§563στάσει δʼ ἢ συστῆναι τὸ πρῶτον ἢ συμμεῖναι πολιτείαν οὐδενὶ πώποτʼ ἔδοξεν ἐγχωρεῖν.
然而,依靠内讧让政体最初得以确立或继续维持,从来没有一个人认为这是可能的。
καὶ μὴν τυραννούμεναι μὲν τῶν πόλεων ἤδη τινὲς εἴς τε μέγεθος καὶ κατασκευὴν ἐπέδοσαν, στάσει δὲ οἵτινες οὐκ ἐφθάρησαν οὐκ ἂν ἔχοιμεν εὑρεῖν.
的确,某些被僭主统治的城邦在规模和建设上已经有所发展,但我们却无法找到任何一个没有被内讧毁灭的城邦。
καίτοι πῶς εἰκὸς τοῖς μὲν τοὺς τυράννους ἀποκτιννύουσι δωρεὰς προειρηκέναι, τοῖς δὲ τὰς στάσεις καταλύουσι μηδὲ ὅσον πείθεσθαι βούλεσθαι;
然而,既然给杀死僭主的人预先规定了奖赏,而对平息内讧的人却连听从其劝导都不愿意,这怎么合理呢?
ὑμεῖς τοίνυν σεμνύνεσθε ὡς ὄντες ἐλεύθεροι καὶ τὴν δημοκρατίαν οὕτως ἐπαινεῖτε ὥστε μηδʼ ἂν ἀθάνατοι δέξαισθε γενέσθαι, εἰ μή τις ὑμᾶς ἐπὶ ταύτης ἐάσει μένειν τῆς πολιτείας.
至于你们,则自诩为自由人,并且如此赞美民主制,以至于如果有人不让你们维持这种政体,你们甚至连获得永生都不愿意接受。
καίτοι πῶς οὐκ ἄλογον αὐτὴν μὲν οὕτω τιμᾶν, ταύτῃ δʼ ἐπηρεάζοντας μὴ θέλειν συνεῖναι, καὶ μοναρχίαν μὲν εἴ τις κατασκευάζοιτο, πικρῶς ἂν ἔχειν, ὃ δὲ τούτου τοσούτοις ὅσοις εἶπον δέδεικται χαλεπώτερον, τοῦτʼ αὔξειν ἑκόντας, καὶ μηδʼ ἐκεῖνο δύνασθαι λογίσασθαι ὡς οὐκ ἔστιν ὅπως, εἰ ταῦθʼ οὕτω πρόεισιν, οὐ κινδυνεύσετʼ ἀποστερηθῆναι τῆς δοκούσης ταύτης ἐλευθερίας·
然而,一方面如此尊崇民主制,另一方面却肆意伤害它、不愿共同和睦相处;如果有人要建立君主制,你们就会无比愤恨,却甘愿去助长那被我证明在诸多方面比君主制更为艰难和危险的事物(内讧);并且甚至无法推想到,如果事情这样发展下去,你们绝不可能不面临失去这令人向往的自由的危险——这岂非荒谬至极?
κἂν μὴ ἑκόντες ἐπιστρέψητε, ἄλλος ἀφίξεται ὅστις ὑμᾶς σώσει πρὸς βίαν.
如果你们不自愿回头,就会有别人到来,以武力来拯救你们。
ὡς οὔτʼ ἀγνοεῖν τὰ τοιαῦτα τοῖς ἄρχουσι θεσμὸς οὔτʼ ἐν μηδενὶ ποιεῖσθαι λόγῳ.
因为对于统治者来说,对这些事情不闻不问或不予理会,都绝非理所应当。
ὥστε εἰ μηδενὸς ἄλλου χάριν, τοῦ γʼ ὄντες ἐλεύθεροι ποιεῖν ὅ τι βούλεσθε, τῶν νυνὶ τούτων ἀπόστητε, ἵνα μὴ φοβῆσθε ἅμα ὅσον νῦν θαρρεῖτε καὶ μὴ φιλοτιμίαν ἀρχαίαν ἀποβάλητε.
