准备出示书中的原文作为证据。

§317πάντας ἔρως δεινὸς καὶ φιλία θαυμαστή τις ἐντέτηκεν ἐκ παιδός.
从孩提时代起,一种强烈的爱和某种奇妙的友谊就已经深深融入到他们所有人之中。
ὥστε καὶ σοὶ νῦν οὐ μόνον οὐ νεμεσῶ τῆς γνώμης ἣν ἔχεις, ἀλλὰ καὶ συγχαίρω.
因此,对于你现在的看法,我不仅不责怪,反而为你感到高兴。
καὶ φιλῶν οὐκ ἀνήσω, ὅτι μὴ καὶ ὅσον οἷόν τε προσθήσω, νομίζων ἀκριβῶς ἑταῖρόν τε ἐμαυτοῦ καὶ στασιώτην εἶναι.
而且我不会停止对你的喜爱,反而会尽一切可能增加它,因为我认为你确实是我的同伴和同党。
οὐ γὰρ εἰς μελάνδετον σάκος ταυροσφαγοῦντες, ὡς Αἰσχύλος ἐποίησεν, ἀλλʼ εἰς τοὺς Πλάτωνος λόγους ἀφορῶντες, ὥσπερ τινὰς συναγωγέας καὶ κοινοὺς, εἰκότως ἂν πιστεύειν ἀλλήλοις ἔχοιμεν περὶ ἁπάντων.
因为我们不是像埃斯库罗斯所写的那样,在黑边盾牌上宰杀公牛宣誓,而是注视着柏拉图的言论,将它们视为某种凝聚者和共同的纽带,我们理所当然可以在一切事情上彼此信任。
πάρεστι δέ σοι γνῶναι ὅτι καὶ ἡμῖν τι προσήκει Πλάτωνος, εἰ καὶ μὴ τοσοῦτον ὅσον τοῖς σοφοῖς, ἀλλʼ ὅσον γε ἐπίστασθαι χαίρειν τῷ ἀνδρί.
你也可以知道,柏拉图与我们也有些许关系,即使不像那些智者那么多,但至少足以让我们懂得因他而喜悦。
ἥ τε γὰρ ἡμῖν φωνὴ σὺν θεοῖς εἰπεῖν οὐχὶ κώλυμα τὸ μηδὲν ἂν τῶν ἐκείνου δέξασθαι δύνασθαι, οὐδέ τις ἡμᾶς ἀπελαύνει πρόρρησις εἰ καὶ μυστηρίων, καὶ τὸν βίον οὐ παντάπασιν ἀπᾴδειν φασὶ τῆς ἐκείνου γνώμης οἱ πεπειραμένοι.
因为神明保佑,我们的声音并不是一种无法接受他任何教诲的阻碍,也没有任何宣告——即使是秘仪的宣告——能把我们赶走,而经历过的人说,我们的生活与他的思想并非完全不和谐。
ἀλλʼ εἴτʼ ἐγὼ κατʼ ἐκεῖνον ἔφην τότε εἴτʼ ἐκεῖνος νῦν κατʼ ἐμὲ, οὐκ ἄν μοι δοκεῖ μέσος ἐγγενέσθαι οὐδὲ παρελθεῖν παρὰ τῷ ἑτέρῳ τὸν ἕτερον εὐνοίας ἕνεκα καὶ τοῦ ταὐτὰ γιγνώσκειν περὶ τῶν ὅλων εἶεν.
然而,无论当时是我顺着他的意思说,还是现在他顺着我的意思说,在我看来,我们在善意和对万事持相同看法上,彼此之间都不会有第三者介入,也不会有一方超越另一方。
φέρε δὴ πρὸς αὐτοῦ τοῦ φιλίου Διὸς, ἐπεὶ καὶ Πλάτων τό τε ἀληθὲς ἁπανταχοῦ τιμᾷ καὶ τὰς ἐν τοῖς λόγοις συνουσίας ἀφορμὴν φιλίας ἀληθινῆς ὑπολαμβάνει, σαφέστερον κατίδωμεν τί ποτε ἦν ὅ σοι προσέστη τῶν λόγων, οὓς δὴ πρὸς αὐτὸν ἡμῖν φασί τινες πεποιῆσθαι.
那么,凭着守护友谊的宙斯之名,既然柏拉图也在任何地方都尊崇真理,并将言论中的交往视为真挚友谊的契机,就让我们更清晰地看一看,在那些有人说我们是针对他而作的演说中,究竟是什么触怒了你。
