§559τοὺς δʼ ὅπως ἀκούσονται ταῦθʼ ἃ μὴ πρότερον, ἀλλʼ ὅ τι μέλλει κοινῇ συνοίσειν, τοῦτο καὶ λέγειν προαιρεῖσθαι.
一方,后者(听众)[应当考量]的,不应是如何能听到以前未曾听过的话,而是[希望建言者]能选择说出那些有利于共同利益的话。
οὐδὲ γὰρ ἐν ταῖς τοῦ σώματος χρείαις τοῦθʼ ἡμῶν ἕκαστος ἐσπούδακεν, ὅπως τι καινὸν ἀκούσεται, ἀλλʼ οὗτος ἄριστος ἰατρὸς ὅστις ἂν ὑγιεῖς ποιεῖν ἐπίστηται· οὐδʼ ἔσθʼ ὅστις ὑμῶν ἀγανακτήσει, ἐὰν διὰ τῶν αὐτῶν σωθῆ διʼ ὧν τις ἤδη καὶ πρότερον.
因为即使在肉体的需要中,我们每个人所追求的也不是听到什么新奇的话,而是谁懂得如何让人康复,谁就是最好的医生;你们当中也不会有人因为通过与先前已经救过人的相同方法而获获救,就感到愤慨。
οὐ μὴν ἀλλʼ ἔγωγε βουλοίμην ἂν ὥσπερ κἀνταῦθʼ ὑμῖν ἔχειν ἡγοῦμαι χαρίσασθαι τῷ τι καὶ πλεῖον ἂν εἰπεῖν ὧν οἱ πρὸ ἡμῶν τοῖς ὁμοίοις ἐγκεχειρηκότες, οὕτως καὶ ὑμᾶς ὑμῖν αὐτοῖς ἐθελῆσαι χαρίσασθαι καὶ μὴ μόνον τὸν χρόνον τοῦτον ὃν νῦν ἀκροᾶσθε τούτου τοῦ λόγου ταὐτὰ φρονῆσαι περὶ τῶν λεγομένων, [ἀλλὰ καὶ ἐν τοῖς μετὰ ταῦτα]—πείσεσθε γὰρ σαφῶς αὐτῷ, εὖ οἶδα ἐγὼ τὴν ὑμετέραν δεξιότητα καὶ φιληκοΐαν—ἀλλὰ καὶ περὶ τῶν πρὸς ὑμᾶς αὐτοὺς μιᾷ γνώμῃ τὸ λοιπὸν χρῆσθαι καὶ τὴν ἔργῳ πίστιν ὡς ἥσθητε τῷ λόγῳ προσθεῖναι.
然而,我个人希望,正如我认为在此通过说出一些或许比我们之前尝试过类似事情的人更多的话来向你们施惠一样,你们也能同样愿意向你们自己施惠,并且不仅在你们现在聆听这篇演说的时间里对所说的话抱有相同的看法,[而且在之后的时间里也是如此]——因为你们显然会被它说服,我深知你们的聪明睿智和乐于倾听——而且在今后你们彼此的相处中也能用同一种心意行事,并用实际行动来证明你们对这篇演说的喜爱。
οἶμαι δὲ ἅπαντας ἂν ὑμᾶς συμφῆσαι, ὥσπερ τῶν ἐν τοῖς δικαστηρίοις λόγων τούτους ἀληθεστάτους ἡγεῖσθε, ὧν ἂν πλεῖστοι καὶ γνωριμώτατοι μάρτυρες ὦσιν, οὕτως καὶ τῶν εἰς συμβουλὴν ἡκόντων οἷς ἂν πλεῖστοι καὶ σπουδαιότατοι μάρτυρες ὦσι, τούτοις μάλιστα χρῆναι πιστεύειν.
我认为你们所有人都会同意,正如在法庭辩论中,你们认为那些拥有最多且最著名的证人的发言最为真实一样,对于涉及建议的言论,最应当信任的也是那些拥有最多且最杰出证人的言论。
τοῦτο τοίνυν εἰς Ὅμηρον τὸν κοινὸν τῶν Ἑλλήνων σύμβουλον καὶ προστάτην ἀνενέγκατε, ὃς ἐποίησε τὸν σοφώτατον τῶν τότε Ἑλλήνων τῇ Ναυσικάᾳ συνευχόμενον ἔτʼ οὔσῃ κόρῃ ἄνδρα τε καὶ οἶκον καὶ ὁμοφροσύνην ὀπάσαι τοὺς θεοὺς αὐτοῖς· "οὐ μὲν γὰρ τοῦδε κρεῖσσον καὶ ἄρειον,
ἢ ὅθʼ ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητον
ἀνὴρ ἠδὲ γυνή· πόλλʼ ἄλγεα δυσμενέεσσι,
χάρματα δʼ εὐμενέτησι· μάλιστα δέ τʼ ἔκλυον αὐτοῦ.