因此,哪怕不为了别的事,仅仅为了能作为自由人去做你们想做的事,也请放弃当前的这些行径,免得你们陷入与如今有多大自信就有多大恐惧的境地,并失去古老的荣耀。
ἔστι δὴ τοῦ παρεληλυθότος χρόνου τοῦτʼ ἀπολαύειν, παραδείγμασι τοῖς γνωριμωτάτοις χρωμένους εἰς τὰ παρόντα, καὶ ταῦτα πρὸς μὲν ἄλλους τινὰς διεξιέναι μειρακιῶδες ἂν ἦν ἴσως, πρὸς δὲ ὑμᾶς καθαρῶς ὄντας Ἕλληνας καὶ τεθραμμένους ἐκ παίδων ἐν τούτοις οὐκ ἄχρηστον.
的确,通过将那些最广为人知的先例应用于当前,我们可以从过去的历史中获益;向其他某些人详细讲述这些或许显得幼稚,但对于你们这些纯正的、从小就在这些传统中熏陶长大的希腊人来说,这绝非无用。
τοῦτο μὲν τοίνυν εἰς τὴν τῶν Λακεδαιμονίων πόλιν ἀποβλέψατε, ὁμόφυλον ὑμῖν οὖσαν, ἣ μέχρι μὲν ἐστασίαζεν, οὐδεμιᾶς τῶν προσοίκων βελτίων ἦν, ἀλλὰ καὶ πολεμοῦσα ἡττᾶτο, ὡς λέγεται, τὰ πολλά·
首先,请看拉刻代蒙人的城邦,它是与你们同族的,只要它处于内讧之中,就并不比任何邻邦强,而且正如人们所说,它在战争中也大抵失败;然而,当它通过 Lycurgus 的言论和法律得以安定时,它便在各个城邦以及整个希腊中居于领导地位。
ἐπεὶ δὲ κατέστη διὰ τῶν Λυκούργου λόγων καὶ νόμων, ἡγεῖτο τῶν Ἑλλήνων καὶ κατὰ πόλεις καὶ κοινῇ. αὖθις δὲ τὸ τῶν
再者,请看…… 雅典人的情况。
§564Ἀθηναίων θεωρήσατε, οἳ στασιάζοντες μὲν οὔτε σφίσιν αὐτοῖς οὔτε ἑτέροις ἠδύναντʼ εἶναι χρήσιμοι, ἐπεὶ δὲ τῶν τυράννων ἀπαλλαγέντες ὡμονόησαν πρὸς ἀλλήλους, οὐ μόνον τὴν πόλιν, ἀλλὰ καὶ τὴν Ἑλλάδα ἠλευθέρωσαν ἐν τοῖς μεγίστοις καιροῖς.
他们陷入内讧时,既无法对自己有用,也无法对他人有用;然而当他们摆脱僭主、彼此和协时,不仅解放了自己的城邦,而且在最重大的危机时刻解放了希腊。
παραλαβόντες δὲ τὴν ἀρχὴν, ἕως μὲν μίαν γνώμην εἶχον, ἀντεῖχον μικροῦ δεῖν ἅπασιν ἀνθρώποις καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, ἐπεὶ δὲ διέστησαν, τὰ μὲν τείχη κατέσκαψαν, τὰς δὲ ναῦς παρέδωκαν.
并且在掌握了领导权之后,只要他们万众一心,几乎能在陆地和海上抵御全人类;但当他们发生分裂时,城墙便被拆毁,战船也被迫交出。
καὶ τοῦτο τοσοῦτον ἀτύχημα ἀτυχήσας ὁ δῆμος ἐκπεσὼν καὶ κατελθὼν αὖθις, ἐξὸν αὐτῷ τιμωρήσασθαι τοὺς ἐπαναστάντας καὶ πρὸς οὓς παρετάξαντο, ὁμονοεῖν εἵλετο, τὴν κοινὴν τῆς πόλεως σωτηρίαν προτέραν τῶν ἰδίων ἐγκλημάτων ποιησάμενος.
而民众在遭遇了如此巨大的不幸、被驱逐并再次归来之后,尽管他们本可以惩罚那些反叛者以及曾与他们对抗的人,但他们却选择保持和协,将城邦的共同安全置于个人的恩怨之上。
καὶ γάρ τοι πάλιν εἰς τὰ πράγματʼ εἰσῆλθε, καὶ προὔστη τῶν Ἑλλήνων σχεδὸν ἐν μέρει πάντων.