ἐγὼ μὲν γὰρ αὐτὸν ἐπειρώμην πανταχοῦ σύμψηφον ὄντα ἐμαυτῷ δεικνύναι.
因为我曾试图表明他在各个方面都与我意见一致。
εἴτε γάρ τι ἡμῖν λελήρηται, οὐδὲν δεῖ τῆς Στησιχόρου παλινῳδίας, ἀλλὰ σπογγιὰ ἰάσεται, εἴτε τι καὶ κρεῖττον ἐν τοῖς λόγοις ἔνεστιν ἢ ὡς τοῦτο τὸ ἆθλον πρέπειν αὐτοῖς.
因为如果我们说了什么胡话,根本不需要司特西科罗斯的《撤回诗》,海绵就能治愈它;或者,如果这些演说中确实有比配得上这份奖赏更好的东西。
σὺ δὲ ἐπαίνει μὲν, εἴ σοι μὴ δοκεῖ, μηδὲν μᾶλλον, συγγίγνωσκε δὲ ὅμως, εἰ μὴ καὶ τιμῆς ἀξιοῖς, §318ἀλλὰ τούτου γε ἂν ἀξιοῖς.
如果你不这样认为,就完全不用多加赞美,但即便你不认为它们值得尊敬,也请予以宽恕,至少你应当认为它们配得上这一点。
ἔφησθα, ὡς ἐγὼ πυνθάνομαι, δυσχεραίνειν ὅτι ἦν ἐν τοῖς λόγοις μνήμη τῆς εἰς Σικελίαν ἀποδημίας αὐτοῦ, καὶ ὅτι τοῦ βίου δὴ καθάπτεσθαι τοῦ Πλάτωνος ἐν τούτοις ἐδοκοῦμεν· ἐχρῆν δὲ ἄρα τοῦτο μὲν χωρίς που εἶναι, τὸν λόγον δὲ ἐλέγχειν, καὶ ταῦτά γε οὐκ ἐραστοῦ μόνον τὰ ἐγκλήματα, ἀλλὰ καὶ σωφρονοῦντος περὶ λόγους.
据我所知,你说过你很不满,因为演说中提及了他前往西西里的旅行,并且我们似乎在其中攻击了柏拉图的一生;并认为这应该被区分开来,而应该去驳斥论说本身;这些指责不仅来自一个爱慕者,也来自一个对言论保持理智的人。
ἀλλʼ ὅρα δὴ μὴ ἀναίτιόν με αἰτιᾷ.
但请看清楚,你是否在无理地指责我。
ἐγὼ γὰρ οὐκ ἔλεγον δή που Πλάτωνα κακῶς, ὥσπερ ἐν δικαστηρίῳ τινὶ κρίνων, οὐδʼ ᾐτιώμην τὰς ἀποδημίας, ἵνα χείρων νομίζοιτο, ἀλλὰ κἀν τούτοις μαρτυρεῖν ἔφασκον ἐμαυτῷ τε καὶ ῥητορικῇ.
因为我绝非像在法庭上审判他一样说柏拉图的坏话,也非指责他的旅行以使其显得更糟,而是主张即使在这些事上,他也为我和雄辩术作了见证。
δῆλον γὰρ ὅτι εἰ μὲν μικροῦ τινος ἄξιον ἦν τὸ ἀδικεῖσθαι, ἢ τὸ δίκην λαμβάνειν ἀδικηθέντα, οὐδʼ ἂν ἐκεῖνον ἐπῆρεν οὐδεὶς πέλαγός τε τοσοῦτον πλεῖν καὶ παρʼ ἄνδρα τύραννον ὑπὲρ τῶν Λίωνος πραγμάτων, οὐδέ γε ἐκεῖθεν ἀναστρέψαντο συμπράττειν ἅπαντα Δίωνι, κατελθεῖν τε βουλομένῳ καὶ δίκην ὧν ἐπεπόνθει λαμβάνειν.
因为显然,如果遭受不公或在遭受不公后惩罚恶人是微不足道的事,就没有人会促使他为了迪翁的事业,航行过如此广阔的大海,前往僭主那里,也更不会在从那里回来后,与渴望归国并为自己所受遭遇讨回公道的迪翁全力合作。
νῦν δὲ ἔργῳ μαρτυρεῖν αὐτὸν ὅτι οὐ φαύλης φύσεως οὐδὲ τῆς τυχούσης εἴη δυνάμεως τὸ τοῖς ἀδικεῖν ἐπιχειροῦσι μὴ ἐπιτρέπειν.
