§462κατέλαβον τὴν ἀκρόπολιν, πῶς ἂν ἠξιοῦτε;
如果他们占领了您们的卫城,您们会要求他们怎么做呢?
συναλγεῖν ἡμῖν τούτους, ἢ ἐφήδεσθαι, ἢ τί φρονεῖν;
是要求他们同情我们的痛苦,还是让他们幸灾乐祸,或者抱有什么样的态度?
ἃ γὰρ παρὰ τούτων τότʼ ἂν δικαίως ἀπῃτήσατε, ταῦθʼ ὑμᾶς τούτοις ἔδει νῦν εἰσενεγκεῖν, ἐπειδήπερ προενέπεσον τῇ τούτων πλεονεξίᾳ βούλομαι δὲ πυθέσθαι παρὰ τῶν κατοδυρομένων τοὺς Λακεδαιμονίους, πότερον ὑπὲρ τῆς σωτηρίας αὐτῶν σπουδάζουσιν, ἢ ὑπὲρ τῆς ἡγεμονίας.
因为您们当时理所当然会向他们提出的要求,现在您们也应当给予他们,因为他们首先成了这些人贪欲的牺牲品。 我倒想向那些为拉刻代蒙人哀悼的人请教:他们是在为那些人的生存而操心,还是在为他们的霸权而操心?
εἰ μὲν γὰρ ὑπὲρ τῆς ἡγεμονίας, οὐκ ᾤμην ἔγωγε δεῖν τοῦτο φροντίζειν, ὅπως Λακεδαιμόνιοι δυναστεύσωσιν, εἰ δὲ ὑπὲρ τῆς σωτηρίας, τί ἐπείγονται;
因为如果是为了霸权,我个人认为我们根本不需要操心让拉刻代蒙人统治;但如果是为了生存,他们又何必如此急躁呢?
ἔνεστι γὰρ καὶ Λακεδαιμονίους καταπολεμηθῆναι καὶ τὴν Σπάρτην εἶναι, τοῦτο δὴ τὸ αἰδέσιμον αὐτοῖς· εἰ μὴ τοῦτο λέγουσιν ὡς, ἐὰν μὴ ἄρχωσι τῶν Ἑλλήνων μηδʼ ἅπερ βούλονται δύνωνται ποιεῖν, οὐδὲ τῆς σωτηρίας προσδέονται, ἀλλʼ ἀπολέσθαι μᾶλλον αἱροῦνται.
因为拉刻代蒙人被击败与斯巴达继续存在是并存的,这正是他们所应看重的;除非他们是想说,如果不统治希腊人,不能为所欲为,他们连生存也不要了,宁可毁灭。
εἰ δʼ οὕτως ἔχουσιν, οὐ σφόδρα εἰσὶ ταπεινοί· ἐπεὶ καὶ Θηβαίους ἔγωγε νομίζω σφόδρα ἂν ἀσμένως ὑμῖν ὑπακοῦσαι πρὸ αὐτῶν, ἐὰν κατειργασμένοι τὸν πόλεμον περισῶσαι τὴν πόλιν βούλησθε.
如果他们抱着这种态度,他们就一点也不值得同情;因为我个人认为,如果您们愿意在平定战争后保留他们的城邦,忒拜人会非常乐意服从您们,而不是服从他们。
ὅταν γὰρ αὐτὸ τοῦτο διʼ ὑμῶν ἴδωσιν αὑτοῖς γεγονὸς, τὸ ἔχειν ὅ τι ἂν βούλωνται χρήσασθαι Λακεδαιμονίοις, πῶς οὐχ ὅ τι ἂν ὑμεῖς κελεύητε αἱρήσονται, ἢ τίνα καὶ φήσουσιν ὑμῖν ἀποδώσειν χάριν τῆς συμμαχίας καὶ τῶν ἔργων, εἰ τὴν διὰ τῆς ψήφου μὴ ἀντιδώσουσι;
因为当他们看到这件事情正是通过您们为他们实现时,即拥有对拉刻代蒙人任意处置的权力时,他们怎会不选择您们所命令的一切? 或者,如果他们不以投票结盟作为回报,他们又会说将如何报答您们的盟约和功绩呢?
τί δʼ ἂν φθάσωσιν ἀναιρεθέντες οἱ Λακεδαιμόνιοι;
但是,如果拉刻代蒙人在此之前就被消灭了呢?
καὶ πῶς τοῦτο γένοιτʼ ἄν;
这又怎么可能发生呢?
εἰ πάντες νὴ Δία παρατάξαιντο.