正因如此,他们重新掌权,并几乎轮流领导了所有的希腊人。
τοσοῦτον κακὸν ἡ στάσις ταῖς πόλεσι καὶ τοσοῦτον ἀγαθὸν τὸ θέλειν ὡς τάχιστα παύσασθαι.
内讧对于城邦而言是如此巨大的邪恶,而渴望尽快使其停止则是如此巨大的善。
εἰ δὲ δεῖ καὶ τῶν ὑμετέρων προγόνων Ἀργείων ἀναμνησθῆναι, λέγεται καὶ τούτους ταραχθέντας ἐν ἀλλήλοις, Ἀθηναίων πρέσβεων ἀφικομένων ὡς αὐτοὺς καὶ διδαξάντων ὡς αὐτοὶ τὰ σφέτερʼ αὐτῶν ἔθεντο, ὑπακοῦσαι καὶ τὴν στάσιν ἐκποδὼν ἀνελόντας πάλιν εἰς ταυτὸν ἐλθεῖν.
如果也有必要提及你们的祖先阿耳戈斯人,据说他们彼此陷入混乱时,由于雅典的使节来到他们那里并向他们说明了自己是如何安顿自身事务的,他们便听从了劝导,排除了内讧,重新走到了一起。
νῦν τοίνυν, ὦ ἄνδρες Ῥόδιοι, παρὰ πασῶν τῶν πόλεων τούτων χρὴ νομίζειν πρεσβείαν κοινὴν ἥκειν ὡς ὑμᾶς ἐπὶ τὰς διαλύσεις προκαλουμένην, προηγορεῖν δὲ ἡμᾶς συνδεομένους ἃ νομίζομεν πάντη βέλτιστα ὑμῖν εἶναι.
既然如此,罗得岛人啊,现在应当认为有一支来自所有这些城邦的共同使团来到了你们这里,呼吁你们达成和解,而我们则作为他们的代言人,共同祈求我们认为在各方面对你们最有利的事。
καὶ μὴν οὐ ταυτόν γε τοῖς Ἀθηναίοις ὑμᾶς ποιῆσαι δεῖ οὐδὲ τοῖς ἐφʼ ὑμᾶς δανεισαμένοις συνεκτῖσαι τάλαντα ὅσα δὴ σημεῖον τῆς πίστεως, ἀλλʼ ἀζήμιος ἡ σωφροσύνη πρόκειται τούτων τε ὧν εἶπον ἐνθυμουμένοις καὶ μηκέτʼ εἰς πόλιν μίαν ἢ δευτέραν βλέπουσιν, ἀλλʼ εἰς τὰ κοινὰ τῶν Ἑλλήνων πράγματα καὶ πάσας τὰς πόλεις τὰς Ἑλληνίδας, αἷς οὔτε φάλαγγες ὁπλιτῶν ἐναντίον οὔθʼ ἱππέων πλῆθος οὔτʼ ἄλλʼ οὐδὲν τῶν δοκούντων εἶναι φοβερῶν, ἀλλʼ ἡ κατʼ ἀλλήλων στάσις καὶ ἀπιστία καὶ τὸ μήτε κοινῇ ταυτὸν φρονεῖν μήτʼ αὖ καθʼ ἑκάστους ὑγιαίνειν αἴτιον τῆς τοσαύτης μεταβολῆς ἐγένετο.
况且,你们不必像雅典人那样做,也不必与那些针对你们借债的人共同偿还作为信任标志的那么多塔兰同;只要你们思考我所说的这些,不再仅仅盯着一两个城邦,而是着眼于希腊人的共同事务和所有希腊城邦,那么无损的克制就呈现在你们面前。 对于这些城邦来说,导致如此巨大变故的原因,既不是迎面而来的重装步兵方阵,也不是成群的骑兵,亦非其他任何看似可怕的事物,而是彼此之间的内讧与不信任,以及既不能共同拥有相同的心意,又不能在个体上保持健康。
καὶ μηδεὶς ὑμῶν ἐν ἀδείᾳ
并且你们中谁也别在安全感中……