§561ἔπειθʼ ἃ ποιεῖ πάσχουσα ἀναφαίνεται, καὶ τὴν δίκην ἐπʼ αὐτῶν δίδωσι τῶν πραγμάτων.
第二,[分裂的城邦]所做的事,最终显现为它自己所承受的痛苦,并由事情本身来承受惩罚。
ἅ μοι δοκεῖ καὶ Ἡσίοδος προορώμενος τὰς ἔριδας πάσας πόρρωθεν κωλύειν, ἥτις μὴ πρὸς ἔργον παρακαλεῖ· εἰκότως.
依我之见,赫西俄德也是预见到了这一点,才从一开始就设法阻止那不鼓励人们劳动的各种争吵;这是理所当然的。
οὐ γάρ ἐστιν οὐ σίδηρος, οὐ χαράκωμα, οὐχ ὅπλον οὐδὲν φοβερὸν ταῖς πόλεσιν, ἂν εὖ φρονεῖν ἐθέλωσι μόνον· ἀλλὰ καὶ ταῦτα ὑπὸ τῆς ἀνοίας καθʼ αὑτῶν ἰσχυρὰ ποιοῦσιν οἱ πολλοί.
因为只要城邦愿意保持明智,对于它们来说,无论是铁器、防壁,还是任何武器,都没有什么是可怕的;相反,许多人由于自己的愚蠢,反而让这些东西变得对自身不利。
τὰ μὲν τοίνυν ἄλλα παροφθέντα ἐπίκαιρον ποιεῖ τὴν ζημίαν καὶ οὐ πάσαις ταῖς ψήφοις ἡμάρτηται, τὸ δʼ ἐπʼ ἀλλήλους τρέπεσθαι καὶ τὴν ἐπὶ τῇ κοινῇ σωτηρίᾳ κατοικίαν γενομένην ταύτην διαλύοντας καὶ διασπῶντας τὰ αὑτῶν εὖ τίθεσθαι νομίζειν ἑκάστους ἐξαίρει πᾶσαν ἀνθρώπων ἄνοιαν· τοσοῦτον ὑπερβάλλει.
因此,忽视其他事情虽然会带来暂时的损失,而且并非所有投票都判定其为错误,但是,彼此倒戈,瓦解并撕裂这个为了共同安全而建立的家园,且每个人都认为自己是在妥善安排自己的事务,这超越了人类的一切愚蠢;其严重程度至此。
καὶ μὴν οὐδὲ Σόλωνος ἔξω τοῦ καιροῦ ποιεῖν ἄν μοι δοκῶ μνησθεὶς, ἄλλως τε καὶ οὗ νόμων καὶ πολιτείας ἐξετασμός.
此外,在探讨法律和政体的时候,我认为提到梭伦并非不合时宜。
ἐκεῖνος τοίνυν ἐν τοῖς ἐλεγείοις διεξιὼν περὶ τῶν αὑτῷ πεπολιτευμένων ἐπὶ τούτῳ μάλιστα πάντων σεμνύνεται, τῷ καταμῖξαι τὸν δῆμον πρὸς τοὺς δυνατοὺς, ὅπως ἂν μιᾷ γνώμῃ τὴν πόλιν οἰκῶσι, μηδέτεροι πλεῖον ἰσχύοντες ἢ κοινῇ συμφέρει.
他在挽歌诗中详细叙述自己的政治成就时,最引以为豪的莫过于将平民与权贵融合在一起,以便他们能以同一个心意居住在城邦中,任何一方的势力都不会超过共同利益所需的程度。
καίτοι τοῦτʼ ἐστὶν οὐ μόνον προτρέποντος εἰς ὁμόνοιαν, ἀλλὰ καὶ δεικνύντος ὅπως αὐτὴν κτᾶσθαι προσήκει.
然而,这不仅是在勉励人们走向和协,也是在向人们展示应当如何获得和协。
καὶ τί δεῖ καθʼ ἑκάστους λέγειν;
又何必一一提起每个人呢?
οὐ γάρ ἐστιν οὐ ποιητὴς, οὐ νομοθέτης, οὐ ῥήτωρ, ὅστις ὡς ἔπος εἰπεῖν ἄλλοθέν ποθεν ἄρχεται, οὐδʼ ἄλλο τι πρεσβεύει τῆς πρὸς ἀλλήλους φιλίας καὶ πίστεως· εἰκότως καὶ ἀναγκαίως.