誓死除非所有人都在战场上列阵。
ἀλλὰ μάλιστα μὲν οὐδέποτʼ ἂν τοῦτο γένοιτο.
但这最不可能发生。
οὐ γὰρ ἂν δή που τούς γε παῖδας καὶ τὰς γυναῖκας μεθʼ αὑτῶν ἐξαγάγοιεν.
因为他们绝不会把孩子和妻子也带出来和他们一起战斗。
ἔπειτʼ ἔγωγε ἀντερήσομαι, τί οὖν ἂν οἱ Θηβαῖοι πανδημεὶ πταίσωσι, συνεστηκότων ἡμῶν τοῖς Λακεδαιμονίοις;
接着,我倒要反问:如果我们与拉刻代蒙人相对峙,而忒拜人全军覆没,那该怎么办?
οὐχ ὑπερβεβηκότες τὸν ὅρον τῆς βοηθείας ἐσόμεθα;
我们岂不超出了援助的限度?
πότερον οὖν ἀναιρήσομεν αὐτούς;
那我们是要消灭他们吗?
καὶ πῶς ἀνεκτόν;
这又怎能让人容忍?
ἀλλὰ πάλιν μετʼ αὐτῶν ἐσόμεθα;
还是我们又要重新站在他们一边?
καὶ τί ἔσται πέρας, ἄν γε πάλιν τοὺς Λακεδαιμονίους μειζόνως ἀμυνώμεθα;
如果我们要再次加倍击退拉刻代蒙人,那又有什么尽头呢?
οὐ γὰρ δὴ τρυτάνην γε εἰς τὸν πόλεμον κομίσαντες ἐπὶ ταύτης τὰ πράγματα στήσομεν, ἀλλὰ δεῖ τάξιν ἐξ ἀρχῆς ἑλομένους ἀντέχεσθαι τῆς ῥοπῆς, καὶ μὴ τὸ τῶν πλεόντων μεταστρέψαι πρὸς τὸν ἐλάττω διατοιχοῦντας ἀεί.
因为我们决不能把天秤带进战争中并让事态保持平衡,而是必须从一开始就选定立场并坚持这一倾向,而不能总是像调整隔舱壁一样,从多数人的一侧转到少数人的一侧。
ἐπειδὴ τοίνυν τὸ μὲν μὴ εἶναι ταμιεύσασθαι τὸν §463πόλεμον κοινόν ἐστιν ἐπʼ ἀμφοῖν, δεῖ δὲ τοὺς ἑτέρους ἑλομένους μὴ καταλιπεῖν μηδὲ προδοῦναι, σκοπῶμεν ποτέρων μᾶλλον προνοηθῆναι προσήκει.
既然无法掌控战争是两者的共同特征,而且既然选定了一方就不应抛弃或背叛他们,那么就让我们来考虑一下应该更优先关照哪一方。
φέρε δὴ πρὸς τοῦ Πλαταιᾶσιν ἐλευθερίου καὶ τῶν τριάκοντα τυράννων, εἰ ὅτε πρῶτον καθίσταντο πρὸς ἀλλήλους εἰς πόλεμον πρέσβεις πεμψάντων, ἀκούσαντες ἀμφοτέρων ἐπὶ τοὺς Λακεδαιμονίους ἀπεκλίναμεν κἀκείνους εἱλόμεθα, οὐκ ἂν τοῦτο ἰσχυρότατον ἦν τοῖς νῦν ὑπὲρ αὐτῶν λέγουσιν, ὅτι ἤδη τῶν Θηβαίων κατέγνωτε καὶ οὐ δεῖ παριδεῖν οὓς τότʼ ἐποιήσασθε συμμάχους;
且由普拉塔亚的自由神和三十人僭主起誓,如果他们最初开始互相交战并派遣使者时,我们在听取双方意见后偏向了拉刻代蒙人并选择了他们,这难道不会成为现在为他们辩护的人最强有力的论据吗? ——即:您们已经判定了忒拜人有罪,不应忽视您们当时结为盟友的人。
εἰ τοίνυν οὐκ ἐπὶ Θηβαίους, ἀλλʼ ὑπὲρ Θηβαίων τότʼ ἐξήλθετε καὶ τὴν αὐτὴν ἀεὶ λοιπὸν ἔχοντες τάξιν αὐτοῖς διετελεῖτε, οὐκ ἰσχύσει νῦν ἡμῖν πάλιν τοῦτο, ὃ τότʼ ἂν τούτοις;
那么,如果您们当时不是去对抗忒拜人,而是为了忒拜人而出征,并且此后一直与他们保持相同的立场,那么,当时会对他们有利的这一论据,现在难道不会对我们有利吗?