那么,请将这一点与荷马联系起来吧,他是希腊人共同的建议者和守护者,他曾描写当时最聪明的希腊人向还是少女的纳乌西卡阿祝福,祈求神明赐予他们丈夫、家庭与和协: “因为没有比这更好、更美的事了,当丈夫与妻子心意相通地维系着家庭;这给敌人带来极大的痛苦,给朋友带来欢乐,而他们自己对此体会最深。
"
καίτοι μὴ νομίζετε ἑτέρως μὲν ἂν μίαν οἰκίαν καλῶς οἰκῆσαι, ἑτέρως δʼ ἂν πόλιν τὴν πᾶσαν, ἀλλʼ εἰ μία τῶν καθʼ ἕνα ἐστὶν οἰκιῶν σωτηρία τὸ ταὐτὰ φρονεῖν, πολὺ μᾶλλον τὰς πόλεις οὕτω δεῖν ἔχειν, ὅσῳ μιᾶς μὲν οἰκίας διαστάσης εὐκόλως ἴασις εὑρίσκεται, πόλεως δὲ οὐδʼ εὑρεῖν ῥᾳδία γίγνεται·
” 然而,切勿以为治好一个家庭是一套方法,治好整个城邦又是另一套方法。 如果说个别家庭的唯一救星在于同心协力,那么城邦就更应该如此,因为一个家庭一旦分裂,很容易找到医医治的药方,而城邦的分裂甚至连寻找药方都不容易。
καὶ μιᾶς μὲν οἰκίας εὖ τε καὶ χεῖρον §560πραττούσης μικρὸν ὄφελος τοῖς ἅπασι, κοινῇ δὲ εὐθενοῦντας καὶ τοῖς ἰδίοις οἴκοις ἄμεινον πράττειν εἰκός ἐστιν.
而且,单个家庭无论是兴盛还是衰败,对全体而言微不足道,但当共同体共同繁荣时,个别家庭自然也会过得更好。
εἰ τοίνυν καὶ τοῖς μέλλουσιν οἰκήσειν οἰκίαν ἤδη συνεύχεσθαι καιρὸν ἡγεῖτο ὁ σύμβουλος περὶ τῆς ὁμονοίας, ἦ που τούς γε ἐκ παλαιοῦ πόλιν οἰκοῦντας καὶ ταύτην οὕτως ἐπιφανῆ πάντα τἄλλα δεύτερα τούτου νομιστέον αὐτοῖς.
因此,如果说对于那些将要成家的人,那位建言者都认为应当为他们的和协祈祷,那么对于自古以来就居住在一个城邦、而且是如此显赫的城邦的人来说,他们当然必须将其他一切事情都视为仅次于此的二等大事。
εἶεν.
好。
τριχῆ γὰρ δὴ διαστησώμεθα, καὶ θεωρήσαντες μίαν οἰκίαν ἐκ πόλεως πρῶτον, εἶτα εἰς ἄνδρα ἕνα ἀναβῶμεν τῷ λόγῳ καὶ σκεψώμεθα ποῖός τις ᾧ τις οὐκ ἂν αἰσχύναιτο ὁμοιούμενος.
我们就把讨论分为三个部分,首先观察城邦中的一个家庭,然后让言路上升到一个具体的人,看看什么样的人会让人们不以与他相似为耻。
ἀλλʼ ἐνταῦθα καὶ μάλιστʼ ἂν κατίδοιμεν τὸ διαπεφευγὸς τῆς ὁμονοίας ἀγαθόν.
而在此处,我们最能看清那已被我们失落的和协之美善。
τίς γὰρ οὕτως ἔξω τοῦ φρονεῖν ἢ τίς οὕτως ἄπειρος τῶν ἐν τῇ φύσει ὅστις ἂν τὸν εἰκῆ καὶ ῥᾳδίως μεταβαλλόμενον καὶ μηδέποτε ἐν ταὐτῷ μένοντα μηδὲ ἃ γνοίη φυλάττοντα τοῦ διὰ τέλους χρηστοῦ καὶ βεβαίου προέλοιτʼ ἂν εἰς χρῆσιν;
因为谁会如此丧失理智,或者对人性如此无知,以至于在交往中,竟然宁愿选择一个任性易变、从不保持一致、甚至连自己决定了的事也不遵守的人,而不去选择一个始终善良且坚定可靠的人呢?