因为可以说,没有哪位诗人、立法者或修辞学家不是以此为起点,也没有谁会将其他任何东西置于彼此的友谊和信任之上;这是理所当然且势所必然的。
εἰ γὰρ τῶν συμμάχων οὗτοι πιστότατοι καὶ ἀναγκαιότατοι οἵτινες ἂν τὸν αὐτὸν ἐχθρὸν καὶ φίλον νομίζωσιν, ἦ που σφᾶς γε αὐτοὺς ὡς ἐχθροὺς προσορᾶν οὐ σωτήριον.
因为如果那些把同样的敌人视为敌人、同样的朋友视为朋友的盟友是最可靠、最不可或缺的,那么把自己人视为敌人无疑是自取灭亡。
τίσι γὰρ καὶ χρῆσθαι τῶν ἔξω δυνατὸν τοὺς αὑτοῖς οὐκ ἔχοντας;
对于那些连自己人都无法争取的人,又怎么可能去求助于外部的人呢?
γνοίη δʼ ἄν τις καὶ τῇ προσηγορίᾳ τεκμαιρόμενος, μόνον γοῦν τοῦτο νόσημα πόλεως κέκληται.
人们仅从名称上推测也可以明白这一点,毕竟只有这种城邦状态被称为“疾病”。
καίτοι πῶς οὐκ ἄτοπον τῶν μὲν ἐν τοῖς σώμασιν ἀρρωστημάτων, ἃ μέρει τινὶ λυμαίνεται, τοσαύτην πρόνοιαν ἔχειν ὥστε τάχιστα παύεσθαι, τῶν δὲ ἀπολλύντων δημοσίᾳ τὰς πόλεις μὴ τὴν ταχίστην ἀπαλλαγὴν ζητεῖν, §562ἀλλʼ ὅπως ὅτι πλεῖστα γενήσεται, καὶ τῶν μὲν ἀκουσίων ἀποτροπὰς αἰτεῖν τοὺς θεοὺς, οἷον λιμοῦ καὶ λοιμοῦ καὶ τῶν τοιούτων, ἃ δὲ μείζω μὲν τούτων κακοῖ, τῷ δʼ εὖ φρονεῖν ἔστι θεραπεῦσαι, ταῦτα μὴ βούλεσθαι;
然而,身体上只伤害局部的疾病,人们尚且会多加防范以便使其尽快痊愈,那么对于公然毁灭城邦的疾病,人们却不去寻求最快的解脱,反而任由其尽可能多地发生,并且对于饥荒、瘟疫之类非自愿的灾难向神明祈求消灾,而对于那些比这些灾难危害更大、但通过明智便可治愈的疾病却不愿医治,这怎么可能不是荒谬的呢?
πότερον οὖν οὐδʼ εὔχεσθαι φήσετε ὑπὲρ τῆς ὁμονοίας;
那么,难道你们会说连为和协祈祷都不需要吗?
τί ποτʼ οὖν ἄλλο ὑμῖν αὐτοῖς ἀγαθὸν συνεύξεσθε;
那你们还能为自己祈求什么别的好处呢?
ἀλλὰ νὴ Δία τοῦτό γε ποιεῖν προθύμως;
但指着宙斯发誓,你们肯定会热心于做这件事吧?
οὐκοῦν ἄτοπον τοὺς μὲν θεοὺς ἐνοχλεῖν, αὐτοὺς δὲ μὴ βούλεσθαι πράττειν ἅ γʼ ἐφʼ ὑμῖν εἶναι δοκεῖ τοῖς θεοῖς αὐτοῖς;
那么,一方面去纠缠神明,另一方面却不愿自己去着手做那些在神明看来完全取决于你们自己的事情,这岂非荒谬?
καὶ μὴν εἴ γε τοῖς σώμασιν αὗται βαρύταται τῶν νόσων καὶ πλείστης δέονται τῆς ἐπιμελείας αἵτινες ἂν τῶν ἐντὸς ἅψωνται, πῶς οὐ καὶ πόλει ταῦτʼ εἶναι τῶν ἀτυχημάτων ἔσχατα χρὴ δοκεῖν ὑφʼ ὧν εἴσω φθείρεται;
再者,如果说身体上最严重的、最需要精心调理的是那些侵入内部的疾病,那么对于城邦而言,那些使其从内部溃烂的灾祸,不也应该被视为最极端的灾难吗?