ὅπου δὲ καὶ πρὶν ἐλθεῖν ἐπὶ τὴν Καδμείαν Λακεδαιμονίους εἵλεσθε τούτους, πῶς νῦν μεταθήσεσθε, ὁπότʼ εἰ καὶ μετʼ ἐκείνων ἦτε, τοὺς ἠδικημένους ἀνταλλάξασθαι προσῆκε;
甚至在拉刻代蒙人进入卡德美亚之前,您们就选择了他们,现在当您们即使和他们在一起、也应当为了遭到不公对待的人而转变立场的时候,您们又怎么能改变主意呢?
καὶ μὴν εἴ γε ἀπήλαυνον ἡμᾶς οἱ Θηβαῖοι καὶ μὴ ἐδέχοντο, ὑβρίζειν ἅπαντες ἂν ἔφασκον αὐτοὺς καὶ δεινὰ ποιεῖν καὶ μετατάττεσθαι συνεβούλευον ἂν ὑμῖν.
再者,如果忒拜人把我们拒之门外而不接受我们,大家肯定都会说他们傲慢无礼,做出了过分的事情,并会劝您们倒戈。
εἰ τοίνυν ἔχονται, ποθοῦσι, καλοῦσιν, οὐχ ἧττον ὑμῶν συστρατευομένων ἢ τῆς νίκης αὐτῆς δέονται, τοῦτʼ αὖ παρʼ οὐδὲν θήσομεν;
那么,当他们紧紧跟随、极度渴望、并向我们呼吁,他们对您们共同出征的渴望不亚于对胜利本身的渴望时,我们难道又要对此置若罔闻吗?
ἀλλʼ οὐκ ἄξιον.
这可不值得。
πῶς οὖν συμμαχήσομεν αὐτοῖς καὶ ἐπὶ τῷ;
那么我们该如何与他们结盟,又基于什么条件呢?
τουτὶ γὰρ ἀρτίως ἐλέγετο.
因为刚才有人提出了这个问题。
ἐγὼ δὲ ὅλως μὲν ἄνευ τοῦ μὴ θαυμάζειν λέγω τὸν εἰπόντα ὡς δεινὸν καὶ γελοῖον ἡγοῦμαι τοῦτο τὸ ἐρώτημα· οὐ γὰρ συμμάχους γενομένους ἢ οὕτως ἢ ʼκείνως τότʼ ἔδει ζητεῖν εἰ χρὴ βοηθεῖν, ἀλλʼ ὑπὲρ τῆς συμμαχίας σκεψαμένους τότʼ ἐφʼ οἷστισιν ἔσται κοινῇ γνώμῃ σκοπεῖν.
但我个人——且不说我对提出这一问题的人感到惊讶——认为这个问题完全是可怕且可笑的;因为,当结为盟友之后,无论情况如何,都不应该在那个时候再去探究是否应该提供援助,而是在考虑盟约本身时,就应该在当时通过共同的意志来审视它将建立在何种基础之上。
ἔπειτʼ ἔγωγε πρόχειρον ἔχω τοῦτʼ ἀποκρίνασθαι τοῖς ἤδη βουλομένοις εἰδέναι, ἐφʼ οἷσπερ πρότερον.
其次,对于那些现在就想知道的人,我手头就有现成的回答:就按以前的条件。
καλοῦσι δὲ δήπουθεν ὑμᾶς ὥσπερ καὶ τότε, ὥστε πῶς οὐ συγχωρήσουσιν;
而且他们现在必然像当时一样在呼唤您们,所以他们怎么会不同意呢?
ἀλλʼ εἰ δεῖ προαρπάζειν τὸν καιρὸν, ἐπὶ Λακεδαιμονίων ταυτὸν τοῦτο σκοπῶμεν.
但是,如果必须抢占先机,让我们在拉刻代蒙人的情况中也考虑这同一问题。
πολὺ γὰρ τὸ ἐκείνων χαλεπώτερον εὑρήσομεν ὄν.
因为我们会发现他们的情况要困难得多。
εἰ γὰρ ἐφʼ οἷς πρότερον βουλήσονται συμμάχοις ἡμῖν χρῆσθαι, καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἡγεῖσθαι βουλήσονται.
因为如果他们想按照以前的条件让我们作为盟友,他们也会想在陆地和海上都掌握领导权。
ἱκέτας δὲ καὶ
而那些恳求者和……