οἷον τίς ἂν ἢ κηδεῦσαι τῷ τοιούτῳ πρὸ τοῦ ἑτέρου βούλοιτο, ἢ συμβαλεῖν, ἢ συσκηνῶσαι, ἤ τι τῶν πᾶσι κοινῶν, ὁπόσαι πράξεις κατʼ ἀνθρώπους μετασχεῖν, ὅστις μηδʼ αὐτὸς οἶδεν ὃ βούλεται, ἀλλʼ ὥσπερ Εὔριπος ἄνω καὶ κάτω φέρεται, πολεμῶν καὶ στασιάζων αὐτὸς ἑαυτῷ;
例如,对于那些既不知道自己想要什么,又像埃夫里波斯海峡的海流一样起伏不定、与自己交战并陷于自我内耗的人,谁会愿意比对另一个人更优先地与他联姻、或交易、或同住、或共同参与任何人们之间普遍共享的行为呢?
οὐκοῦν ὅ γʼ ἐναντίος τούτῳ νικᾷ πᾶσι τοῖς κριταῖς, ὅστις ἁπλοῦς, γενναῖος, ἀψευδὴς, ταὐτὰ γιγνώσκων περὶ τῶν αὐτῶν, ὁμονοῶν ὡς οἷόν τε μάλιστα αὐτὸς αὑτῷ.
所以,与此相反的人在所有的裁判者面前都获胜,他单纯、高尚、诚实、对同样的事情持有同样的看法,并且尽可能与自己保持最大程度的和协。
πῶς οὖν οὐκ ἄτοπον δυοῖν ἀνδροῖν ὑποκειμένοιν, τοῦ μὲν κατὰ τὴν στασιάζουσαν πόλιν, τοῦ δὲ ὡς δεῖ τὴν ὁμονοοῦσαν ἔχειν, τὸν μὲν ὡς ἀνίατον κακίζοντας, τῷ δὲ ὡς ἀρίστῳ τιθεμένους μὴ διασώσασθαι τὸ εἰκὸς, ἀλλʼ ᾧ τις ἀπεύξαιτʼ ἂν μὴ συντυχεῖν, πῶς χρὴ τοῦτον εἰς τὰ κοινὰ φανῆναι μιμουμένους;
那么,当假设有两个人的时候,一个如同内讧中的城邦,另一个如同和协城邦应有的样子,我们一方面将前者斥为不可救药的恶人,另一方面又将后者奉为最杰出的人,却不保持其一致性,反而对于那个人们祈求不要遇见的人,我们怎么能在公共事务中去模仿他呢?
καὶ μὴν οὐδὲν ὄνειδος τοῖς ἰδιώταις οὕτως προσήκει φεύγειν ὡς πόλει κοινῇ.
而且,普通人应该避免的任何耻辱,都远远赶不上一个共同的城邦应该避免的。
ὅσῳ γὰρ μεῖζον τὸ σχῆμα καὶ ὅσῳ πλείους οἱ συνεισόμενοι, τοσούτῳ μᾶλλον καθαρεύειν ἁπάντων εἰκός ἐστι τῶν αἰσχρῶν.
因为地位越是显赫,见证的人越是众多,就越是应该免于一切丑恶之事。
χωρὶς δὲ τούτων οὐδὲ ὁ κίνδυνος παραπλήσιος.
除此以外,面临的危险也完全不同。
ἰδιώτης μὲν γὰρ οὐχ ἑστὼς τὴν γνώμην οὐδὲν μᾶλλον αὐτόχειρ αὑτοῦ γίγνεται, ἀλλʼ ὅσον δοκεῖν εἶναι φαῦλος, τοσοῦτον ζημιοῦται· πόλις δὲ διεστῶσα πρῶτον μὲν διπλῆν φέρεται τὴν ἄνοιαν,
因为一个心志不坚的普通人,并不会因此亲手毁灭自己,他所受的损失无非是被认为是个庸碌之辈;而一个分裂的城邦,首先就会承受双重的愚蠢,