ἢ πολεμίους μὲν εἴσω τείχους παρελθόντας φοβερωτέρους κρίνομεν, αὐτοὺς δὲ ἐν μέσῃ τῇ πόλει πολεμεῖν ἀλλήλοις μικρόν τι νομιοῦμεν εἶναι;
难道我们认为闯入城墙内部的敌人更为可怕,却认为在城邦中央自相残杀只是件微不足道的小事吗?
καὶ μὴν οὐδʼ ἐκεῖνον ἀποδέξομαι τὸν λόγον, ὡς ἄρα στάσις ἐμφύλιος τοσούτῳ πολέμου χαλεπώτερον, ὅσῳ πόλεμος εἰρήνης.
此外,我也不能接受那样一种论调,即内讧之于战争的艰难程度,等同于战争之于和平。
ὁρῶ γὰρ πόλεμον μὲν εἰρήνης πολλάκις αἱρετώτερον συμβαίνοντα, στάσιν δὲ ὁμονοίας οὐδέποτε.
因为我看到战争常常比和平更值得选择,而内讧却绝不比和协更值得选择。
πολεμήσασι μὲν γὰρ ἤδη πολλοῖς συνήνεγκε καὶ εἰς χρημάτων κτῆσιν καὶ πρὸς δόξαν καὶ πρὸς ἰσχὺν καὶ πάνθʼ ὅσʼ ἂν εἴποι τις, στάσει δὲ καὶ μίσει πρὸς ἀλλήλους χρώμενοι οὐδένες πώποτε τῶν ὄντων ἀγαθῶν ἀπώναντο, τοσοῦτον ἀπέσχον τοῦ προσκτήσασθαί γε ἕτερα.
因为对于许多打过仗的人来说,战争已经在获取财富、赢得名望和力量以及人们能说出的所有好处方面带来了利益,而陷于内讧和彼此憎恨的人,则从未在现有的任何好处中受益,更不用说去获取其他新的好处了。
συνελόντι δʼ εἰπεῖν εἰρήνης μὲν ὑπαρχούσης τοσούτῳ χεῖρον στασιάζειν ἢ πολεμεῖν ἐπαρθῆναι, ὅσῳ χεῖρον ἑαυτοὺς κακῶς ποιεῖν ἢ ἑτέρους.
简而言之,在和平存在时,陷入内讧比被迫开战要糟糕得多,其糟糕程度正如伤害自己比伤害他人更甚。
ἐν πολέμῳ δὲ τὸ αὐτὸ τοῦτο τοσούτῳ χεῖρον, ὅσῳ πόλεμος εἰρήνης.
而在战争中,这同一件事的糟糕程度,则等同于战争之于和平。
καὶ μὴν οὐ νῦν μὲν δοκεῖ, πρότερον δʼ οὐκ ἐδόκει τῶν κακῶν ἔσχατον εἶναι.
而且,这并非现在才被视为最极端的邪恶,以前也是如此。
τοσούτῳ γὰρ μετριώτερον στάσεως ἡ τυραννὶς, ὅσῳ πρῶτον μὲν κουφότερον εἷς κακῶς ποιῶν πόλιν ἢ πάντες κύκλῳ, ἔπειτα ἐλευθερῶσαι μὲν πόλιν ὥστε στασιάζειν οὐδεὶς πώποτʼ εὖ φρονῶν ἠξίωσεν, ὑπὲρ δὲ τοῦ μὴ στασιάζειν τυράννους ἤδη τινὲς ἐξεπίτηδες ἐστήσαντο.
因为僭主统治比内讧要温和得多,这首先是因为一个人危害城邦比所有人相互危害要轻得多,其次,从来没有一个明智的人会为了让城邦陷入内讧而使其获得自由,但为了避免内讧,过去已经有人特意扶持了僭主。
καὶ μετὰ μέν γε τυράννου καὶ νόμους θεῖναι τῶν νομοθετῶν αὐτῶν ἤδη τινὲς εἶπον προσφέρειν,
甚至在僭主统治下,某些立法者本身也已经说过,制定法律是有益的。