但实际上,他用行动证明了,不容忍那些企图行不义之人,既非平庸的天性,亦非寻常的力量所能为。
καὶ ταῦθʼ ὅτι ἀληθῆ εἰσὶ μὲν οἱ τῶν λόγων δήπουθεν ἀκούσαντες, εἰσὶ δὲ οἱ λόγοι.
而这些都是事实,听过这些言论的人无疑是证人,言论本身也是证人。
καὶ τὰ μὲν ἄλλα ἐῶ μεθʼ ὅσης αἰδοῦς καὶ πραότητος περὶ αὐτῶν τούτων διειλέγμεθα, τοσοῦτον δεινότητος εἰσφερόμενοι ὅσον μήτε ἐκεῖνον διέβαλλε κἀμοὶ κρείττω καθίστη τὸν λόγον, ἀλλʼ εἰσεποιήσαμεν ὥσπερ παράβασιν χωρίον ἐξαίρετον αὐτῷ.
至于我们以何等的敬意和温和来谈论这些事情,同时仅引入了既不中伤他、又使我的论证更为有力的辩才,其他方面我就略去不提了。 我们为他特意插入了仿佛是“插叙”般的特殊段落。
οὗ σὺ εἰ μὲν ἤκουσας, ἀναμνήσθητι, εἰ δὲ μὴ ἤκουσας, μὴ προκαταγίγνωσκε.
对此,你若听过,便请回想;若未听过,请勿预先论断。
φέρε οὖν σοι ὥσπερ οἱ ἐν τοῖς δικαστηρίοις ἀγωνιζόμενοι αὐτὰ ἐκ τοῦ βιβλίου παράσχωμαι.
那么,就让我像在法庭上辩论的人一样,直接从书卷中把它们呈献给你。
ἐκ τοῦ βιβλίου.
从书卷中。
μικρὸν δέ τι βούλομαι διαλαβεῖν, μή τις ὅλως οἰηθῇ με τοῖς λόγοις τούτοις κατηγορεῖν Πλάτωνος, ἢ λέγειν κακῶς μετὰ ἀφορμῆς.
不过,我希望能稍作说明,免得有人完全以为我在用这些言论控告柏拉图,或借机说他的坏话。
ἐγὼ γὰρ οὔτε αὐτὸς ἔγκλημα δή που ποιοῦμαι εἴ που καὶ ὁπωσοῦν ᾠήθη δεῖν Πλάτων ἀποδημῆσαι οὔτʼ εἰ ἄλλος τις προφέρει νοῦν ἔχειν ἡγοῦμαι, οὔθʼ ὅλως ἔξω τῶν εἰς τὸν λόγον ἡκόντων οὐδὲν περιεργάζομαι, [ὥστε εἰ δεῖ καὶ τοῦτο εἰπεῖν
因为我自己绝不会因为柏拉图在何时何地、因何种缘故认为应当出国旅行而指责他,若是别人提出这样的指责,我也不认为他们明智。 而且,我完全不干涉与本论证无关的任何事情,所以,如果也有必要说这个的话……

词汇与语法注释

  1. 317ὅτι μὴ — 用作否定词之后的习惯表达,意为“除……之外”或“除非”。此处的逻辑是“除了尽一切可能增加我的好意之外,我不会停止对你的喜爱”。
  2. 317τὸ μηδὲν ἂν τῶν ἐκείνου δέξασθαι δύνασθαι — 带冠词的不定式从句起同位语(或结果从句)的作用,具体解释名词 `κώλυμα`(阻碍)的内容。`μηδέν` 是用于不定式的否定词。
  3. 318Λίωνος — 抄本中的笔误。根据历史事实(柏拉图访问僭主狄奥尼修斯并与迪翁合作的西西里之行),这显然是 `Δίωνος`(迪翁的属格)的误写。

引用这一段

阿里斯·台德斯, 致卡皮托 §317-318. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg047.humanitext-grc2:317-318

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。